Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Ἡ δὲ τὰ μὲν πρῶτα ἀντέλεγεν αὐτῷ, ἀναξία εἶναι λέγουσα εὐνῆς δεσποτικῆς· τελευταῖον δὲ ὡς ἐνέκειτο Ἱππόθοος, οὐκέτʼ ἔχουσα ὅ τι ποιήσειε, κάλλιον εἶναι νομίζουσα εἰπεῖν πάντα αὐτῷ τὰ ἀπόρρητα ἢ παραβῆναι τὰς πρὸς Ἁβροκόμην συνθήκας, λέγει τὸν Ἁβροκόμην, τὴν Ἔφεσον, τὸν ἔρωτα, τοὺς ὅρκους, τὰς συμφοράς, τὰ λῃστήρια καὶ συνεχὲς Ἁβροκόμην ἀνωδύρετο·
ὁ δὲ Ἱππόθοος ἀκούσας ὅτι τε Ἄνθεια εἴη καὶ ὅτι γυνὴ τοῦ πάντων αὐτῷ φιλτάτου, ἀσπάζεταί τε αὐτὴν καὶ εὐθυμεῖν παρεκάλει καὶ τὴν αὑτοῦ πρὸς Ἁβροκόμην φιλίαν διηγεῖται. Καὶ τὴν μὲν εἶχεν ἐπὶ τῆς οἰκίας, πᾶσαν προσάγων ἐπιμέλειαν, Ἁβροκόμην αἰδούμενος· αὐτὸς δὲ πάντα ἀνηρεύνα, εἴ που τὸν Ἁβροκόμην ἀνεύροι.
Ὁ δὲ Ἁβροκόμης τὰ μὲν πρῶτα ἐπιπόνως ἐν τῷ Νουκερίῳ εἰργάζετο, τελευταῖον δὲ οὐκέτι φέρων τοὺς πόνους διέγνω νεὼς ἐπιβάς εἰς Ἔφεσον ἀνάγεσθαι.