Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(26) ὑπὸ δὲ τοῦτο ἐν τοῖς δεξιοῖς κεῖται τὸ ἧπαρ, τῷ σχήματι στρογγύλον μᾶλλον καὶ οὐ μακρόλοβον, τὸ δὲ ποσάλοβόν ἐστιν οὐκ ἔτι εἴρηκεν ὁ Ἀριστοτέλης. καὶ ἐπὶ μὲν πολλῶν φησιν οὐκ ἔχον ἐφ᾿ ἑαυτῷ χολὴν τεθεώρηται, ἀλλὰ παρὰ τῷ ἐντέρῳ· ἐπὶ δὲ ὀλίγων τοῦτο ὦπται. ἐκ δὲ τῶν εὐωνύμων σπλὴν μέλας, λεπτός, ἄνισος, πλατύς.

[*](5 ἔχει] Arist. hist. anim. A 17 p. 496b9 ἐν ἑκάστῃ γὰρ ἔχει αἶμα τῷν κοιλιῶν, λεπτότατον δ᾿ ἐστὶ τὸ ἐν τῇ μέσῃ 8 οὔτε πολυσχδής] Arist. l. c. A 16 p. 495b1 ἔστι δ᾿ οὐ πολυ- σχιδὴς ὁ τοῦ ἀνθρώπου, ὥσπερ ἐνίων ζῳοτόκων, οὐδὲ λεῖος, ἀλλ᾿ ἔχει ἀνωμαλίαν 11 ἔχει] Arist. l. c. A 17 p. 496a35 αἷμα δὲ πλεῖστον μὲν ὁ πλεύμων ἔχει τῶν ἐν τοῖς ζῴοις μορίων . . . ἀλλ᾿ οἱ νομίζοντες εἶναι κενὸν διηπάτηνται, θεωροῦντες τοὺς ἐξῃρημένους ἐκ τῶν διαιρου- μένων τῶν ζῴων, ὧν εὐθέως ἐξελήλυθε τὸ αἶμα ἀθρόον 14. 15 ὑπὸ δὲ τὸν πνεύμονα] Arist. l. c. p. 496b 10 ὑπὸ δὲ τὸν πνεύμονά ἐστι τὸ διάζωμα τὸ τοῦ θώρακος, αἱ καλούμεναι φρένες, πρὸς μὲν τὰ πλευρὰ καὶ τὰ ὑποχόνδρια καὶ τὴν ῥάχιν συνηρτημέναι, ἐν μέσῳ δ᾿ ἔχει τὰ λεπτὰ καὶ ὑμενώδη 15 διάφραγμα] cf. Galen. VIII 611K. τὸ μὲν διάφραγμα παραφροσύνην ἑτοιμοτάτην φέρει, διόπερ καὶ προσαγορεύεσθαί φασιν αὐτὸ φρένας ὑπὸ τῶν ἰατρῶν. cf. XX 199, Schol. AD ad Iliad. A 579 φρένας ὁ ποιητὴς καὶ πάντες οἱ παλαιοὶ ἐκάλουν τὸ διάφραγμα. Arist. part. anim. Γ 10 p. 672b10 τοῦτο δὲ τὸ διάζωμα καλοῦσί τινες φρένας· ὃ διορίζει τόν τε πλεύμονα καὶ τὴν καρδίαν 18 ὑπὸ δὲ τοῦτο] Arist. hist. anim. A 17 p. 496b15 ὑπὸ δὲ τὸ διάζωμα ἐν μὲν τοῖς δεξιοῖς κεῖται τὸ ἦπαρ, ἐν δὲ τοῖς ἀριστεροῖς ὁ σπλήν . . . τὴν δ᾿ ὄψιν ἐστὶν ὁ τοῦ ἀνθρώπου σπλὴν στενὸς καὶ μακρός, ὅμοιος τῷ ὑείῳ. τὸ δ᾿ ἧπαρ ὡς μὲν ἐπὶ τὸ πολὺ καὶ ἐν τοῖς πλείστοις οὐκ ἔχει χολήν, ἐπ᾿ ἐνίοις δὲ ἔπεστιν· στρογγύλον δ᾿ ἐστὶ τὸ τοῦ ἀνθρώπου ἧπαρ καὶ ὅμοιον τῷ βοείῳ . . . ibid. B 15—16 p. 506a20 χολὴν δὲ τῶν ζῴων τὰ μὲν ἔχει τὰ δὲ οὐκ ἔχει ἐπὶ τῷ ἥπατι . . . p. 506b11 οἱ δὲ πρὸς τοῖς ἐντέροις ἔχουσιν, ἀποτεταμένην ἀπὸ τοῦ ἥπατος πόροις ἐνίοις πάνυ λεπτοῖς. ἡ μὲν οὐν ἀμία παρὰ τὸ ἔντερον παρατεταμένην ἰσομήκη ἔχει etc.)[*](4. 5 ὡς προεῖπον] cf. p. 38, 8—14 12 αὐτὸν scripsi: αὐτὸ D 14 δ᾿ addidi 20 ἔχον scripsi: ἔχων D)
41

