The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. δεινὸν ἀνεβρόντησε καὶ ἠερίης ἅτε πηγῆς
  2. ἐξέχεεν μέγα λαῖτμα μελισταγέος νιφετοῖο·
  3. ὦ φίλοι, ἤδη μὲν κρύφιος λόχος ἐκτετέλεσται
  4. χερσὶ μὲν ἀνδρομέῃσιν, ἀτὰρ βουλῇσιν Ἀθήνης.
  5. ὑμεῖς δʼ, οἵτε μάλιστα πεποίθατε κάρτεϊ χειρῶν,
  6. πρόφρονες ἀλκήεντι νόῳ καὶ τλήμονι θυμῷ
  7. σπέσθε μοι· οὐ γὰρ ἔοικε πολὺν χρόνον ἐνθάδʼ ἐόντας
  8. μοχθίζειν ἀτέλεστα καὶ ἀχρέα γηράσκοντας,
  9. ἀλλὰ χρὴ ζώοντας ἀοίδιμον ἔργον ἀνύσσαι