Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(141) τῶν πτηνῶν αἱ αἴθυιαι καὶ ὁ χαραδριὸς κωφά ἐστιν· οὔτε γὰρ φθέγγεται οὔτε ἀκούει.

(142) μόνος ὁ ὄφις τὴν κεφαλὴν εἰς τὰ ὀπίσω στρέφει τοῦ ὅλου σώματος ἀκινητίζοντος.

(143) μόνη ἡ πάρδαλις τὸ ἄκρον τῆς οὐρᾶς κινεῖ τῆς ὅλης οὐρᾶς ἀκινητιζούσης.

(144) ἡ ἔχις μόνη τῶν ὄφεων ζῳοτοκεῖ.

(145) τὰ μέλανα ζῷα τῶν λευκῶν ἰσχυρότερά ἐστι.

(146) τὰ ἄναιμα τῶν ζῴων διαιρούμενα μᾶλλον τῶν ἐναίμων [*](1. 2 τὰ ὀστρακόδερμα] Arist. mot. anim. 5 p. 706a13 τὰ στρομβώδη τῶν ὀστρακοδέρμων δεξιὰ πάντ᾿ ἐστίν. οὐ γὰρ ἐπὶ τὴν ἑλίκην κινεῖται, ἀλλ᾿ ἐπὶ τὸ καταντικρὺ πάντα προέρχεται, οἷον πορφύραι καὶ κήρυκες 3 ἐχῖνοι] Arist. hist. anim. Δ 5 p. 530a34 ἔστι δὲ γένη πλείω τῶν ἐχίνων, ἓν μὲν τὸ ἐσθιόμενον· τοῦτο δ᾿ ἐστὶν ἐν ᾧ τὰ καλούμενα ῴὰ μεγάλα ἐγγίνεται καὶ ἐδώδψα, ὁμοίως ἐν μείζοσι καὶ ἐλάττοσιν· καὶ γὰρ εὐθὺς ἔτι μικροὶ ὄντες ἔχουσι ταῦτα. 5 p. 530b29 ὑπὸ δὲ τὴν κοιλίαν ἐν ἄλλῳ ὑμένι τὰ καλούμενα ῴά ἐστιν, ἴσα τὸν ἀριθμὸν ἔντα ἐν πᾶσιν· πέντε γάρ ἐστι τὸ πλῆθος καὶ περιττά. cf. p. 530a29 4 λέγεται] Ael. nat. anim. IX 47 p. 235, 7 H. τοὺς ἐχίνους ἔτι ζῶντας καὶ ἐν τοῖς ὀστράκοις ὄντας καὶ προβεβλημένους τὰ κέντρα εἴ τις συντρίψας καὶ διαρρίψας ἐς τὴν θάλατταν ἄλλο ἄλλῃ τρύφος καταλίποι, τὰ δὲ ἄρα συνέρχεται αὖθις καὶ ἑνοῦται καὶ τὸ συγγενὲς θρύμμα ἀνέγνω, καὶ προσπλακέντα συνέφυ. καὶ ὁλόκληροι γίνονται φύσει τινὶ θαυμαστῇ καὶ ἰδίᾳ αὖθις. cf. Opp. Hal. I 318 5 μόνος] Arist. hist. anim. Δ 7 p. 532b10 ὁ δὲ τέττιξ μόνον τῶν τοιούτων καὶ τῶν ἄλλων ζῴων στόμα οὐκ ἔχει, ἀλλ᾿ οἷον τοῖς ὀπισθοκέντροις τὸ γλωττοειδές, τοῦτο μακρὸν καὶ συμφυὲς καὶ ἀδιάσχιστον, δι᾿ οὖ τῇ δρόσῳ τρέφεται μόνον· ἐν δὲ τῇ κοιλίᾳ οὐκ ἴσχει περίττωμα 8 αἱ ἀκρίδες] Arist. hist. anim. Δ 9 p. 535b11 αἱ δ᾿ ἀκρίδες τοῖς πηδαλίοις τρίβουσαι ποιοῦσι τὸν ψόφον 9 τῶν ἐνύδρων] Arist. hist. anim. Δ 11 p. 538a25 ἐν δἔ τοῖς ᾠοτόκοις καὶ τοῖς σκωληκοτόκοις, οἷον ἔν τε τοῖς ἰχθύσι καὶ ἐπὶ τῶν ἐντόμων μείζω τὰ θήλεα τῶν ἀρρένων ἐστίν 10 τῶν πτηνῶν] unde haec? aliter Arist. hist. anim. I 1 p. 615a1 ἔστι δ᾿ ὁ χαραδριὸς καὶ τὴν χρόαν καὶ τὴν φωνὴν φαῦλος 11 μόνος] Arist. hist. anim. Δ 11 p. 691b31 ἴδιον δὲ πρὸς τὰ συγγενῆ τῶν ζῴων ὑπάρχει τοῖς ὄφεσι τὸ στρέφειν τὴν κεφαλὴν εἰς τοὔπισθεν ἠρεμοῦντος τοῦ λοιποῦ σώματος. cf. B 12 p. 504a 16 12 μόνη] cf. B § 251 13 ἡ ἔχις] Arist. hist. A 6 p. 490b24 οἱ μὲν ἄλλοι ῴοτοκοῦσιν ὄφεις, ἡ δ᾿ ἔχιδνα μόνον ζῳοτοκεῖ 14 τὰ μέλανα] Arist. de color. p. 798b1 τὰ πλεῖστα τῶν ζῴων ἀσθενέστερα γίνεται τὰ λευκὰ τῶν μελάνων 15 τὰ ἄναιμα] Arist. mot. anim. 7 p. 707a24 τῶν μὲν γὰρ ἐναίμων οὐδὲν εἰς πλείω διαιρούμενον δύναται ζῆν οὐθένα χρόνον ὡς εἰπεῖν . . . τῶν δ᾿ ἀναίμων τε καὶ πολυπόδων ἔνια διαιρούμενα δύναται ζῆν πολὺν χρόνον ἑκάστῳ τῶν μερῶν καὶ κινεῖσθαι τὴν αὐτὴν ἤνπερ καὶ πρὶν διαιρεθῆναι κίνησιν) [*](2 κήρυκες πορφύραι P: κήρυκες καὶ πορφύραι Sauppe 3 τὴν ἕλικα Sauppe: τὸν ἔλικα P: τὸν ἕλικα Rose ἐπὶ τὸ Rose: ἐπὶ τὸν P οἱ addidit Rose 10 αἴθυαι P 10. 11 οὔτε γὰρ P: οὐδὲ γὰρ exhibet Rose 15 ἄναιμα Rose: ἔναιμα P)