(27) Οἱ δὲ νεφροὶ πρὸς τῇ ῥάχει κεῖνται, ὅμοιοι τοῖς ὑείοις, ἀνωτέρω δὲ ὁ δεξιὸς κεῖται, καὶ ψαύει ἄκρου τοῦ ἥπατος, καὶ ἐλάττω πιμελὴν ἔχει. ἔχουσι δὲ καὶ κοιλίαν ἐν ἑαυτοῖς. ἐκ δὲ τῶν κοιλιῶν τούτων καθήκουσιν εἰς τὴν κύστιν πόροι, δύο μὲν νεανικοί, ἄλλοι δὲ λεπτοὶ φλεβώδεις, καὶ ἐξήρτηνται φλέβες μέγεθος ἔχουσαι. τῷ δὲ ἐκ τῆς κύστεως τραχήλῳ συνήνωται τὸ αἰδοῖον, ἐκ δὲ τούτου ὄρχεις ἐν ὀσχέῳ κεῖνται.

(28) Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν τῇ θηλείᾳ πέφυκε πάντα τὰ αὐτὰ καὶ παραπλήσια· διαφέρει δὲ οὐδὲν ἢ ταῖς ὑστέραις.

(29) ἔστι δὲ ἡ φύσις τῆς ὑστέρας νευρώδης, ὀλίγην σαρκὸς μοῖραν ἔχουσα ἐντός· ἡ δὲ θέσις αὐτῆς μεταξὺ. ἀρχοῦ καὶ κύστεως, μικρὸν ὑπεράνω τῆς ἤβης· τὸ δὲ σχῆμα αὐτῆς ἐκ τῶν ὑπογραφῶν τῶν ἐν ταῖς ἀνατομαῖς θεωρεῖται.

(30) συγκινεῖται δὲ ὁ τράχηλος τῆς μήτρας τῇ διανοίᾳ καθάπερ καὶ τὸ τοῦ ἀνδρὸς αἰδοῖον πρὸς τὰς ἐπιθυμίας ἀναχωροῦν, ἄνω καὶ κάτω. ἔστι δὲ ὅτε καὶ ἀπροαιρέτως καὶ εἰς τὰ δεξιὰ καὶ εἰς τὰ εὐώνυμα ἀναβαίνει οὐ μόνον ὁ τράχηλος αὐτῆς, ἀλλὰ καὶ τὸ ὅλον κύτος· εἰσὶ δὲ αἷς καὶ ἀνεδιπλώθη καὶ πρὸς τὴν ἐπιφάνειαν ἧλθεν. ἀλλὰ περὶ μὲν τῶν μορίων τῶν ἐντὸς καὶ ἐκτὸς ὡς ἐν ἐπιδρομῆς μέρει ἐπὶ τοσοῦτόν μοι ἐπιτετροχάσθω.

(31) Ἄρχεται δὲ ὁ ἄρρην φέρειν τὸ σπέρμα περὶ τὰ δεκατέσσαρα ἔτη γενόμενος, ὅτε καὶ ταῖς θηλείαις τὰ καταμήνα | δειγματίζει.

