Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

καὶ δὴ παραλαβόντες ἄγουσιν εἰς τὴν οἰκίαν, ἔνθα αὐτοὶ κατήγοντο, καὶ τὰ κτήματα αὑτῶν παραδιδόασι καὶ ἐπεμελοῦντο καὶ ἐθεραπεύοντο καὶ θαρρεῖν παρεκάλουν· τῷ δὲ ἦν οὐδὲν Ἀνθείας τιμιώτερον, ἀλλʼ ἐκείνην ἐθρήνει παρʼ ἕκαστα.

Καὶ ὁ μὲν ἐν Ῥόδῳ διῆγε μετὰ τῶν συντρόφων, ὅ τι πράξει βουλευόμενος· ὁ δὲ Ἱππόθοος διέγνω τὴν Ἄνθειαν ἀγαγεῖν ἀπὸ Ἰταλίας εἰς Ἔφεσον, ὡς ἀποδώσων τε τοῖς γονεῦσι καὶ περὶ Ἁβροκόμου ἐκεῖ τι πευσόμενος· καὶ δὴ ἐμβαλὼν πάντα τὰ αὑτοῦ εἰς ναῦν μεγάλην Ἐφεσίαν, μετὰ τῆς Ἀνθείας ἀνήγετο,

καὶ διανύσας μάλα ἄσμενος τὸν πλοῦν οὐ πολλαῖς ἡμέραις εἰς Ῥόδον καταίρει νυκτὸς ἔτι κἀνταῦθα κατάγεται παρά τινι πρεσβύτιδι, Ἀλθαίᾳ τοὔνομα, πλησίον τῆς θαλάσσης, καὶ τήν τε Ἄνθειαν ἀνάγει παρὰ τὴν ξένην καὶ αὐτὸς ἐκείνης μὲν τῆς νυκτὸς ἀνεπαύσατο, τῇ δὲ ἑξῆς ἤδη μὲν περὶ τὸν πλοῦν ἐγίνοντο, ἑορτὴ δέ τις ἤγετο μεγαλοπρεπὴς δημοσίᾳ τῶν Ῥοδίων ἀγόντων τῷ Ἡλίῳ, καὶ πομπή τε καὶ θυσία καὶ πολιτῶν ἑορταζόντων πλῆθος.

Ἐνταῦθα παρῆσαν ὁ Λεύκων καὶ ἡ Ῥόδη, οὐ τοσοῦτον τῆς ἑορτῆς μεθέξοντες, ὅσον ἀναζητήσοντες εἴ τι περὶ Ἀνθείας πύθοιντο. Καὶ δὴ ἧκεν ὁ Ἱππόθοος εἰς τὸ ἱερόν, ἄγων τὴν Ἄνθειαν· ἡ δὲ ἀπιδοῦσα εἰς τὰ ἀναθήματα καὶ ἐν ἀναμνήσει τῶν πρότερον γενομένη