35
ζῇ.

(147) τὰ βλητικὰ τῶν ζῴων οὐ διὰ τὸ ἀφιέναι τι διὰ τοῦ κέντρου τὴν ὀδύνην παρέχει ἀλλὰ διὰ τὴν λεπτότητα τοῦ κέντρου, ὅθεν καὶ τὰ μάλιστα λεπτοὺς ἔχοντα τοὺς ὀδόντας ταῦτα καὶ τὴν ὀδύνην χαλεπωτέραν ποιεῖ.

(148) τὰ μαλάκια πάντα πᾶσαν ὥραν ὀχεύει ἀλλ᾿ οὐχ ἑστῶτας τοὺς καιροὺς τῆς ὀχείας ἔχει, καθάπερ καὶ οἱ ἰχθύες.

(149) τῶν ἰχθύων οἱ μὲν ᾠοτοκοῦντες τῷ ἔαρι λιπαροί, οἱ δὲ ζῳοτοκοῦντες τὸ μετόπωρον.

(150) οὐδέποτε ὀστρακόδερμον ἢ μαλάκον ἐν τῷ Πόντῳ γίνεται, λέγεται δὲ ὡς οὐδὲ θηρίον τῶν δυναμένων ἀδικεῖν τοὺς ἰχθῦς.

(151) τὰ λεπίδας ἔχοντα ᾠοτοκεῖ.

(152) μόνη χελώνη τῶν ᾠοτοκούντων κύστιν ἔχει.

(153) οὐδὲν τῶν ὀστρακοδέρμων οὔτε θῆλύ ἐστιν οὔτε ἄρρεν.

(154) τῶν ἐντόμων ἐν τῇ ὀχείᾳ τὸ θῆλυ εἰς τὸ ἄρρεν ἐνίησι τὸ αἰδοῖον εἰς τὸ ἀναλογοῦν τῷ αἰδοίῳ.