(32) γεννᾷ. 337v [*](1 νεφροὶ] Arist. hist. anim. A 17 p. 496b34 μετὰ δὲ ταῦτα οἱ νεφροὶ πρὸς αὐτῇ τῇ ῥάχει κεῖνται, ὅμοιοι τὴν φύσιν ὄντες τοῖς βοείοις. ἀνώτερος δὲ ὁ δεξιός ἐστιν ἐν πᾶσι τοῖς ζῴοις τοῖς ἔχουσι νεφρούς· καὶ ἐλάττω δὲ πιμελὴν ἔχει τοῦ ἀριστεροῦ καὶ αὐχμηρότερος ὁ δεξιός 3 ἔχουσι] Arist. 1. c. p. 497a11 ἔχουσι δὲ κοιλίαν, ὥσπερ εἴρηται, μικράν. ἐκ δὲ τοῦ κοίλουτῶν νεφρῶν φέρουσιν εἰς τὴν κύστιν πόροι δύο νεανικοὶ καὶ ἄλλοι ἐκ τῆς ἀορτῆς ἰσχυροὶ καὶ συνεχεῖς. ἐκ μέσου δὲ τῶν νεφρῶν ἑκατέρου φλὲψ κοίλη καὶ νευρώδης ἐξήρτηται 5 τῷ δὲ ἐκ τῆς κύστεως] Arist. l. c. p. 497a24 πρὸς δὲ τὸν καυλὸν τὸν τῆς κύστεως συνήρτηται τὸ αἰδοῖον . . . τούτου δ᾿ ἐξήρτηνται οἱ ὄρχεις τοῖς ἄρρεσι 6 ὄρχεις ἐν ὀσχέῳ] Arist. l. c. Γ 1 p. 510a11 οἱ μὲν αὐτῶν ἔχουσι καθ᾿ αὑτοὺς τοὺς ὄρχεις, οἱ δ᾿ ἐν τῇ καλουμένῃ ὀσχέα, ὅσοι ἔξωθεν 7 τὸν αὐτὸν δὲ τρόπον] Arist. l. c. A 17 p. 497a30 τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν τῷ θήλει πάντα πέφυκεν· διαφέρει γὰρ οὐθενὶ τῶν ἔσω πλὴν ταῖς ὑστέραις, ὧν ἡ μὲν ὄψις θεωρείσθω ἐκ τῆς διαγραφῆς τῆς ἐν ταῖς ἀνατομαῖς, ἡ δὲ θέσις ἐστὶν ἐπὶ τοῖς ἐντέροις· ἐπὶ δὲ τῆς ὑστέρας ἡ κύστις. λεκτέον δὲ καὶ περὶ ὑστερῶν κοινῇ πασῶν ἐν τοῖς ἑπομένοις. cf. Γ 1 p. 510b5 9. 10 ἠ δὲ θέσις] Arist. gener. anim. Γ 1 p. 749a29 καὶ γὰρ τῶν ζῳοτοκούντων τὰ μὲν ἄνω πρὸς τῷ ὑποζώματι ἔχει τὰς ὑστέρας, τὰ δὲ κάτω πρὸς τοῖς ἄρθροις, ἂνω μὲν τὰ σελαχώδη, κάτω δὲ τὰ καὶ ἐν αὺτοῖς ζῳοτοκοῦντα καὶ θύραζε, οἷον ἄνθρωπος καὶ ἵππος καὶ τῶν ἄλλων ἕκαστον τῶν τοιούτων. cf. Galen. II 887 K, 16 περὶ μὲν τῶν μορίων] Arist. l. c. A 17 p. 497b1 τὰ μὲν οὖν μόρια καὶ τὰ ἐντὸς καὶ τὰ ἐκτὸς τοῦ ἀνθρώπου ταῦτα καὶ τοιαῦτα, καὶ τοῦτον ἔχει τὸν τρόπον 18 ἄργεται] cf. supra p. 20, 3 cum notis 19 γεννᾷ] Arist. hist. anim. H 5 p. 585a34 ἀρχὴ δὲ ταῖς γυναιξὶ τοῦ τεκνοῦσθαι καὶ τοῖς ἄρρεσι, τοῦ τεκνοῦν, καὶ παῦλα ἀμφοτέροις, τοῖς μὲν ἡ τοῦ σπέρματος πρόεσις ταῖς δ᾿ ἡ τῶν καταμηνίων, πλὴν οὖτ᾿ ἀρχρμένων γόνιμα εὐθὺς οὔτ᾿ ἔτι ὀλίγων γιγνομένων καὶ ἀσθενῶν. cf. H l p. 582a16 μέχρι μὲν οὖν τῶν τρὶς ἑπτὰ ἐτῶν τὸ μὲν πρῶτον ἄγονα τὰ σπέρματά ἐστιν) [*](1 ὑείοις D: βοείοις scribendum ex Arist. 4 λεπτοὶ φλεβώδεις corruptum videtur 5 φλέβες addidi 6 συνένωται D. anne scribendum συνήρτηται? ὀσχέῳ scripsi: ὀσχίῳ D 9 ἔχουσα scripsi: ἔχουσαν D 15 αὐτῆς scripsi: ἑαυτῆς D 16 τῶν μορίων iterat D)

42
δὲ ὁ μὲν ἄρρην εἰκοσαετής, ἡ δὲ θήλεια τεσσαρεσκαιδεκαετής.

