Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Ὁ δὲ Ἁβροκόμης ὡς ἧκε παρὰ τὸν ἄρχοντα τῆς Αἰγύπτου (ἐπεστάλκεσαν δὲ οἱ Πηλουσιῶται τὰ γενόμενα αὐτῷ καὶ τὸν τοῦ Ἀράξου φόνον καὶ ὅτι οἰκέτης ὢν τοιαῦτα ἐτόλμησε) μαθὼν οὖν ἕκαστα, οὐκέτι οὐδὲ πυθόμενος τὰ γενόμενα κελεύει τὸν Ἁβροκόμην ἀγαγόντας προσαρτῆσαι σταυρῷ.

Ὁ δὲ ὑπὸ μὲν τῶν κακῶν ἀχανὴς ἦν, παρεμυθεῖτο δὲ αὐτὸν τῆς τελευτῆς ὅτι ἐδόκει καὶ Ἄνθειαν τεθνηκέναι. Ἄγουσι δὲ αὐτὸν οἷς τοῦτο προσετέτακτο παρὰ τὰς ὄχθας τοῦ Νείλου· ἦν δὲ κρημνὸς ἀπότομος εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ βλέπων·

καὶ ἀναστήσαντες τὸν σταυρὸν προσαρτῶσι, σπάρτοις τὰς χεῖρας σφίγξαντες καὶ τοὺς πόδας· τοῦτο γὰρ τῆς ἀνασταυρώσεως ἔθος τοῖς ἐκεῖ· καταλιπόντες δὲ ᾤχοντο, ὡς ἐν ἀσφαλεῖ τοῦ προσηρτημένου μενοῦντος.

Ὁ δὲ ἀναβλέψας εἰς τὸν ἥλιον καὶ τὸ ῥεῦμα ἰδὼν τοῦ Νείλου ὦ θεῶν φησὶ φιλανθρωπότατε, ὃς Αἴγυπτον ἔχεις, δι’ ὃν καὶ γῆ καὶ θάλασσα πᾶσιν ἀνθρώποις πέφηνεν, εἰ μέν τι

Ἁβροκόμης ἀδικῶ, καὶ ἀπολοίμην οἰκτρῶς καὶ μείζονα τιμωρίαν εἴ τις ἐστὶ ταύτης ὑποσχοῖμι·

εἰ δὲ ὑπὸ γυναικὸς προδέδομαι πονηρᾶς, μήτε τὸ Νείλου ῥεῦμα μιανθείη ποτε ἀδίκως ἀπολομένου σώματος, μήτε σὺ τοιοῦτον ἴδοις θέαμα, ἄνθρωπον οὐδὲν ἀδικήσαντα ἀπολλύμενον ἐπὶ τῆς σῆς.

Ταῦτα εὔξατο, καὶ αὐτὸν ὁ θεὸς οἰκτείρει, καὶ πνεῦμα ἐξαίφνης ἀνέμου γίνεται καὶ ἐμπίπτει τῷ σταυρῷ καὶ ἀποβάλλει μὲν τοῦ κρημνοῦ τὸ γεῶδες, εἰς ὃ ἦν ὁ σταυρὸς ἐρηρεισμένος, ἐμπίπτει δὲ ὁ Ἁβροκόμης τῷ ῥεύματι καὶ ἐφέρετο οὔτε τοῦ ὕδατος αὐτὸν ἀδικοῦντος οὔτε τῶν δεσμῶν ἐμποδιζόντων οὔτε τῶν θηρίων παραβλαπτόντων, ἀλλὰ παραπέμποντος τοῦ ῥεύματος·

φερόμενος δὲ εἰς τὰς ἐκβολὰς ἔρχεται τὰς εἰς τὴν θάλασσαν τοῦ Νείλου, κἀνταῦθα οἱ παραφυλάσσοντες λαμβάνουσιν αὐτὸν καὶ ὡς δραπέτην τῆς τιμωρίας ἄγουσι παρὰ τὸν διοικοῦντα τὴν Αἴγυπτον.

Ὁ δὲ ἔτι μᾶλλον ὀργισθεὶς καὶ πονηρὸν εἶναι νομίσας τελέως κελεύει πυρὰν ποιήσαντας, ἐπιθέντας καταφλέξαι τὸν Ἁβροκόμην. Καὶ ἦν μὲν ἅπαντα παρεσκευασμένα, καὶ ἡ πυρὰ παρὰ τὰς ἐκβολὰς τοῦ Νείλου, καὶ ἐπετέθειτο μὲν ὁ Ἁβροκόμης καὶ τὸ πῦρ ὑπετέθειτο, ἄρτι δὲ τῆς φλογὸς μελλούσης ἅπτεσθαι τοῦ σώματος εὔχετο πάλιν ὀλίγα, ὅσα ἐδύνατο, σῶσαι αὐτὸν ἐκ τῶν καθεστώτων κακῶν.

Κἀνταῦθα κυματοῦται μὲν ὁ Νεῖλος, ἐπιπίπτει δὲ τῇ πυρᾷ τὸ ῥεῦμα καὶ κατασβέννυσι τὴν φλόγα· θαῦμα δὲ τὸ γενόμενον τοῖς παροῦσιν ἦν, καὶ λαβόντες ἄγουσι τὸν Ἁβροκόμην πρὸς τὸν ἄρχοντα τῆς Αἰγύπτου καὶ λέγουσι τὰ συμβάντα καὶ τὴν τοῦ Νείλου βοήθειαν διηγοῦνται.

Ἐθαύμασεν ἀκούσας τὰ γενόμενα καὶ ἐκέλευσεν αὐτὸν τηρεῖσθαι μὲν ἐν τῇ εἱρκτῇ, ἐπιμέλειαν δὲ ἔχειν

πᾶσαν, ἕως ἔφη μάθωμεν ὅστις ὁ ἄνθρωπός ἐστιν καὶ ὅ τι οὕτως αὐτοῦ μέλει θεοῖς.