Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Ἡ δὲ ἐν τούτῳ πολλὰ μὲν καταθρηνεῖ, τήν τε ἡλικίαν κατοδυρομένη τὴν ἑαυτῆς καὶ ὅτι μέλλοι πρὸ ὥρας ἀποθανεῖσθαι λυπουμένη, πολλὰ δὲ Ἁβροκόμην ὡς παρόντα ἀνεκάλει.

Ἐν τούτῳ ὀλίγον διαλιπὼν ὁ Εὔδοξος ἔρχεται κομίζων θανάσιμον μὲν οὐχὶ φάρμακον, ὑπνωτικὸν δέ, ὡς μήτε τι παθεῖν τὴν κόρην καὶ αὐτὸν ἐφοδίων τυχόντα ἀνασωθῆναι. Λαβοῦσα δὲ ἡ Ἄνθεια καὶ πολλὴν γνοῦσα χάριν αὐτὸν ἀποπέμπει.

Καὶ ὁ μὲν εὐθὺς ἐπιβὰς νεὼς ἐπανήχθη, ἡ δὲ καιρὸν ἐπιτήδειον ἐζήτει πρὸς τὴν πόσιν τοῦ φαρμάκου.

Καὶ ἤδη μὲν νὺξ ἦν, παρεσκευάζετο δὲ ὁ θάλαμος, καὶ ἧκον οἱ ἐπὶ τούτῳ τεταγμένοι τὴν Ἄνθειαν ἐξάξοντες· ἡ δὲ ἄκουσα καὶ δεδακρυμένη ἐξῄει, ἐν τῇ χειρὶ κρύπτουσα τὸ φάρμακον· καὶ ὡς πλησίον τοῦ θαλάμου γίνεται, οἱ οἰκεῖοι ἀνευφήμησαν τὸν ὑμέναιον·