(33) ὀχεύει δὲ ὁ μὲν ἄρρην πᾶσαν ὥραν τοῦ ἔτους καὶ ἡ θήλεια ὀχεύεται, ἀλλ᾿ οὐχ ἑστῶτές εἰσιν οἱ χρόνοι αὐτοῖς, καθάπερ καὶ τοῖς ἄλλοις ζῴοις· ὁρμητικώτεροι δέ εἰσιν οἱ μὲν ἄρρενες πρὸς συνουσίαν ἐν τῷ χειμῶνι, αἱ δὲ γυναῖκες τῷ θέρει.

(34) χρόνοι δὲ ἱστάμενοι ταῖς κυούσαις καθάπερ τοῖς ἄλλοις ζῴοις οὐκ εἰσίν, ἀλλ᾿ αἱ μὲν ἑπτὰ μῆνας κυήσασαι ἔτεκον, αἱ δὲ ἐννέα, αἱ δὲ δέκα καὶ τοῦ ἑνδεκάτου τινὲς προσέλαβον. ὅρος δὲ τοῦ γεννᾶν τοῖς μὲν ἀνδράσιν ἕως πεντήκοντα καὶ ἑξήκοντα ἐτῶν, γυναικὶ δὲ ἕως πέντε καὶ τεσσαράκοντα· ἤδη μὲν οὖν πεντηκονταετής τις γενομένη συνέλαβε.

(35) τίκτει μὲν οὖν γυνὴ καὶ τέσσαρα καὶ πέντε καθάπερ ἐν Ἀθήναις ἡ τεκοῦσα πέντε τόκους ἀνὰ πέντε ἄρρενας.

(36) Καὶ περὶ μὲν κυήσεως καὶ χρόνου οὐκ ἀεὶ οὕτως, περὶ δὲ ἐκτέξεως καὶ διδύμων καὶ τερατωδῶν καὶ πῶς ἄρρεν ἢ θῆλυ καὶ περὶ τροφῆς βρέφους καὶ ἀπογαλακτίσεως καὶ καταμηνίων ἐπισχέσεως καὶ τὸ ὅλον τῆς τοῦ σπέρματος οὐσίας καὶ πόθεν φέρεται κατὰ τὸ οἰκεῖον ἐν τῷ πρὸ τούτου συντάγματι καταριθμήσας ἐξεθέμην.

