Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Νέος δὲ ὢν ἠράσθην κόρης πολίτιδος Θελξινόης τοὔνομα, ἀντερᾷ δέ μου καὶ ἡ Θελξινόη. Καὶ τῇ πόλει παννυχίδος ἀγομένης συνήλθομεν ἀλλήλοις, ἀμφοτέρους ὁδηγοῦντος τοῦ θεοῦ, καὶ ἀπελαύσαμεν ὧν ἕνεκα συνήλθομεν.
Καὶ χρόνῳ τινὶ ἀλλήλοις συνῆμεν λανθάνοντες καὶ ὠμόσαμεν ἀλλήλοις πολλάκις στέρξειν καὶ μέχρι θανάτου· ἐνεμέσησε δέ τις ἄρα θεῶν. Κἀγὼ μὲν ἔτι ἐν τοῖς ἐφήβοις ἤμην, τὴν δὲ Θελξινόην ἐδίδοσαν πρὸς γάμον οἱ πατέρες ἐπιχωρίῳ τινὶ νεανίσκῳ Ἀνδροκλεῖ τοὔνομα· ἤδη δὲ αὐτῆς καὶ ἤρα ὁ Ἀνδροκλῆς.