Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Ἔτι λέγοντος αὐτοῦ συνανεθρήνησεν ὁ Ἱππόθοος λέγων ὦ πατέρες ἐμοί, ὦ πατρίς, ἣν οὔποτε ὄψομαι, ὦ πάντων μοι Ὑπεράνθη φίλτατε· σὺ μὲν οὖν, Ἁβροκόμη, καὶ

ὄψει τὴν ἐρωμένην καὶ ἀπολήψει χρόνῳ ποτέ· ἐγὼ δὲ Ὑπεράνθην ἰδεῖν οὐκέτι δυνήσομαι.

Λέγων ἐδείκνυέ τε τὴν κόμην καὶ ἐπεδάκρυεν αὐτῇ. Ὡς δὲ ἱκανῶς ἐθρήνησαν ἀμφότεροι, ἀποβλέψας εἰς τὸν Ἁβροκόμην ὁ Ἱππόθοος ἄλλο ἔφη σοὶ διήγημα παρῆλθον οὐκ εἰπών·

πρὸ ὀλίγου τοῦ τὸ λῃστήριον ἁλῶναι ἐπέστη τῷ ἄντρῳ κόρη καλὴ πλανωμένη, τὴν ἡλικίαν ἔχουσα τὴν αὐτὴν σοί, καὶ πατρίδα ἔλεγε τὴν σήν· πλέον γὰρ οὐδὲν ἔμαθον· ταύτην ἔδοξε τῷ Ἄρει θῦσαι. Καὶ δὴ πάντα ἦν παρεσκευασμένα καὶ ἐπέστησαν οἱ διώκοντες· κἀγὼ μὲν ἐξέφυγον, ἡ δὲ οὐκ οἶδα ὅ τι ἐγένετο.