Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Παραλαβὼν
οὖν μέρος τι τοῦ στρατιωτικοῦ καὶ τοὺς εἰλημμένους τῶν λῃστῶν, ἵν’, εἴ τις φαίνοιτο, οἱ μηνύσειαν, ἀνέπλει τὸν Νεῖλον καὶ τὰς πόλεις διηρεύνα καὶ ἐνενόει μέχρι Αἰθιοπίας ἐλθεῖν.Ἔρχονται δὴ καὶ εἰς Κοπτόν, ἔνθα ἦν Ἄνθεια μετὰ Ἀμφινόμου. Καὶ αὐτὴ μὲν ἔτυχεν ἐπὶ τῆς οἰκίας, τὸν δὲ Ἀμφίνομον γνωρίζουσιν οἱ τῶν λῃστῶν εἰλημμένοι καὶ λέγουσι τῷ Πολυΐδῳ· καὶ Ἀμφίνομος λαμβάνεται καὶ ἀνακρινόμενος τὰ περὶ τὴν Ἄνθειαν διηγεῖται.
Ὁ δὲ ἀκούσας κελεύει καὶ αὐτὴν ἄγεσθαι καὶ ἐλθούσης ἀνεπυνθάνετο ἥτις εἴη καὶ πόθεν· ἡ δὲ τῶν μὲν ἀληθῶν οὐδὲν λέγει, ὅτι δὲ Αἰγυπτία εἴη καὶ ὑπὸ τῶν λῃστῶν εἴληπτο.
Ἐν τούτῳ ἐρᾷ καὶ ὁ Πολύιδος Ἀνθείας ἔρωτα σφοδρόν (ἦν δὲ αὐτῷ ἐν Ἀλεξανδρείᾳ γυνή)· ἐρασθεὶς δὲ τὰ μὲν πρῶτα ἐπειρᾶτο πείθειν μεγάλα ὑπισχνούμενος· τελευταῖον δὲ ὡς κατῄεσαν εἰς Ἀλεξάνδρειαν ἐγένοντο δὲ ἐν Μέμφει, ἐπεχείρησεν ὁ Πολύιδος βιάζεσθαι τὴν Ἄνθειαν·
ἡ δὲ ἐκφυγεῖν δυνηθεῖσα, ἐπὶ τὸ τῆς Ἴσιδος ἱερὸν ἔρχεται καὶ ἱκέτις γενομένη σύ με εἶπεν, ὦ δέσποινα Αἰγύπτου, πάλιν σῶσον, ᾗ ἐβοήθησας πολλάκις· φεισάσθω μου καὶ Πολύιδος τῆς διὰ σὲ σώφρονος Ἁβροκόμῃ τηρουμένης.
Ὁ δὲ Πολύιδος ἅμα μὲν τὴν θεὸν ἐδεδοίκει, ἅμα δὲ ἤρα τῆς Ἀνθείας καὶ τῆς τύχης αὐτὴν ἠλέει· πρόσεισι δὲ τῷ ἱερῷ μόνος καὶ ὄμνυσι μήποτε βιάσασθαι τὴν Ἄνθειαν, μηδὲ ὑβρίσαι τι εἰς αὐτήν, ἀλλὰ τηρῆσαι ἁγνὴν ἐς ὅσον αὐτὴ θελήσει· αὔταρκες γὰρ αὐτῷ φιλοῦντι ἐδόκει εἶναι κἂν βλέπειν μόνον καὶ λαλεῖν αὐτῇ.