Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(16) Ὁ δὲ στόμαχος καὶ αὐτὸς ἄνωθεν ἔχων ἀπὸ τῆς ἐπιγλωττίδος, ὡς προεῖπον, ἔχεται τῆς τραχείας ἀρτηρίας, συνεχὴς ὢν τῇ ῥάχει ὑμέσι λεπτοῖς, ἀποτελευτᾷ δὲ διὰ τοῦ ζώματος εἰς τὴν κοιλίαν τὴν λεγομένην ἄνω, νευρώδης ὢν τῇ φύσει καὶ τάσιν ἔχων.

(17) ἡ δὲ ἄνω κοιλία ὁμοία ἐστὶ τῇ κυνείᾳ κοιλίαι οὐ γὰρ πολλῷ τοῦ ἐντέρου ἡμῶν εὐρυτέρα ἐστίν, ἀλλ᾿ οἷον ἔντερον εὖρος ἔχον ἐστί. διὰ δὲ τὸ τοιαύτην ἔχειν ἡμᾶς τὴν ἄνω κοιλίαν μόνος ὁ ἄνθρωπος καὶ ὁ κύων ἐμεῖ. στενῆς γὰρ οὔσης [*](2 ἔστι] Arist. hist. anim. A 16 p. 495a23 ἔστι δ᾿ ἡ μὲν ἀρτηρία χονδρώδης τὴν φύσιν καὶ ὀλίγαιμος 3 μέση] Arist. l. c. p. 495a27 μεταξὺ δ᾿ ἔχει τῶν τρήσεων τὴν ἐπιγλωττίδα καλουμένην, ἐπιπτύσσεσθαι δυναμένην ἐπὶ τὸ τῆς ἀρτηρίας τρῆμα τὸ εἰς τὸ στόμα τεῖνον 6 συμβαίνει] Arist. l. c. p. 495b8 φυσωμένης δὲ τῆς ἀρτηρίας διαδίδωσιν εἰς τὰ κοῖλα μέρη τοῦ πλεύμονος τὸ πνεῦμα. ταῦτα δὲ διαφύσεις ἔχει χονδρώδεις εἰς ὀξὺ συνηκούσας· ἐκ δὲ τῶν διαφύσεων τρήματα διὰ παντός ἐστι τοῦ πλεύμονος, ἀεὶ ἐκ μειζόνων εἰς ἐλάττω διαδιδόμενα. συνήρτηται δὲ καὶ ἡ καρδία τῇ ἀρτηρίᾳ πιμελώδεσι καὶ χονδρώδεσι καὶ ἰνώδεσι δεσμοῖς· ᾖ δὲ συνήρτηται κοῖλόν ἐστιν 12 ἐμπνευματουμένης] Arist. l. c. p. 495b14 φυσωμένης δὲ τῆς ἀρτηρίας ἐν ἐνίοις μὲν οὐ κατάδηλον ποιεῖ, ἐν δὲ τοῖς μείζοσι τῶν ζῴων δῆλον ὅτι εἰσέρχεται τὸ πνεῦμα εἰς αὐτήν. ἡ μὲν οὖν ἀρτηρία τοῦτον ἔχει τὸν τρόπον, καὶ δέχεται μόνον τὸ πνεῦμα καὶ ἀφίησιν, ἄλλο δ᾿ οὐθὲν οὔτε ξηρὸν οὔθ᾿ ύγρόν, ἢ πόνον παρέχει, ἕως ἂν ἐκβήξῃ τὸ κατελθόν 18 ὁ δὲ στόμαχος] Arist. l. c. p. 495b19 ὀ δὲ στόμαχος ἤρτηται μὲν ἄνωθεν ἀπὸ τοῦ στόματος, ἐχόμενος τῆς ἀρτηρίας, συνεχὴς ὢν πρός τε τὴν ῥάχιν καὶ τὴν ἀρτηρίαν ὑμενώδεσι δεσμοῖς, τελευτᾷ δὲ διὰ τοῦ διαζώματος (ζώματος Ca) εἰς τὴν κοιλίαν, σαρκοειδὴς ὢν τὴν φύσιν, καὶ τάσιν ἔχων καὶ ἐπὶ μῆκος καὶ ἐπὶ πλάτος. ἡ δὲ κοιλία ἡ τοῦ ἀνθρώπου ὁμοία τῇ κυνείᾳ ἐστίν· οὐ πολλῷ γὰρ τοῦ ἐντέρου μείζων, ἀλλ᾿ ἐοικυῖα οἱονεὶ ἐντέρῳ εὖρος ἔχοντι· εἶτα ἔντερον ἀπλοῦν εἰλιγμένον, εἶτα ἔντερον ἐπιεικῶς πλατύ 24 μόνος ὁ ἄνθρωπος . . . ἐμεῖ] vide notas ad p. 31, 2) [*](2 τί D ἡ addidi 11 καὶ χονδρώδεις addidi ex Arist. 17 ἀναβήξη ex ἀναβήξει correxit D1 18 post ἔχων fortasse τὴν ἀρχὴν addendum 19 ὡς προεῖπον] an A 111?)

