Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

καὶ διανύσας μάλα ἄσμενος τὸν πλοῦν οὐ πολλαῖς ἡμέραις εἰς Ῥόδον καταίρει νυκτὸς ἔτι κἀνταῦθα κατάγεται παρά τινι πρεσβύτιδι, Ἀλθαίᾳ τοὔνομα, πλησίον τῆς θαλάσσης, καὶ τήν τε Ἄνθειαν ἀνάγει παρὰ τὴν ξένην καὶ αὐτὸς ἐκείνης μὲν τῆς νυκτὸς ἀνεπαύσατο, τῇ δὲ ἑξῆς ἤδη μὲν περὶ τὸν πλοῦν ἐγίνοντο, ἑορτὴ δέ τις ἤγετο μεγαλοπρεπὴς δημοσίᾳ τῶν Ῥοδίων ἀγόντων τῷ Ἡλίῳ, καὶ πομπή τε καὶ θυσία καὶ πολιτῶν ἑορταζόντων πλῆθος.

Ἐνταῦθα παρῆσαν ὁ Λεύκων καὶ ἡ Ῥόδη, οὐ τοσοῦτον τῆς ἑορτῆς μεθέξοντες, ὅσον ἀναζητήσοντες εἴ τι περὶ Ἀνθείας πύθοιντο. Καὶ δὴ ἧκεν ὁ Ἱππόθοος εἰς τὸ ἱερόν, ἄγων τὴν Ἄνθειαν· ἡ δὲ ἀπιδοῦσα εἰς τὰ ἀναθήματα καὶ ἐν ἀναμνήσει τῶν πρότερον γενομένη

ὦ τὰ πάντων ἔφησεν ἀνθρώπων ἐφορῶν Ἥλιε, μόνην ἐμὲ τὴν δυστυχῆ παρελθών, πρότερον μὲν ἐν Ῥόδῳ γενομένη εὐτυχῶς τέ σε προσεκύνουν καὶ θυσίας ἔθυον μετὰ Ἁβροκόμου καὶ εὐδαίμων τότε ἐνομιζόμην· νυνὶ δὲ δούλη μὲν ἀντ’ ἐλευθέρας, αἰχμάλωτος δὲ ἡ δυστυχὴς ἀντὶ τῆς μακαρίας, καὶ εἰς Ἔφεσον ἔρχομαι μόνη καὶ φανοῦμαι τοῖς οἰκείοις Ἁβροκόμην οὐκ ἔχουσα.