Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Καὶ ἡ μὲν ἦν παρὰ τῷ Ἱπποθόῳ ἐν τῷ ἄντρῳ τῷ
λῃστρικῷ· ἐν τούτῳ δὲ μεταπέμπεται τὸν Ἁβροκόμην ὁ ἄρχων τῆς Αἰγύπτου καὶ πυνθάνεται τὰ κατʼ αὐτὸν καὶ μανθάνει τὸ διήγημα καὶ οἰκτείρει τὴν τύχην καὶ δίδωσι χρήματα καὶ εἰς Ἔφεσον ἄξειν ὑπισχνεῖτο.Ὁ δὲ ἅπασαν μὲν ᾔδει χάριν αὐτῷ τῆς σωτηρίας, ἐδεῖτο δὲ ἐπιτρέψαι ζητῆσαι τὴν Ἄνθειαν. Καὶ ὁ μὲν πολλὰ δῶρα λαβών, ἐπιβὰς σκάφους ἀνήγετο τὴν ἐπ’ Ἰταλίας, ὡς ἐκεῖ πευσόμενός τι περὶ Ἀνθείας. Ὁ δὲ ἄρχων τῆς Αἰγύπτου μαθὼν τὰ κατὰ τὸν Ἄραξον, μεταπεμψάμενος ἀνεσταύρωσε τὴν Κυνώ.
Τῆς δὲ Ἀνθείας οὔσης ἐν τῷ ἄντρῳ ἐρᾷ τῶν φρουρούντων αὐτὴν λῃστῶν εἷς, Ἀγχίαλος τοὔνομα. Οὗτος ὁ Ἀγχίαλος ἦν μὲν τῶν ἀπὸ Συρίας Ἱπποθόῳ συνεληλυθότων, Λαοδικεὺς τὸ γένος, ἐτιμᾶτο δὲ παρὰ τῷ Ἱπποθόῳ νεανικός τε καὶ μεγάλα ἐν τῷ λῃστηρίῳ δυνάμενος.
Ἐρασθεὶς δὲ αὐτῆς τὰ μὲν πρῶτα λόγους προσέφερεν ὡς πείσων καὶ ἔφασκε λόγῳ λήψεσθαι καὶ παρὰ τοῦ Ἱπποθόου δῶρον αἰτήσειν.
Ἡ δὲ πάντα ἠρνεῖτο, καὶ οὐδὲν αὐτὴν ἐδυσώπει, οὐκ ἄντρον, οὐ δεσμά, οὐ λῃστὴς ἀπειλῶν· ἐφύλασσε δὲ ἑαυτὴν ἔτι Ἁβροκόμῃ καὶ δοκοῦντι τεθνηκέναι, καὶ πολλάκις ἀνεβόα εἴποτε λαθεῖν ἠδύνατο Ἁβροκόμου μόνου γυνὴ μενῶ, κἂν ἀποθανεῖν δέῃ, κἂν ὧν πέπονθα χείρω παθεῖν.
Ταῦτα εἰς μείζω συμφορὰν ἦγε τὸν Ἀγχίαλον, καὶ ἡ καθʼ ἡμέραν τῆς Ἀνθείας ὄψις ἐξέκαεν αὐτὸν εἰς τὸν ἔρωτα· οὐκέτι δὲ φέρειν δυνάμενος, ἐπεχείρει βιάζεσθαι τὴν Ἄνθειαν.
Καὶ νύκτωρ ποτέ, οὐ παρόντος Ἱπποθόου, ἀλλὰ μετὰ τῶν ἄλλων ὄντος ἐν τῷ λῃστηρίῳ, ἐπανίστατο καὶ ὑβρίζειν ἐπειρᾶτο· ἡ δὲ ἐν ἀμηχάνῳ κακῷ γενομένη, σπασαμένη
τὸ παρακείμενον ξίφος παίει τὸν Ἀγχίαλον, καὶ ἡ πληγὴ γίνεται καιρία· ὁ μὲν γὰρ περιληψόμενος καὶ φιλήσων ὅλος ἐνενεύκει πρὸς αὐτήν, ἡ δὲ κατεγκοῦσα τὸ ξίφος κατὰ τῶν στέρνων ἔπληξε.Καὶ Ἀγχίαλος μὲν δίκην ἱκανὴν ἐδεδώκει τῆς πονηρᾶς ἐπιθυμίας, ἡ δὲ Ἄνθεια εἰς φόβον τῶν δεδραμένων ἔρχεται καὶ πολλὰ ἐβουλεύετο ποτὲ μὲν ἑαυτὴν ἀποκτεῖναι (ἀλλʼ ἔτι ὑπὲρ Ἁβροκόμου τι ἤλπιζε), ποτὲ δὲ φυγεῖν ἐκ τοῦ ἄντρου (ἀλλὰ τοῦτο ἀμήχανον ἦν· οὔτε γὰρ ἡ ὁδὸς αὐτῇ εὔπορος ἦν οὔτε ὁ ἐξηγησόμενος τὴν πορείαν). Ἔγνω οὖν μένειν ἐν τῷ ἄντρῳ καὶ φέρειν ὅ τι ἂν τῷ δαίμονι δοκῇ.
Κἀκείνην μὲν τὴν νύκτα ἔμεινεν, οὔτε ὕπνου τυχοῦσα καὶ πολλὰ ἐννοοῦσα· ἐπεὶ δὲ ἡμέρα ἐγένετο, ἧκον οἱ περὶ τὸν Ἱππόθοον καὶ ὁρῶσι τὸν Ἀγχίαλον ἀνῃρημένον καὶ τὴν Ἄνθειαν παρὰ τῷ σώματι καὶ εἰκάζουσι τὸ γενόμενον καὶ ἀνακρίναντες αὐτὴν μανθάνουσι πάντα.
Ἔδοξεν οὖν αὐτοῖς ἐν ὀργῇ τὸ γενόμενον ἔχειν καὶ τὸν τεθνηκότα ἐκδικῆσαι φίλον· καὶ ἐβουλεύοντο κατὰ Ἀνθείας ποικίλα, ὁ μέν τις ἀποκτεῖναι κελεύων καὶ συνθάψαι τῷ Ἀγχιάλου σώματι, ἄλλος δὲ ἀνασταυρῶσαι·