39
καὶ ὀρθῆς καὶ κόλπον μὴ ἐχούσης, ἡ ἐπάνοδος ἡ τῶν σιτίων κατ᾿ εὐθυπορίαν ἐπὶ τὸν στόμαχον εὐκόπως παραγίνεται· τοῖς δὲ ἔχουσιν εὐρείας καὶ σκολιὰς τὰς κοιλίας οὐ ῥᾳδίως συμβαίνει.

(18) ὑπόκειται δὲ τὸ ἔντερον τῇ κοιλίᾳ διπλοῦν εἱλιγμένον, ἐπιεικῶς πλατύ· περὶ δὲ τοῦ μεγέθους αὐτοῦ οὐδὲν εἴρηκεν ὁ Ἀριτοτέλης.

(19) Ἡ δὲ λεγομένη κάτω κοιλία ἐκπέφυκε μὲν | ἐκ τοῦ ἐντέρου, [*](f. 336v) ὁμοία δέ ἐστι τῷ σχήματι τῇ ὑείᾳ· πλατεῖα γάρ ἐστι καὶ κοίλη. τὸ δ᾿ ἀπ᾿ αὐτῆς πρὸς τὴν ἕδραν παχὺ καὶ βραχὺ ὑπάρχει, ὃ δὴ καὶ ἀρχὸν καλοῦσι.

(20) τὸ δὲ λεγόμενον ἐπίπλοον ἀπὸ μὲν τῆς ἄνω κοιλίας ἤρτηται, ἔστι δὲ τὴν φύσιν ὑμὴν πιμελώδης. ὑπεράνω δὲ τῶν ἐντέρων τὸ μέσον ὑμενῶδές ἐστι καὶ πῖον, ἐξήρτηται δὲ ἐκ τῆς μεγάλης φλεβὸς καὶ τῆς καλουμένης ἀορτῆς, καὶ διὰ τούτου φλέβες πολλαὶ καὶ λεπταὶ κατατείνουσι πρὸς τὴν τῶν ἐντέρων φύσιν. τὰ μὲν οὖν περὶ τὸν στόμαχον καὶ ἀρτηρίαν καὶ ἔτι περὶ τὴν κοιλίαν καὶ ἔντερα τοιοῦτον ἔχει τὸν τρόπον.

