Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Ναί, πρὸς αὐτῆς σε ψυχῆς Ὑπεράνθους, μή με ἑκὼν ἀδικήσῃς, ἀλλʼ ἴωμεν ὅπου δυνησόμεθα Ἄνθειαν εὑρεῖν. Ὑπισχνεῖται ὁ Ἱππόθοος πάντα ποιήσειν, ἔλεγε δὲ ἀνθρώπους δεῖν ὀλίγους συλλέξασθαι πρὸς ἀσφάλειαν τῆς ὁδοῦ.
Καὶ οἱ μὲν ἐν τούτοις ἦσαν, ἐννοοῦντες ὅπως ὀπίσω τὴν εἰς Κιλικίαν ἐλεύσονται· τῇ δὲ Ἀνθείᾳ αἱ τριάκοντα παρεληλύθεσαν ἡμέραι καὶ παρεσκευάζετο τῷ Περιλάῳ τὰ περὶ τὸν γάμον, καὶ ἱερεῖα κατήγετο ἐκ τῶν χωρίων, πολλὴ δὲ ἡ τῶν ἄλλων ἀφθονία· συμπαρῆσαν δὲ αὐτῷ οἵ τε οἰκεῖοι καὶ συγγενεῖς· πολλοὶ δὲ καὶ τῶν πολιτῶν συνεώρταζον τὸν Ἀνθείας γάμον.
Ἐν δὲ τῷ χρόνῳ ὃν ἡ Ἄνθεια ληφθεῖσα ἐκ τοῦ λῃστηρίου ἦλθεν εἰς τὴν Ταρσὸν πρεσβύτης Ἐφέσιος ἰατρὸς τὴν τέχνην, Εὔδοξος τοὔνομα· ἧκε δὲ ναυαγίᾳ περιπεσὼν εἰς Αἴγυπτον πλέων.