Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Ἐπείσθη τοῖς ὅρκοις ἡ Ἄνθεια καὶ κατῆλθεν ἐκ τοῦ ἱεροῦ· κἀπειδὴ ἔγνωσαν ἡμέραις τρισὶν αὑτοὺς
ἀναλαβεῖν ἐν Μέμφει, ἔρχεται ἡ Ἄνθεια εἰς τὸ τοῦ Ἄπιδος ἱερόν. Διασημότατον δὲ τοῦτο ἐν Αἰγύπτῳ, καὶ ὁ θεὸς τοῖς βουλομένοις μαντεύεται.Ἐπειδὰν γάρ τις προσελθὼν εὔξηται καὶ δεηθῇ τοῦ θεοῦ, αὐτὸς μὲν ἔξεισιν, οἱ δὲ πρὸ τοῦ νεὼ παῖδες Αἰγύπτιοι ἃ μὲν καταλογάδην ἃ δʼ ἐν μέτρῳ προλέγουσι τῶν ἐσομένων ἕκαστα.
Ἐλθοῦσα δὴ καὶ ἡ Ἄνθεια προσπίπτει τῷ Ἄπιδι. Ὦ θεῶν ἔφη φιλανθρωπότατε, ὁ πάντας οἰκτείρων ξένους, ἐλέησον κἀμὲ τὴν κακοδαίμονα καί μοι μαντείαν ἀληθῆ περὶ Ἁβροκόμου πρόειπε.