(155) Ὅσα μὲν οὖν δυνατὸν ἀναλεξάμενον ὡς ἐν ἐπιδρομῆς μέρει καθολικώτερον εἰπεῖν σχεδὸν εἴρηται. ἐν δὲ τῷ ἐχομένῳ, ὡς προεῖπον, κατ᾿ εἶδος ἑκάστου ζῴου τάς τε πράξεις καὶ τοὺς βίους, ἔτι δὲ τὰ ἤθη καὶ πόσα δύναται ἕκαστον ζῆν ἔτη ἀναγραφῆς ἀξιώσας ἀναθήσομαί σοι: —

(1) Ἐν τῇδε τῇ συντάξει, τὸν ἀριθμὸν οὔσῃ δευτέρᾳ, πειράσομαι, [*](f. 335a) προγράφων περὶ οὖ ἐστιν ὁ λόγος ζῴου ὄνομα, προσυποτάσσειν τούτῳ ὅσα τὸ προταχθὲν ζῷον μόρια κέκτηται, εἶτα περὶ τῆς ὀχείας αὐτοῦ καὶ πόσους [*](1 τὰ βλητικὰ] ex Aristotele haec non sumpta sunt. ex Theophrasti Zoicis sumpto putat Sauppe, cum βλητικὸς Aristotelicum non sit, sed ex illius Zoicis citetur ab Athen. VII p. 314B cf. Laert. Diogen. V 43 et Ael. N. A. III 32 4 τὰ μαλάκια] unde haec? cf. Arist. gener. anim. Γ 8 p. 757b31 sqq. 5. 6 τῶν ἰχθύων] Arist. hist. anim. I 37 p. 621b19 ἀκμάζουσι δὲ τῶν ἰχθύων οἱ μὲν ᾠοφόροι τοῦ ἔαρος, μέχρι οὖ ἂν ἐκτέκωσιν, οἱ δὲ ζῳοτόκοι τοῦ μετοπώρου 7 οὐδέποτε] Arist. hist. anim. Θ 28 p. 606a10 καὶ ἐν μὲν τῷ Πόντῳ οὕτε τὰ μαλάκια γίνεται οὔτε τὰ ὀστρακόδερμα, εἰ μὴ ἔν τισι τόποις ὀλίγα 8 λέγεται] Arist. hist. anim. Θ 13 p. 598b1 ἔξω γὰρ δελφῖνος καὶ φωκαίνης οὐδέν ἐστιν ἐν τῷ Πόντῳ. cf. supra § 38 cum adnotatis 8. 9 τὰ λεπίδας ἔχοντα] Arst. hist. anim. B 13 p. 505b2 εἰσὶ δ᾿ αὐτῶν (τῶν ἰχθύων) οἱ μὲν ῴοτόκοι, οἱ δὲ ζῳοτόκοι, οἱ μὲν λεπιδωτοὶ πάντες ῴοτόκοι, τὰ δὲ σελάχη πάντα ζῳοτόκα πλὴν βατράχρυ 9 μόνη] Arist. hist. anim. Γ 15 p. 519b14 ἔχει δὲ κύστεν οὐ πάντα, ἀλλὰ τὰ μὲν ζῳοτόκα πάντα, τῶν δ᾿ ᾠοτόκων ἡ χελώνη μόνον. cf. gener. anim. A 13 p. 720a5 10 οὐδὲν] Arist. hist. anim. Δ 11 p. 537b24 ἔστι δ᾿ οὐθὲν ἄρρεν καὶ θῆλυ ἐν τοῖς μονίμοις, οὐδ᾿ ὅλως ἐν τοῖς ὀστρακοδέρμοις. cf. gener. anim. A 23 p. 731b8—14 11 τῶν ἐντόμων] Arist. hist. anim. E 8 p. 541b34 τὰ δ᾿ ἔντομα συνέρχεται μὲν ὄπισθεν, εἶτ᾿ ἐπιβαίνει τὸ ἔλαττον ἐπὶ τὸ μεῖζον· τοῦτο δ᾿ ἐστὶ τὸ ἄρρεν. ἐναφίησι δὲ τὸν πόρον κάτωθεν τὸ θῆλυ εἰς τὸ ἄρρεν τὸ ἐπάνω, ἀλλ᾿ οὐ τὸ ἄρρεν εἰς τὸ θῆλυ, ὤσπερ ἐπὶ τῶν ἄλλων) [*](5 καὶ delevit Schone 9 χελόνη P 15 ἔτι δὲ τὰ ἤθη Rose: ἔτη δὲ τὰ ἔθη P 14 ὡς προεῖπον] supra § 53 17 B addidi 20 προταχθὲν scripsi: προταθὲν D)

