The Epistle to Diogentus
Pseudo-Justinus Martyr
Pseudo-Justinus Martyr, The Apostolic Fathers, Volume 2. Lake, Kirsopp. Loeb, 1917.
ἀτιμοῦνται, καὶ ἐν ταῖς ἀτιμίαις δοξάζονται. βλασφημοῦνται, καὶ δικαιοῦνται. [*](I Cor. 4, 12)
λοιδοροῦνται, καὶ εὐλογοῦσιν: ὑβρίζονται, [*](II Cor. 6, 10) καὶ τιμῶσιν.
ἀγαθοποιοῦντες ὡς κακοὶ κολάζονται: κολαζόμενοι χαίρουσιν ὡς ζωοποιούμενοι.
ὑπὸ Ἰουδαίων ὡς ἀλλόφυλοι πολεμοῦνται καὶ ὑπὸ Ἑλλήνων διώκονται: καὶ τὴν αἰτίαν τῆς ἔχθρας εἰπεῖν οἱ μισοῦντες οὐκ ἔχουσιν.
Ἁπλῶς δ̓ εἰπεῖν, ὅπερ ἐστὶν σώματι ψυχή, τοῦτ̓ εἰσὶν ἐν κόσμῳ Χριστιανοί.
ἔσπαρται κατὰ πάντων τῶν τοῦ σώματος μελῶν ἡ ψυχή, καὶ Χριστιανοὶ κατὰ τὰς τοῦ κόσμου πόλεις.
οἰκεῖ μὲν ἐν τῷ σώματι ψυχή, οὐκ ἔστι δὲ ἐκ [*](Jo. 17, 11., 14. 16) τοῦ σώματος: καὶ Χριστιανοὶ ἐν κόσμῳ οἰκοῦσιν,
οὐκ εἰσὶ δὲ ἐκ τοῦ κόσμου.ἀόρατος ἡ ψυχὴ ἐν ὁρατῷ φρουρεῖται τῷ σώματι: καὶ Χριστιανοὶ γινώσκονται μὲν ὄντες ἐν τῷ κόσμῳ, ἀόρατος δὲ [*](Gal. 5, 17) αὐτῶν ἡ θεοσέβεια μένει.