Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Καὶ ὁ μὲν ἐπαναχθεὶς κατῆρεν εἰς Ἰταλίαν, εἵπετο δὲ αὐτῷ μειράκιον τῶν ἐν Σικελίᾳ εὖ γεγονότων, Κλεισθένης τοὔνομα, καὶ πάντων μετεῖχε τῶν

Ἱπποθόου κτημάτων, καλὸς ὤν.

Ὁ δὲ πορνοβοσκὸς ἤδη τῆς Ἀνθείας ὑγιαίνειν δοκούσης ἐνενόει ὅπως αὐτὴν ἀποδώσεται, καὶ δὴ προῆγεν αὐτὴν εἰς τὴν ἀγορὰν καὶ τοῖς ὠνησομένοις ἐπεδείκνυεν.

Ἐν τούτῳ δʼ ὁ Ἱππόθοος περιῄει τὴν πόλιν τὴν Τάραντα, εἴ τι καλὸν ὠνήσασθαι ζητῶν· καὶ ὁρᾷ τὴν Ἄνθειαν καὶ γνωρίζει καὶ ἐπὶ τῷ συμβάντι καταπλήσσεται καὶ πολλὰ πρὸς ἑαυτὸν ἐλογίζετο οὐχ αὕτη ἡ κόρη, ἣν ἐγώ ποτε ἐν Αἰγύπτῳ τιμωρῶν τῷ Ἀγχιάλου φόνῳ εἰς τάφρον κατώρυξα καὶ κύνας αὐτῇ συγκαθεῖρξα; Τίς οὖν ἡ μεταβολή; πῶς δὲ σώζεται; τίς ἡ ἐκ τῆς τάφρου φυγή; τίς ἡ παράλογος σωτηρία;

Εἰπὼν ταῦτα προσῆλθεν ὡς ὠνήσασθαι θέλων, καὶ παραστὰς αὐτῇ ὦ κόρη ἔφησεν, Αἴγυπτον οὐκ οἶδας οὐδὲ λῃσταῖς ἐν Αἰγύπτῳ περιπέπτωκας οὐδὲ ἄλλο τι ἐν ἐκείνῃ τῇ γῇ πέπονθας δεινόν; εἰπὲ θαρροῦσα, γνωρίζω γάρ σε.

Αἴγυπτον ἀκούσασα καὶ ἀναμνησθεῖσα Ἀγχιάλου καὶ τοῦ λῃστηρίου καὶ τῆς τάφρου ἀνῴμωξέ τε καὶ ἀνωδύρατο, ἀποβλέψασα δὲ εἰς τὸν Ἱππόθοον (ἐγνώρισε δὲ αὐτὸν οὐδαμῶς) πέπονθα φησὶν ἐν Αἰγύπτῳ πολλά, ὦ ξένε, καὶ δεινά, ὅστις ποτε ὢν τυγχάνεις, καὶ λῃσταῖς περιπέπτωκα· ἀλλὰ σὺ πῶς εἶπε γνωρίζεις τὰ ἐμὰ διηγήματα;

πόθεν δὲ εἰδέναι λέγεις ἐμὲ τὴν δυστυχῆ; διαβόητα μὲν γὰρ καὶ ἔνδοξα πέπονθα, ἀλλὰ σὲ οὐ γινώσκω τὸ σύνολον.