Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Ἐνθέμενοι δὲ πάντα τὰ αὑτῶν νηὶ ἀνήγοντο εἰς Ἔφεσον, καὶ ἡμέραις οὐ πολλαῖς διανύσαντες τὸν πλοῦν ἧκον εἰς Ῥόδον· κἀκεῖ μαθόντες ὅτι οὐδέπω μὲν Ἁβροκόμης καὶ Ἄνθεια σώζοιντο, τεθνήκασι δὲ αὐτῶν οἱ πατέρες, διέγνωσαν εἰς Ἔφεσον μὴ κατελθεῖν, χρόνῳ δέ τινι ἐκεῖ γενέσθαι, μέχρι οὗ τι περὶ τῶν δεσποτῶν πύθωνται.

Ὁ δὲ πορνοβοσκὸς ὁ τὴν Ἄνθειαν ὠνησάμενος χρόνου διελθόντος ἠνάγκασεν αὐτὴν οἰκήματος προεστάναι. Καὶ δὴ κοσμήσας καλῇ μὲν ἐσθῆτι πολλῷ δὲ χρυσῷ ἦγεν ὡς προστησομένην τέγους· ἡ δὲ μέγα ἀνακωκύσασα φεῦ μοι τῶν κακῶν εἶπεν,

οὐχ ἱκαναὶ γὰρ αἱ πρότερον συμφοραί, τὰ δεσμά, τὰ λῃστήρια,

ἀλλʼ ἔτι καὶ πορνεύειν ἀναγκάζομαι; ὦ κάλλος δικαίως ὑβρισμένον, τί γὰρ ἡμῖν ἀκαίρως παραμένεις; Ἀλλὰ τί ταῦτα θρηνῶ καὶ οὐχ εὑρίσκω τινὰ μηχανήν, δι’ ἧς φυλάξω τὴν μέχρι νῦν τετηρημένην σωφροσύνην;

Ταῦτα λέγουσα ἤγετο ἐπὶ τὸ οἴκημα τοῦ πορνοβοσκοῦ τὰ μὲν δεομένου θαρρεῖν τὰ δὲ ἀπειλοῦντος. Ὡς δὲ ἦλθε καὶ προέστη, πλῆθος ἐπέρρει τῶν τεθαυμακότων τὸ κάλλος, οἵ τε πολλοὶ ἦσαν ἕτοιμοι ἀργύριον κατατίθεσθαι τῆς ἐπιθυμίας.

Ἡ δὲ ἐν ἀμηχάνῳ γενομένη κακῷ εὑρίσκει τέχνην ἀποφυγῆς· πίπτει μὲν γὰρ εἰς γῆν καὶ παρεῖται τὸ σῶμα καὶ ἐμιμεῖτο τοὺς νοσοῦντας τὴν ἐκ θεῶν καλουμένην νόσον· ἦν δὲ τῶν παρόντων ἔλεος ἅμα καὶ φόβος καὶ τοῦ μὲν ἐπιθυμεῖν συνουσίας ἀπείχοντο, ἐθεράπευον δὲ τὴν Ἄνθειαν·

ὁ δὲ πορνοβοσκὸς συνεὶς οἷ κακῶν ἐγεγόνει καὶ νομίσας ἀληθῶς νοσεῖν τὴν κόρην, ἦγεν εἰς τὴν οἰκίαν καὶ κατέκλινέ τε καὶ ἐθεράπευε, καὶ ὡς ἔδοξεν αὑτῆς γεγονέναι, ἀνεπυνθάνετο τὴν αἰτίαν τῆς νόσου.