The Epistle to Diogentus

Pseudo-Justinus Martyr

Pseudo-Justinus Martyr, The Apostolic Fathers, Volume 2. Lake, Kirsopp. Loeb, 1917.

Ἁπλῶς δ̓ εἰπεῖν, ὅπερ ἐστὶν σώματι ψυχή, τοῦτ̓ εἰσὶν ἐν κόσμῳ Χριστιανοί.

ἔσπαρται κατὰ πάντων τῶν τοῦ σώματος μελῶν ἡ ψυχή, καὶ Χριστιανοὶ κατὰ τὰς τοῦ κόσμου πόλεις.

οἰκεῖ μὲν ἐν τῷ σώματι ψυχή, οὐκ ἔστι δὲ ἐκ [*](Jo. 17, 11., 14. 16) τοῦ σώματος: καὶ Χριστιανοὶ ἐν κόσμῳ οἰκοῦσιν,

οὐκ εἰσὶ δὲ ἐκ τοῦ κόσμου.

ἀόρατος ἡ ψυχὴ ἐν ὁρατῷ φρουρεῖται τῷ σώματι: καὶ Χριστιανοὶ γινώσκονται μὲν ὄντες ἐν τῷ κόσμῳ, ἀόρατος δὲ [*](Gal. 5, 17) αὐτῶν ἡ θεοσέβεια μένει.

μισεῖ τὴν ψυχὴν ἡ σὰρξ καὶ πολεμεῖ μηδὲν ἀδικουμένη, διότι ταῖς ἡδοναῖς κωλύεται χρῆσθαι: μισεῖ καὶ Χριστιανοὺς ὁ κόσμος μηδὲν ἀδικούμενος, ὅτι ταῖς ἡδοναῖς [*](Jo. 15, 18., 19) ἀντιτάσσονται.

ἡ ψυχὴ τὴν μισοῦσαν ἀγαπᾷ σάρκα καὶ τὰ μέλη: καὶ Χριστιανοὶ τοὺς μισοῦντας [*](Mt. 5, 44;, Luk. 6, 27) ἀγαπῶσιν.

ἐγκέκλεισται μὲν ἡ ψυχὴ τῷ σώματι, συνέχει δὲ αὐτὴ τὸ σῶμα: καὶ Χριστιανοὶ κατέχονται μὲν ὡς ἐν φρουρᾷ τῷ κόσμῳ, αὐτοὶ δὲ συνέχουσι τὸν κόσμον.

ἀθάνατος ἡ ψυχὴ ἐν θνητῷ σκηνώματι κατοικεῖ: καὶ Χριστιανοὶ παροικοῦσιν ἐν φθαρτοῖς, τὴν ἐν οὐρανοῖς ἀφθαρσίαν προσδεχόμενοι.

κακουργουμένη σιτίοις καὶ ποτοῖς ἡ ψυχὴ βελτιοῦται: καὶ Χριστιανοὶ κολαζόμενοι καθ̓ ἡμέραν πλεονάζουσι μᾶλλον.

εἰς τοσαύτην αὐτοὺς τάξιν ἔθετο ὁ θεός, ἣν οὐ θεμιτὸν αὐτοῖς παραιτήσασθαι.

Οὐ γὰρ ἐπιγειον, ὡς ἔφην, εὕρημα τοῦτ̓ αὐτοῖς παρεδόθη, οὐδὲ θνητὴν ἐπίνοιαν φυλάσσειν οὕτως ἀξιοῦσιν ἐπιμελῶς, οὐδὲ ἀνθρωπίνων οἰκονομίαν [*](I Cor. 9, 17) μυστηρίων πεπίστευνται.

ἀλλ̓ αὐτὸς ἀληθῶς ὁ παντοκράτωρ καὶ παντοκτίστης καὶ

ἀόρατος θεός, αὐτὸς ἀπ̓ οὐρανῶν τὴν ἀλήθειαν καὶ τὸν λόγον τὸν ἅγιον καὶ ἀπερινόητον ἀνθρώποις ἐνίδρυσε καὶ ἐγκατεστήριξε ταῖς καρδίαις αὐτῶν: οὐ, καθάπερ ἄν τις εἰκάσειεν, ἀνθρώποις ὑπηρέτην τινὰ πέμψας ἢ ἄγγελον ἢ ἄρχοντα ἤ τινα τῶν διεπόντων τὰ ἐπίγεια ἤ τινα τῶν πεπιστευμένων τὰς ἐν οὐρανοῖς διοικήσεις, ἀλλ̓ αὐτὸν τὸν τεχνίτην καὶ δημιουργὸν τῶν ὅλων, ᾧ τοὺς οὐρανοὺς ἔκτισεν, ᾧ τὴν θάλασσαν ἰδίοις ἐνέκλεισεν, οὗ τὰ μυστήρια πιστῶς πάντα φυλάσσει τὰ στοιχεῖα, παῤ οὗ τὰ μέτρα τῶν τῆς ἡμέρας δρόμων ὁ ἥλιος εἴληφε φυλάσσειν, ᾧ πειθαρχεῖ σελήνη νυκτὶ φαίνειν κελεύοντι, ᾧ πειθαρχεῖ τὰ ἄστρα: τῷ τῆς σελήνης ἀκολουθοῦντα δρόμῳ: ᾧ πάντα διατέτακται καὶ διώρισται καὶ ὑποτέτακται, οὐρανοὶ καὶ τὰ ἐν οὐρανοῖς, γῆ καὶ τὰ ἐν τῇ γῇ, θάλασσα καὶ τὰ ἐν τῇ θαλάσσῃ, πῦρ, ἀήρ, ἄβυσσος, τὰ ἐν ὕψεσι, τὰ ἐν βάθεσι, τὰ ἐν τῷ μεταξύ: τοῦτον πρὸς αὐτοὺς ἀπέστειλεν.

ἆρά γε, ὡς ἀνθρώπων ἄν τις λογίσαιτο, ἐπὶ τυραννίδι καὶ φόβῳ καὶ καταπλήξει; [*](Zech. 9, 9)

οὐ μὲν οὖν: ἀλλ̓ ἐν ἐπιεικείᾳ καὶ [*](Jo. 3, 17) πραΰτητι ὡς βασιλεὺς πέμπων υἱὸν βασιλέα [*](Jo. 3, 17) ἔπεμψεν, ὡς θεὸν ἔπεμψεν, ὡς ἄνθρωπον πρὸς ἀνθρώπους ἔπεμψεν, ὡς σώζων ἔπεμψεν, ὡς πείθων, οὐ βιαζόμενος: βία γὰρ οὐ πρόσεστι τῷ θεῷ.

ἔπεμψεν ὡς καλῶν, οὐ διώκων: ἔπεμψεν [*](Malach. 3, 2) ὡς ἀγαπῶν, οὐ κρίνων.

πέμψει γὰρ αὐτὸν κρίνοντα: καὶ τίς αὐτοῦ τὴν παρουσίαν ὑποστήσεται; ...

.. παραβαλλομένους θηρίοις,

ἵνα ἀρνήσωνται τὸν κύριον, καὶ μὴ νικωμένους;