(37) Ἔστι δὲ ὁ ἄνθρωπος καὶ μονήρης καὶ συναγελαστικός· ἐπαμφοτερίζειν γὰρ δύναται. λέγοι δ᾿ ἄν τις καὶ αὐτὸν ἀμφίβιον εἶναι. καὶ γὰρ ἐν τῷ ξηρῷ καὶ ὑγρῷ παρὰ μέρος εἰσὶν οἳ διαιτῶνται καθάπερ ἐν Αἰγύπτῳ καὶ ἐν πολλοῖς τόποις· ἡμέρας μὲν γὰρ ἐν τῷ ὑγρῷ, νυκτὸς δὲ [*](1 ὀχεύει] Arist. hist. anim. E 9 p. 542a19 ὧραι δὲ καὶ ἡλικίαι τῆς ὀχείας ἑκάστοις εἰσὶν ὡρισμέναι τῶν ζῴων . . . 26 ἄνθρωπος δὲ μάλιστα πᾶσαν ὧραν 3. 4 ὁρμητικώτεροι] Arist. l. c. E 8 p. 542a32 ὀργᾷ δὲ πρὸς τὴν ὁμιλίαν τῶν ἀνθρώπων τὸ μὲν ἄρρεν ἐν τῷ γειμῶνι μᾶλλον, τὸ δὲ θῆλυ ἐν τῷ θέρει 5 χρόνοι] Arist. l. c. H 4 p. 584a33 τὰ μὲν οὖν ἄλλα ζῷα μοναχῶς ποιεῖται τὴν τοῦ τόκου τελείωσιν· εἶς γὰρ ὤρισται τοῦ τόκου χρόνος πᾶσιν· ἀνθρώπῳ δὲ πολλοὶ μόνῳ τῶν ζῴων· καὶ γὰρ ἑπτάμηνα καὶ ὀκτάμηνα καὶ ἐννεάμηνα γίνεται καὶ δεκάμηνα τὸ πλεῖστον· ἔνιαι δ᾿ ἐπιλαμβάνουσι καὶ τοῦ ἑνδεκάτου μηνός 7 ὅρος] Arist. l. c. H 5 p. 585 b 2 παύεται δὲ ταῖς γυναιξὶ ταῖς μὲν πλείσταις τὰ καταμήνια περὶ τετταράκοντα ἔτη, αἷς δ᾿ ἂν ὑπερβάλῃ τὸν χρόνον τοῦτον διαμένει μέχρι τῶν πεντήκοντα ἐτῶν καὶ ἤδη τινὲς ἔτεκον· πλείω δὲ χρόνον οὐδεμία. οἱ δ᾿ ἄνδρες οἱ μὲν πλεῖστοι γεννῶσι μέχρι ἑξήκοντα ἐτῶν, ὅταν δ᾿ ὑπερβάλῃ ταῦτα, μέχρι ἑβδομήκοντα· καὶ ἤδη τινὲς γεγεννήκασιν ἑβδομήκοντα ἐτῶν ὄντες. cf. E 14 p. 545b26 γεννᾷ δ᾿ ἄνθρωπος μὲν τὸ ἔσχατον μέχρι ἑβδομήκοντα ἐτῶν ὁ ἄρρην, γυνὴ δὲ μέχρι πεντήκοντα. ἀλλὰ τοῦτο μὲν σπάνιον· ὀλίγοις γὰρ γεννᾶται ἐν ταύταις ταῖς ἡλικίαις τέκνα· ὡς δ᾿ ἐπὶ τὸ πολὺ τοῖς μὲν πέντε καὶ ἑξήκοντα ὅρος, ταῖς δὲ πέντε καὶ τετταράκοντα 10 τέσσαρα καὶ πέντε] Arist. l. c. H 4 p. 584b31 τίκτουσι δὲ καὶ τρία καὶ τέτταρα . . . πλεῖστα δὲ τίκτεται πέντε τὸν ἀριθμόν· ἤδη γὰρ ὦπται τοῦτο καὶ ἐπὶ πλειόνων συμβεβηκός. μία δέ τις ἐν τέσσαρσι τόκοις ἔτεκεν εἴκοσςν· ἀνὰ πέντε γὰρ ἔτεκε, καὶ τὰ πολλὰ αὐτῶν ἐξετράφη. cf. Antig. hist. mirab. CXIX Phlegon de mirab. c. 28. Athenarum mentio nullo loco reperitur, unus Plinius VII 33 ex Trogo Peloponnesi meminit 15. 16 ἐν τῷ πρὸ τούτου συντάγματι] A 83—92 (p. 25,6—28,18) 17 ἔστι] Arist. hist. anim. A l p. 487b34 τὰ μὲν γὰρ αὐτῶν ἐστιν ἀγελαῖα τὰ δὲ μοναδικὰ . . . ὁ δ᾿ ἄνθρωπος ἐπαμφοτερίζει) [*](2. 3 οὐκ ἑστῶτες εἰσὶν D 3 αὐτοῖς scripsi: αὐτῆς D 5 καθαθάπερ D 8 πεντή- κοντα sic D, fortasse scribendum πέντε ex Arist. l. c. 20 τόποις scripsi: τρόποις D)

43
ἐπὶ τῆς χέρσου. τροφὴ δὲ αὐτοῖς ὅσα παρὰ τὸν ποταμὸν καὶ τὰ ἕλη φύεται.

(38) Ἔστι δὲ τὸ ἦθος ἡ γυνὴ ὡς ἐπὶ πολὺ ἀνδρὸς ἐλεημονεστέρα καὶ ἀριδάκρυον· ἔστι δὲ καὶ φθονερωτέρα καὶ μεμψίμορος καὶ φιλολοιδορωτέρα καὶ πληκτικωτέρα μᾶλλον. ἔστι δὲ καὶ δύσφημον τὸ θῆλυ καὶ δυσέλπιστον καὶ ἀναιδέστερον καὶ εὐαπατητότερον καὶ μνημονικώτερον καὶ ἀκινητότερον καὶ τροφῆς ἐλάττονος δεῖται. παρεκτικώτερον δὲ καὶ μεγαλοψυχότερον τὸ ἄρρεν.

(39) γνωσθείη δὲ ἄμεινον καὶ ἐκ τοῦ προσώπου τὰ ἤθη οὕτως. μέτωπον τὸ μὲν μέγα βραδυνόου ἤθους σημεῖον, τὸ δὲ μικρὸν εὐκινήτου, τὸ δὲ πλατὺ ἐκστατικοῦ· τούτων δὲ τὸ μέσον ἄριστον. ὀφρύες αἱ μὲν ἐπ᾿ ὀρθοῦ κείμεναι μαλακὸν καὶ χρηστὸν ἧθος ὑπογράφουσιν, [*](f. 338r) αἱ δὲ πρὸς τὴν ῥῖνα κεκλασμέναι στρυφνόν, αἱ δὲ πρὸς τοὺς κροτάφους κεκλασμέναι εἴρωνα, αἱ δὲ κατεσπασμέναι φοβερόν. κανθοὶ οἱ μὲν μικροὶ καλοῦ ἤθους σημεῖον, οἱ δὲ κρεώδεις πρὸς τῷ μυκτῆρι πονηροῦ. καὶ ἐὰν μὲν ὅλος ὁ ὀφθαλμὸς ἔξω ἐξίσχῃ ἀναιδοῦς ἦθος· μικρὸς δὲ ὑπάρχων πανούργου καὶ ἀβεβαίου, ὁ δὲ μέσος ἄριδτος. ἀλλὰ ταῦτα μὲν ὑπογραφῆς χάριν εἰρήσθω, πλειόνων δυναμένων λέγεσθαι.

