The Epistle to Diogentus

Pseudo-Justinus Martyr

Pseudo-Justinus Martyr, The Apostolic Fathers, Volume 2. Lake, Kirsopp. Loeb, 1917.

ταῦτα ἀνθρώπου οὐ δοκεῖ τὰ ἔργα: ταῦτα δύναμίς ἐστι θεοῦ: ταῦτα τῆς παρουσίας αὐτοῦ δείγματα.

Τίς γὰρ ὅλως ἀνθρώπων ἠπίστατο, τί ποτ̓ ἐστὶ θεὸς πρὶν αὐτὸν ἐλθεῖν;

ἢ τοὺς κενοὺς καὶ ληρώδεις ἐκείνων λόγους ἀποδέχῃ τῶν ἀξιοπίστων φιλοσόφων, ὧν οἱ μέν τινες πῦρ ἔφασαν εἶναι τὸν θεὸν ʽοὗ μέλλουσι χωρήσειν αὐτοί, τοῦτο καλοῦσι θεόν̓, οἱ δὲ ὕδωρ, οἱ δ̓ ἄλλο τι τῶν στοιχείων τῶν ἐκτισμένων ὑπὸ θεοῦ;

καίτοι γε, εἴ τις τούτων τῶν λόγων ἀποδεκτός ἐστι, δύναιτ̓ ἂν καὶ τῶν λοιπῶν κτισμάτων ἓν ἕκαστον ὁμοίως ἀποφαίνεσθαι θεόν.

ἀλλὰ ταῦτα μὲν τερατεία καὶ πλάνη τῶν γοήτων ἐστίν:

ἀνθρώπων δὲ οὐδεὶς οὔτε εἶδεν οὔτε ἐγνώρισεν, αὐτὸς δὲ ἑαυτὸν ἐπέδειξεν.