36
κύειν δύναται μῆνας, περί τε τῆς ἐκτέξεως ποῖα καὶ πόσα ὑπομένει τίκτειν βρέφη· ἐπὶ πᾶσι δὲ τίς ὁ βίος τοῦ προγραφέντος ζῴου καὶ ποῖον τὸ ἦθος καὶ πόσα δύναται ζῆν ἔτη. τοῦτο δὲ ἐπειράσθην ποιῆσαι, ἵνα μὴ διῃρημένην ἐν πολλοῖς τὴν ὑπὸ Ἀριστοτέλους περὶ ζῴων πραγματείαν ἐπιπορεύῃ, συνηγμένην δὲ ὁμοῦ πᾶσαν τὴν ἐφ᾿ ἑνὶ ἑκάστῳ ζῴῳ ἱστορίαν ἔχῃς.

(2) Ἐπεὶ οὖν ἅ μὲν τῶν ζῴων ζῳοτοκεῖ, ἂ δὲ ᾠοτοκεῖ, ἅ δὲ σκωληκοτοκεῖ, πειράσομαι μὲν ἐν τούτῳ περὶ μόνων τῶν ζῳοτοκούντων τὸν λόγον ποιήσασθαι, ἀρξάμενος ἀπὸ τῶν πολυσχιδῶν, ἐχομένως δὲ περὶ τῶν διχηλῶν, εἶτα περὶ τῶν μωνύχων, ἐπὶ πᾶσι δὲ δηλώσω καὶ περὶ τῶν σελαχωδῶν λεγομένων ἰχθύων, ἐπειδὴ καὶ αὐτοὶ δοκοῦσι ζῳοτοκεῖν, ἀλλ᾿ οὐκ ᾠοτοκεῖν.

(3) ἐν δὲ ταῖς ἐχομέναις ταύτῃ δυσὶ συντάξεσι περὶ τῶν ᾠοτοκούντων ὁμοιοειδῶς τούτοις τὸν λόγον ποιήσομαι, τὴν ἀρχὴν λαβὼν ἀπὸ τῶν ἐνύδρων, τὸ δὲ περὶ τῶν σκωληκοτοκούντων εἶδος ὡς λεπτὸν καὶ ἀσθενὲς καὶ οὐκ ἄξιον ἱστορίας παραιτήσομαι.

(4) Ἐπειδὴ δὲ ὁ ἄνθρωπος περιττότερος τῶν ἄλλων ζῴων ὑπάρχει καὶ ἔστι πολυσχιδής, ἀρκτέον ἀπὸ τούτου.

(5) ὁ μὲν οὖν Ἀριστοτέλης χάριν τοῦ μηδὲν παριδεῖν ἐπὶ πολὺ περὶ τούτου ἐν τῷ πρώτῳ τῶν Ἱστοριῶν ἐκλελάληκε, πρῶτον μὲν διαιρῶν εἰς τὰ ἀξιολογώτατα μέρη τὸν ἄνθρωπον, εἶτα ταῦτα τέμνων εἰς μόρια, οἷον οὕτως· κεφαλή ἐστι | τὸ ἐπὶ τῷ f. 335v αὐχένι ἐπικείμενον, μόρια δὲ ταύτης βρέγμα, κορυφή, ἰνίον καὶ τἆλλα· καὶ πρόσωπόν ἐστι τὸ ὑπὸ τὸ κρανίον ὑποκείμενον, μέρη δὲ αὐτοῦ ῥίς, ὦτα, σιαγόνες καὶ τὰ ἄλλα. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν λοιπῶν πεποίηκε καὶ τὰ μέλη εἰς μέρη τέμνων ὑποδεικνύειν πειρᾶται.