(21) Ἡ δὲ καρδία κεῖται μὲν παρὰ τὸν ἀριστερὸν μαστόν, τοῖς δ᾿ ἄλλοις ζῴοις ἐν μέσῳ πᾶσι κεῖται, ἔστι δὲ στρογγυλωτέρα τῶν ἄλλων, καὶ ἔχει τὸ ὀξὺ αὐτῆς ἔμπροσθεν. ἔχει δὲ ἐν αὐτῇ, φησί, κοιλίας τρεῖς, ἀλλ᾿ οὐ καθάπερ οἱ πολλοὶ ἔφασαν τῶν ἰατρῶν δύο, ὧν τὴν μὲν μεγίστην ἐν τοῖς δεξιοῖς, τὴν δὲ ἐλαχίστην ἐν τοῖς ἀριστεροῖς, σύμμετρον δὲ τὴν μέσην. κάτωθεν δὲ ἐκ τῆς προσφύσεως τῆς καρδίας κατὰ μὲν τὴν μεγίστην αὐτῆς [*](6 κάτω κοιλία] Arist. hist. anim. Α 16 p. 495b27 ἡ δὲ κάτω κοιλία ὁμοία τῇ ὑείᾳ· πλατεῖά τε γάρ ἐστι, καὶ τὸ ἀπὸ ταύτης πρὸς τὴν ἔδραν παχὺ καὶ βραχύ 9 ἐπίπλοον] Arist. l. c. p. 495b29 τὸ δ᾿ ἐπίπλοον ἀπὸ μέσης τῆς κοιλίας ἤρτηται, ἔστι δὲ τὴν φύσιν ὑμὴν πιμελώδης 10 ὑπεράνω] Arist. l. c. p. 495b31 ὑπὲρ δὲ τῶν ἐντέρων τὸ μεσεντέριόν ἐστιν· ὑμενῶδες δ᾿ ἐστὶ τοῦτο καὶ πλατύ, καὶ πῖον γίνεται. ἐξήρτηται δὲ ἐκ τῆς μεγάλης φλεβὸς καὶ τῆς ἀορτῆς, καὶ δι᾿ αὐτοῦ φλέβες πολλαὶ καὶ πυκναὶ κατατείνουσαι (κατατείνουσι Da cf. Aubert) πρὸς τὴν τῶν ἐντέρων θέσιν (φύσιν P Da), ἄνωθεν ἀρξάμεναι μέχρι κάτω. τὰ μὲν οὖν περὶ τὸν στόμαχον καὶ τὴν ἀρτηρίαν οὕτως ἔχε, καὶ τὰ περὶ τὴν κοιλίαν 15 καρδία] Arist. l. c. A 17 p. 496a14 κεῖται δὲ τὴν θέσιν ἐν μὲν τοῖς ἄλλοις κατὰ μέσον τὸ στῆθος, ὅσα ἔχει στῆθος, τοῖς δ᾿ ἀνθρώποις ἐν τοῖς ἀριστεροῖς μᾶλλον, μικρὸν τῆς διαιρέσεως τῶν μαστῶν ἐγκλίνουσα εἰς τὸν ἀριστερὸν μαστὸν ἐν τῷ ἄνω μέρει τοῦ στήθους. καὶ οὔτε μεγάλη, τό τε ὅλον αὐτῆς εἶδος οὐ πρόμηκές ἐστιν, ἀλλὰ στρογγυλώτερον· πλὴν τὸ ἄκρον εἰς ὀξὺ συνῆκται. ἔχει δὲ κοιλίας τρεῖς, ὥσπερ εἴρηται, μεγίστην μὲν τὴν ἐν τοῖς δεξιοῖς, ἐλαχίστην δὲ τὴν ἐν τοῖς ἀριστεροῖς, μέσην δὲ μεγέθει τὴν ἀνὰ μέσον· καὶ εἰσὶν εἰς τὸν πνεύμονα τετρημέναι πᾶσαι. ἀμφοτέρας δὲ ἔχει τὰς δύο μικράς, καὶ εἰς τὸν πλεὺμονα τετρημένας ἀπέσας. κατάδηλον δὲ κατὰ μίαν τῶν κοιλιῶν κάτωθεν ἐκ τῆς προσφύσεως· κατὰ μὲν τὴν μεγίστην κοιλίαν ἐξήρτηται τῇ μεγίστῃ φλεβί, πρὸς ἥν καὶ τὸ μεσεντέριόν ἐστι, κατὰ δὲ τὴν μέσην τῇ ἀορτῇ. φέρουσι δὲ καὶ εἰς τὸν πλεύμονα πόροι ἀπὸ τῆς καρδίας, καὶ σχζονται τὸν αὐτὸν τρόπον ὅνπερ ἡ ἀρτηρία, κατὰ πάντα τὸν πλεύμονα παρακολουθοῦντες τοῖς ἀπὸ τῆς ἀρτηρίας 18 οἱ πολλοὶ ἔφασαν τῶν ἰατρῶν] Hippoer. de cord. I 436 K. Aristotelem refutat Galenus I 621 K.) [*](4 διπλοῦν D: ἀπλοῦν seribendum ex Arist. εἰλιγμένον D 6 ἐντέρου scripsi: ἑτέρου D 13 φύσιν D: scribendum θέσιν ex Arist. 14 τοιοῦτον scripsi: τοσοῦτον D 15 ante ἡ δὲ καρδία lemma praefigit Καρδία D 17 αὐτῆς scripsi: αὐτοῖς D 18 τὴν μὲν μεγίστην scripsi: τὸ μὲν μεγίτοις D 20 προσφσεως scripsi ex Arist.: φύσεως D)

