Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Ἱππόθοος μόνος, ἀπορρίψας τὰ ὅπλα, ἔφυγε τῆς νυκτὸς καὶ ἦλθεν εἰς Ἀλεξάνδρειαν· κἀκεῖθεν, δυνηθεὶς λαθεῖν, ἐπιβὰς ἀναγομένου πλοίου ἐπανήχθη. Ἦν δὲ αὐτῷ ἡ πᾶσα ἐπὶ Σικελίαν ὁρμή· ἐκεῖ γὰρ ἐδόκει μάλιστα διαλήσεσθαί τε καὶ διατραφήσεσθαι· ἤκουε δὲ τὴν νῆσον εἶναι μεγάλην τε καὶ εὐδαίμονα.
Ὁ δὲ Πολύιδος οὐχ ἱκανὸν εἶναι ἐνόμισε κρατῆσαι τῶν συμβαλόντων λῃστῶν, ἀλλʼ ἔγνω δεῖν ἀνερευνῆσαί τε καὶ ἐκκαθῆραι τὴν Αἴγυπτον, εἴ που ἢ τὸν Ἱππόθοον ἢ τῶν σὺν αὐτῷ τινα ἀνεύροι.