(40) Ὅτι ἀνθρώπου ἀσίτου δῆγμα δυσίατον καὶ ἰχὼρ ἀνθρώπειος προσεγγίσας ἄλλῳ κακόν τι ποιεῖ.

(41) πτύελον δὲ ἀνθρώπου ἀναιρεῖ καὶ θαλασσίους σκολοπένδρας.

(42) ἐν δὲ Λιβύῃ γένος ἀνθρώπων ἐστὶν [*](1 τροφὴ] cf. Diod. III 8, 6 τροφῇ δὲ χρῶνταί τινες μὲν λαμβάνοντες τὸν γεννώμενον ἐν τοῖς ὕδασι καρπὸν ὃς αὐτοφυὴς ἀνατέλλει περί τε τὰς λίμνας καὶ τοὺς ἑλώδεις τόπους 3 ἔστι δὲ] Arist. hist. anim. l 1 p. 608b8 διόπερ γυνὴ ἀνδρὸς ἐλεημονέστερον καὶ ἀρίδακρυ μᾶλλον, ἔτι δὲ φθονερώτερον καὶ μεμψιμοιρότερον καὶ φιλολοίδορον μᾶλλον καὶ πληκτικώτερον. ἔστι δὲ καὶ δύσθυμον μᾶλλον τὸ θῆλυ τοῦ ἄρρενος καὶ δύσελπι καὶ ἀναιδέστερον καὶ, ψευδέστερον, εὐαπατητότερον δὲ καὶ μνημονικώτερον, ἔτι δὲ ἀγρυπνότερον καὶ ὀκνηρότερον καὶ ὅλως ἀκινη- τότερον τὸ θῆλυ τοῦ ἄρρενος καὶ τροφῆς ἐλάττονός ἐστιν. βοηθικώτερον δέ, ὥσπερ ἐλέχθη, καὶ ἀνδρειότερον τὸ ἄρρεν τοῦ θήλεός ἐστιν 9 μέτωπον] Arist. l. c. Α 8 p. 491 b 11 προσώπου δὲ τὸ μὲν ὑπὸ τὸ βρέγμα μεταξὺ τῶν ὀμμάτων μέτωπον. τοῦτο δὲ οἶς μὲν μέγα, βραδύτεροι, οἷς δὲ μικρόν, εὐκίνητοι· καὶ οἷς μὲν πλατύ, ἐκστατικοί, οἷς δὲ περιφερές, θυμικοί 11 ὀφρύες] Arist. l. c. A 9 p. 491b14 ὑπὸ δὲ τῷ μετώπῳ ὀφρύες διφυεῖς· ὧν αἱ μὲν εὐθεῖαι μαλακοῦ ἤθους σημεῖον, αἱ δὲ πρὸς τὴν ῥῖνα τὴν καμπυλότητ᾿ ἔχουσαι στρυφνοῦ, αἱ δὲ πρὸς τοὺς κροτάφους μωκοῦ καὶ εἴρωνος, αἱ δὲ κατεσπασμέναι φθόνου 13 κανθοὶ] Arist. l. c. p. 491b23 κανθοὶ δύο . . . οἵ ἄν μὲν ὦσι μακροί, κακοηθείας σημεῖον, ἐὰν δ᾿ οἶον οἱ κτένες κρεῶδες ἔχωσι τὸ πρὸς τῷ μυκτῆρι, πονηρίας 15 ὀφθαλμὸς] Arist. l. c. A 10 p. 492a7 τῶν δ᾿ ὀφθαλμῶν οἱ μὲν μεγάλοι, οἱ δὲ μικροί, οἱ δὲ μέσοι· οἱ μέσοι βέλτιστοι. καὶ ἢ ἐκτὸς σφόδρα ἢ ἐντὸς ἢ μέσως· τούτων οἱ ἐντὸς μάλιστα ὀξυωπέστατοι ἐπὶ παντὸς ζῴου, τὸ δὲ μέσον ἤθους βελτίστου σημεῖον. καὶ ἢ σκαρδαμυκτικοὶ ἢ ἀτενεῖς ἢ μέσοι· βελτίστου δὲ ἤθους οἱ μέσοι, ἐκείνων δ᾿ ὁ μὲν ἀναιδής, ὁ δ᾿ ἀβέβαιος 18 ἀνθρώπου] cf. Ael. nat. anim. IX 15 (p. 223, 12 H.) 19 πτύελον] cf. Ael. nat. anim. IV 22 p. 89, 8 H. VII 26 p. 187, 21 H. 20 ἐν δὲ Λιβύη] cf. Agatharchides apud Ael. l. c. XVI 27 p. 404, 4—21 H.) [*](4 ἀριδάκρυον scripsi: ἀειδάκρυον D 6 εὐαπατητότερον scripsi: εὐαπατικώτερον D 7 ἐλάττονος scripsi: ἔλαττον D 9 ἤθη scripsi: ἔθη D 13 κανθοὶ scripsi: Ξανθοί· errore rubricatoris D μικροὶ καλοῦ sic D, at cf. Arist. supra cit. 20 θαλασσίους sic D cf. Eurip. l. 236)