40
κοιλίαν, λέγω δὴ τὴν ἐν τοῖς δεξιοῖς, προσήρτηται ἡ μεγάλη λεγομένη φλέψ, κατὰ δὲ τὴν μέσην αὐτῆς κοιλίαν προσήρτηται ἡ καλουμένη ἀορτὴ φλέψ.

(22) φέρουσι δὲ καὶ εἰς τὸν πνεύμονα πόροι λεπτοὶ ἀπὸ τῆς καρδίας, καὶ σχίζονται κατὰ πάντα τὸν πνεύμονα, οἵτινες τῇ καρδίᾳ, ὡς προεῖπον, διαδιδόασι τὸ πνεῦμα. ἔχει δὲ ἐν ἑκάστῃ κοιλίᾳ ἡ καρδία αἷμα πολὺ καὶ παχύ, λεπτότατον δέ ἐστι τὸ ἐν τῇ μέσῃ.

(23) Ο δὲ πνεύμων προσήρτηται μὲν τῇ ῥάχει, νεύει δὲ μᾶλλον εἰς τὰ ἀριστερά, ὅμοιος δέ ἐστι κατὰ τὸ κύρτωμα βοείῳ. οὔτε πολυσχιδής ἐστιν οὔτε λεῖος, ἀλλὰ πολλὰς ἀνωμαλίας ἐν ἑαυτῷ ἔχων κινεῖται συνεχῶς. πῇ μὲν γὰρ διίσταται, πῇ δὲ συστέλλεται, ὅθεν καὶ ἀθεράπευτος· τῇ γὰρ πυκνοτέρᾳ κινήσει ἐναντία πᾶσα θεραπεία ἐπ᾿ αὐτοῦ.

(24) ἔχει δὲ ἐν ἑαυτῷ αἷμα πλεῖστον. οἱ δὲ νομίζοντες αὐτὸν εἶναι κενὸν διηπάτηνται θεωροῦντες τοὺς ἐξαιρουμένους ἐκ τῶν ἱερείων κενοὺς αἵματος, οὐ γινώσκοντες δ᾿ ὅτι ὑπὸ τὴν σφαγὴν ἐκκρίνεται ἐξ αὐτῶν τὸ αἷμα.

(25) ὑπὸ δὲ τὸν | πνεύμονά ἐστι τὸ διάζωμα· οἱ δὲ διάφραγμα, ἄλλοι δὲ φρένας. [*](f. 337r) προσαγορεύουσιν· ὑμὴν νευρώδης. καὶ πρὸς μὲν τὰς πλευρὰς ἀμφοτέρας καὶ τὸ ὑποχόνδριον καὶ τὴν ῥάχιν συνηρτημένος ἐστίν, ἐν μέσῳ δὲ ἔχων λεπτά.

