Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Οἱ δʼ ἐν ἑαυτοῖς γενόμενοι ὦ δέσποινα ἔφασαν Ἄνθεια, ἡμεῖς οἰκέται σοί, Λεύκων καὶ Ῥόδη, οἱ τῆς ἀποδημίας κοινωνήσαντες καὶ τοῦ λῃστηρίου· ἀλλὰ τίς ἐνταῦθα ἄγει
σε τύχη; θάρρει, δέσποινα, Ἁβροκόμης σώζεται καὶ ἔστιν ἐνταῦθα ἀεί σε θρηνῶν.Ἀκούσασα ἡ Ἄνθεια ἐξεπλάγη τοῦ λόγου, μόγις δὲ ἀνενεγκοῦσα καὶ γνωρίσασα περιβάλλει τε αὐτοὺς καὶ ἀσπάζεται καὶ σαφέστατα τὰ κατὰ Ἁβροκόμην μανθάνει.
Συνέρρει δὲ ἅπαν τὸ πλῆθος τῶν Ῥοδίων, πυνθανόμενον τὴν Ἀνθείας εὕρεσιν καὶ Ἁβροκόμου· παρῆν δὲ ἐν τούτῳ καὶ ὁ Ἱππόθοος, ἐγνωρίσθη τε τοῖς περὶ τὸν Λεύκωνα καὶ αὐτὸς ἔμαθεν οἵ τινές εἰσι· καὶ ἦν τὰ μὲν ἄλλα ἐν αὐτοῖς ἐπιτηδείως, τὸ δὲ... ὅτι μηδέπω Ἁβροκόμης ταῦτα ἐπίσταται· ἔτρεχον δὲ ὡς εἶχον ἐπὶ τὴν οἰκίαν.