44
οὐδὲν ἡμῶν διαφέρον, τὸ δὲ σῶμα ξένον τι ἔχει· τὰ γὰρ δάκνοντα τῶν θηρίων οὐδὲν αὐτοὺς ἀδικεῖ. ὄφεως γοῦν καὶ φαλαγγίου καὶ σκορπίου δακόντος αὐτούς, ἐκεῖνο μᾶλλον εἰς ἀναισθησίαν ὑπνοποιὸν κατολισθαίνει. ἐλέγχουσι δὲ καὶ τὰ νόθα τέκνα ἀπὸ τῶν γνησίων· προσφέρουσι γὰρ αὐτὰ τοῖς θηρίοις καὶ δάκνονται· καὶ τὰ μὲν γνήσια οὐ πάσχει, τὰ δὲ νόθα, ξένης ὄντα γενέσεως ἀποθνήσκει φαρμασσόμενα.

(43) Ὅτι, φησί, πλησίον τῶν ἀδίψων ἰχθυοφάγων οἱ κατοικοῦντες ὥσπερ ἀπαραβάτων σπονδῶν μεταξὺ τεθέντων αὐτῶν τε καὶ τῶν φωκῶν, οὔτε αὐτοὶ τὰς φώκας σίνονται οὐδὲ ὑπ᾿ ἐκείνων οὗτοι βλάπτονται, ἀλλὰ καὶ ἀλλήλων θήρας ἀνεπιβουλεύτους τῷ θηράσαντι ἑκάτερον γένος συντηρεῖ, καὶ συναναστρέφονται οὕτως ἀλλήλοις ὡς μόλις ἂν εὑρεθεῖεν πρὸς ἀνθρώπους συμβιοῦντες ἄνθρωποι.

(44) Ὅτι τῶν ἰχθυοφάγων οἱ μὲν σκηνώμασι τοῖς σπηλαίοις οὐ τετραμμένοις πρὸς μεσημβρίαν διὰ τὸ πνιγῶδες, ἀλλὰ τοῖς ἀπεστραμμένοις αὐτὴν χρῶνται· οἱ δὲ ὑπὸ ταῖς τῶν ἰχθύων πλευραῖς, φυκία ἐπιβάλλοντες αὐτοῖς· οἱ δὲ τὰς τῶν ἐλαιῶν κορυφὰς ἀλλήλαις συνάπτοντες, εἶτα χρῶνται σκηνώμασι. τὴν δὲ τοιαύτην ἐλαίαν καρπὸν φέρειν φησὶ κασταναϊκῷ καρύῳ προσεμφερῆ. τὸ δὲ τέταρτον | τῶν ἰχθυοφάγων γένος τὴν οἴκησιν ἔχει [*](f. 338v) τοιαύτην. ἄμμου φόρτος ἄπλετος ἐκ τοῦ παντὸς αἰῶνος, ὄρει παραπλήσιος, σεσώρευται, καὶ πᾶς οὗτος ὑπὸ τοῦ προσβάλλοντος ἀεὶ κύματος σκληρῶς πεπιλημένος, ὥστε ὁμογενοῦς ὄγκου καὶ μίαν φύσιν ἔχοντος διὰ τὴν μίξιν καὶ συμπλοκὴν τῆς ἄμμου μηδὲν παραλλάσσειν· εἶτα ὑπονόμους αὐτοῖς ἀνδρομήκεις ὀρύττουσι, τὸν μὲν κατὰ κορυφὴν ὄγκον ἐῶντες ὠχυρῶσθαι καὶ στέγην διὰ τῆς εἰρημένης συνδέσεως ἔχοντες, ἐκ δὲ τοῦ κάτωθεν ἐδάφους παραμήκεις αὐλῶνας κατασκευάζοντες, πρὸς ἀλλήλους πάντοθεν συντετρημένους, ἐν οἷς τέως μέν τινες τὰ πρὸς τὸν ἄνεμον φωτίσαντες ἄγουσιν ἡσυχίαν, ἐπὰν δὲ πλημμυρὶς ἐπέλθῃ, τὰ πρὸς τὴν ἄγραν ὡς προείρηται, παρασκευάζονται. τοὺς μέντοι τελευτῶντας αὑτῶν οὐδεμιᾶς ἀξιοῦσι προνοίας, ἀπαθῆ πρὸς τὸν ἐκ δόξης ἔλεον κεκτημένοι τὴν γνώμην· διὸ καὶ κεῖσθαι ἐρριμμένους ἐῶσιν, ἕως ἂν ἄμπωτις ἐπιγενομένη τροφὴν εἰς τὴν θάλασσαν κομίσῃ τούτοις τοῖς ἰχθύσι.