(26) ὑπὸ δὲ τοῦτο ἐν τοῖς δεξιοῖς κεῖται τὸ ἧπαρ, τῷ σχήματι στρογγύλον μᾶλλον καὶ οὐ μακρόλοβον, τὸ δὲ ποσάλοβόν ἐστιν οὐκ ἔτι εἴρηκεν ὁ Ἀριστοτέλης. καὶ ἐπὶ μὲν πολλῶν φησιν οὐκ ἔχον ἐφ᾿ ἑαυτῷ χολὴν τεθεώρηται, ἀλλὰ παρὰ τῷ ἐντέρῳ· ἐπὶ δὲ ὀλίγων τοῦτο ὦπται. ἐκ δὲ τῶν εὐωνύμων σπλὴν μέλας, λεπτός, ἄνισος, πλατύς.

[*](5 ἔχει] Arist. hist. anim. A 17 p. 496b9 ἐν ἑκάστῃ γὰρ ἔχει αἶμα τῷν κοιλιῶν, λεπτότατον δ᾿ ἐστὶ τὸ ἐν τῇ μέσῃ 8 οὔτε πολυσχδής] Arist. l. c. A 16 p. 495b1 ἔστι δ᾿ οὐ πολυ- σχιδὴς ὁ τοῦ ἀνθρώπου, ὥσπερ ἐνίων ζῳοτόκων, οὐδὲ λεῖος, ἀλλ᾿ ἔχει ἀνωμαλίαν 11 ἔχει] Arist. l. c. A 17 p. 496a35 αἷμα δὲ πλεῖστον μὲν ὁ πλεύμων ἔχει τῶν ἐν τοῖς ζῴοις μορίων . . . ἀλλ᾿ οἱ νομίζοντες εἶναι κενὸν διηπάτηνται, θεωροῦντες τοὺς ἐξῃρημένους ἐκ τῶν διαιρου- μένων τῶν ζῴων, ὧν εὐθέως ἐξελήλυθε τὸ αἶμα ἀθρόον 14. 15 ὑπὸ δὲ τὸν πνεύμονα] Arist. l. c. p. 496b 10 ὑπὸ δὲ τὸν πνεύμονά ἐστι τὸ διάζωμα τὸ τοῦ θώρακος, αἱ καλούμεναι φρένες, πρὸς μὲν τὰ πλευρὰ καὶ τὰ ὑποχόνδρια καὶ τὴν ῥάχιν συνηρτημέναι, ἐν μέσῳ δ᾿ ἔχει τὰ λεπτὰ καὶ ὑμενώδη 15 διάφραγμα] cf. Galen. VIII 611K. τὸ μὲν διάφραγμα παραφροσύνην ἑτοιμοτάτην φέρει, διόπερ καὶ προσαγορεύεσθαί φασιν αὐτὸ φρένας ὑπὸ τῶν ἰατρῶν. cf. XX 199, Schol. AD ad Iliad. A 579 φρένας ὁ ποιητὴς καὶ πάντες οἱ παλαιοὶ ἐκάλουν τὸ διάφραγμα. Arist. part. anim. Γ 10 p. 672b10 τοῦτο δὲ τὸ διάζωμα καλοῦσί τινες φρένας· ὃ διορίζει τόν τε πλεύμονα καὶ τὴν καρδίαν 18 ὑπὸ δὲ τοῦτο] Arist. hist. anim. A 17 p. 496b15 ὑπὸ δὲ τὸ διάζωμα ἐν μὲν τοῖς δεξιοῖς κεῖται τὸ ἦπαρ, ἐν δὲ τοῖς ἀριστεροῖς ὁ σπλήν . . . τὴν δ᾿ ὄψιν ἐστὶν ὁ τοῦ ἀνθρώπου σπλὴν στενὸς καὶ μακρός, ὅμοιος τῷ ὑείῳ. τὸ δ᾿ ἧπαρ ὡς μὲν ἐπὶ τὸ πολὺ καὶ ἐν τοῖς πλείστοις οὐκ ἔχει χολήν, ἐπ᾿ ἐνίοις δὲ ἔπεστιν· στρογγύλον δ᾿ ἐστὶ τὸ τοῦ ἀνθρώπου ἧπαρ καὶ ὅμοιον τῷ βοείῳ . . . ibid. B 15—16 p. 506a20 χολὴν δὲ τῶν ζῴων τὰ μὲν ἔχει τὰ δὲ οὐκ ἔχει ἐπὶ τῷ ἥπατι . . . p. 506b11 οἱ δὲ πρὸς τοῖς ἐντέροις ἔχουσιν, ἀποτεταμένην ἀπὸ τοῦ ἥπατος πόροις ἐνίοις πάνυ λεπτοῖς. ἡ μὲν οὐν ἀμία παρὰ τὸ ἔντερον παρατεταμένην ἰσομήκη ἔχει etc.)[*](4. 5 ὡς προεῖπον] cf. p. 38, 8—14 12 αὐτὸν scripsi: αὐτὸ D 14 δ᾿ addidi 20 ἔχον scripsi: ἔχων D)
41

