Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
ἐγὼ δʼ ἀπέφευγον καὶ ἐβόων· ὁ δὲ ἄνθρωπος ἦν μὲν ὀφθῆναι φοβερός, φωνὴν δὲ πολλῷ εἶχε χαλεπωτέραν· καὶ τέλος ἡμέρα μὲν ἤδη ἐγίνετο, ἀφεὶς δέ με ἔπληξέ τε κατὰ τοῦ στήθους καὶ νόσον ταύτην ἔλεγεν ἐμβεβληκέναι.
Ἐκεῖθεν ἀρξαμένη ἄλλοτε ἄλλως ὑπὸ τῆς συμφορᾶς κατέχομαι. Ἀλλὰ δέομαί
σου, δέσποτα, μηδέν μοι χαλεπήνῃς· οὐ γὰρ ἐγὼ τούτων αἰτία. Δυνήσῃ γάρ με ἀποδόσθαι καὶ μηδὲν ἀπολέσαι τῆς δοθείσης τιμῆς. Ἀκούσας ὁ πορνοβοσκὸς ἠνιᾶτο μέν, συνεγίνωσκε δὲ αὐτῇ, ὡς οὐχ ἑκούσῃ ταῦτα πασχούσῃ.Καὶ ἡ μὲν ἐθεραπεύετο ὡς νοσοῦσα παρὰ τῷ πορνοβοσκῷ· ὁ δὲ Ἁβροκόμης ἀπὸ τῆς Σικελίας ἐπαναχθεὶς καταίρει μὲν εἰς Νουκέριον τῆς Ἰταλίας, ἀπορίᾳ δὲ τῶν ἐπιτηδείων ἀμηχανῶν ὅ τι ποιήσειε, τὰ μὲν πρῶτα περιῄει τὴν Ἄνθειαν ζητῶν·
αὕτη γὰρ ἦν αὐτῷ τοῦ βίου παντὸς καὶ τῆς πλάνης ἡ ὑπόθεσις· ὡς δὲ οὐδὲν εὕρισκεν (ἦν γὰρ ἐν Τάραντι ἡ κόρη παρὰ τῷ πορνοβοσκῷ), αὑτὸν ἀπεμίσθωσε τοῖς τοὺς λίθους ἐργαζομένοις.
Καὶ ἦν αὐτῷ τὸ ἔργον ἐπίπονον, οὐ γὰρ συνείθιστο τὸ σῶμα οὐδὲ αὑτὸν ὑποβάλλειν ἔργοις εὐτόνοις καὶ σκληροῖς· διέκειτο δὲ πονήρως καὶ πολλάκις κατοδυρόμενος τὴν αὑτοῦ τύχην ἰδοὺ φησὶν Ἄνθεια, ὁ σὸς Ἁβροκόμης ἐργάτης τέχνης πονήρας καὶ τὸ σῶμα ὑποτέθεικα δουλείᾳ·
καὶ εἰ μὲν εἶχόν τινα ἐλπίδα εὑρήσειν σὲ καὶ τοῦ λοιποῦ συγκαταβιώσεσθαι, τοῦτο πάντων ἂν τῶν δεινῶν με παρεμυθεῖτο· νυνὶ δὲ ἴσως κἀγὼ ὁ δυστυχὴς κενὰ καὶ ἀνόνητα πονῶ, καὶ σύ που τέθνηκας πόθῳ τῷ πρὸς Ἁβροκόμην. Πέπεισμαι γάρ, φιλτάτη, ὡς οὐκ ἄν ποτε οὐδὲ ἀποθανοῦσα ἐκλάθοιό μου.