Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
οὐχ ἱκαναὶ γὰρ αἱ πρότερον συμφοραί, τὰ δεσμά, τὰ λῃστήρια,
ἀλλʼ ἔτι καὶ πορνεύειν ἀναγκάζομαι; ὦ κάλλος δικαίως ὑβρισμένον, τί γὰρ ἡμῖν ἀκαίρως παραμένεις; Ἀλλὰ τί ταῦτα θρηνῶ καὶ οὐχ εὑρίσκω τινὰ μηχανήν, δι’ ἧς φυλάξω τὴν μέχρι νῦν τετηρημένην σωφροσύνην;Ταῦτα λέγουσα ἤγετο ἐπὶ τὸ οἴκημα τοῦ πορνοβοσκοῦ τὰ μὲν δεομένου θαρρεῖν τὰ δὲ ἀπειλοῦντος. Ὡς δὲ ἦλθε καὶ προέστη, πλῆθος ἐπέρρει τῶν τεθαυμακότων τὸ κάλλος, οἵ τε πολλοὶ ἦσαν ἕτοιμοι ἀργύριον κατατίθεσθαι τῆς ἐπιθυμίας.