(27) Οἱ δὲ νεφροὶ πρὸς τῇ ῥάχει κεῖνται, ὅμοιοι τοῖς ὑείοις, ἀνωτέρω δὲ ὁ δεξιὸς κεῖται, καὶ ψαύει ἄκρου τοῦ ἥπατος, καὶ ἐλάττω πιμελὴν ἔχει. ἔχουσι δὲ καὶ κοιλίαν ἐν ἑαυτοῖς. ἐκ δὲ τῶν κοιλιῶν τούτων καθήκουσιν εἰς τὴν κύστιν πόροι, δύο μὲν νεανικοί, ἄλλοι δὲ λεπτοὶ φλεβώδεις, καὶ ἐξήρτηνται φλέβες μέγεθος ἔχουσαι. τῷ δὲ ἐκ τῆς κύστεως τραχήλῳ συνήνωται τὸ αἰδοῖον, ἐκ δὲ τούτου ὄρχεις ἐν ὀσχέῳ κεῖνται.

(28) Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν τῇ θηλείᾳ πέφυκε πάντα τὰ αὐτὰ καὶ παραπλήσια· διαφέρει δὲ οὐδὲν ἢ ταῖς ὑστέραις.

(29) ἔστι δὲ ἡ φύσις τῆς ὑστέρας νευρώδης, ὀλίγην σαρκὸς μοῖραν ἔχουσα ἐντός· ἡ δὲ θέσις αὐτῆς μεταξὺ. ἀρχοῦ καὶ κύστεως, μικρὸν ὑπεράνω τῆς ἤβης· τὸ δὲ σχῆμα αὐτῆς ἐκ τῶν ὑπογραφῶν τῶν ἐν ταῖς ἀνατομαῖς θεωρεῖται.

(30) συγκινεῖται δὲ ὁ τράχηλος τῆς μήτρας τῇ διανοίᾳ καθάπερ καὶ τὸ τοῦ ἀνδρὸς αἰδοῖον πρὸς τὰς ἐπιθυμίας ἀναχωροῦν, ἄνω καὶ κάτω. ἔστι δὲ ὅτε καὶ ἀπροαιρέτως καὶ εἰς τὰ δεξιὰ καὶ εἰς τὰ εὐώνυμα ἀναβαίνει οὐ μόνον ὁ τράχηλος αὐτῆς, ἀλλὰ καὶ τὸ ὅλον κύτος· εἰσὶ δὲ αἷς καὶ ἀνεδιπλώθη καὶ πρὸς τὴν ἐπιφάνειαν ἧλθεν. ἀλλὰ περὶ μὲν τῶν μορίων τῶν ἐντὸς καὶ ἐκτὸς ὡς ἐν ἐπιδρομῆς μέρει ἐπὶ τοσοῦτόν μοι ἐπιτετροχάσθω.