[*](7 ὅτι, φησί] Agatharchides apud Photium Bibl. p. 450b12—19. cf. Diod. Bibl. III 18, 7 (ed. Dind. 1866) 13 ὅτι] Agath. apud Phot. Bibl. p. 450b20—451, 3. cf. Diod. III 19)[*](1 δὲ addidi 8 ἀπαραβάτων D: ἀβάτων codd. Ϛ Phot. τεθέντων Phot.: τιθέντων D 9 σίνονται Phot.: σίνουσιν D οὐδὲ D: οὐδ᾿ Phot. 13 ἰχθυοφάγων D: ἰχθυοφάγων, φησίν, Phot. desideres οὐ ⟨τοῖς⟩ sed om. etiam Phot. 20 σκληρῶς Phot.: σκληρῷ D 21 ὥστε Phot.: ὥσπερ D ὄγκου Phot.: ὄγκον D 22 ὑπονόμους Phot.: ὑπὸ νόμους D 23 ὠχυρῶσθαι Phot.: ὀχυρῶσθαι D 24 στέγην Diodorus: στέγης D: στέγειν Phot. 24 ἔχοντες scripsi: ἔχουσιν D: om. Phot. 25 κατα- σκευάζοντες scripsi: κατασκευάζουσι D: κατασκευαζόμενοι Phot. 26 τινες D. B cod. Phot.: τινος ed. Phot. 27 ὡς καὶ Phot. μέντοι γε Phot. αὑτῶν scripsi: αὐτῶν D Phot. 30 ἐριμμένους D ἄμπατς D 31 ἰχθύσιν Phot.)
45

(45) Περὶ ἐνίων ἄπορον παρεχόντων τὸν ὅθεν ἐπῳκήκασι τρόπον.

Ὅτι, φησίν, ἐνίους τῶν ἀπὸ τῆς θαλάττης σιτουμένων μετὰ τῶν ἄλλων καὶ τοῦτο ἔχειν παραδοξότερον καὶ εἰς λογικὴν καταχωρῆσαι πίστιν οὐ ῥᾴδιον. οὔτε γὰρ πόθεν εἰς τὸν χῶρον, ἐν ᾧ οἰκοῦσιν, ἀφίκοντο ἔστιν ἐπιγνῶναι οὔτε ὅπως, λισσῆς μὲν πέτρας ἄνωθεν ἐπεζευγμένης, ἐκ πλαγίου δὲ κρημνῶν ἀφαιρουμένων τὰς παρόδους, τὴν δὲ ἀπέναντι πᾶσαν ὁρίζοντος, ὃ καὶ πεζῇ μὲν ἐλθεῖν παντελῶς, ὡς εἶπον, ἀδύνατον, σχεδίαις δὲ ὁμοίως ἀπορίᾳ τῶν παῤ ἡμῖν ἐξ ἴσου ἄπορον. τούτων δὲ ὑφεστώτων, φησί, λοιπὸν εἰπεῖν ὡς αὐθιγενεῖς εἰσι μνήμην τοῦ πρώτου σπέρματος οὐ λαβόντες, ἀεὶ δὲ ὑπάρχοντες ὃν τρόπον ἔνιοι τῶν καλουμένων ὡρίσαντο φυσικῶν.