Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Καὶ ἔρχεταί τις ἀπὸ Βυζαντίου (πλησίον δὲ τὸ Βυζάντιον τῇ Περίνθῳ) ἀνὴρ τῶν τὰ πρῶτα
ἐκεῖ δυναμένων, ἐπὶ πλούτῳ καὶ περιουσίᾳ μέγα φρονῶν· Ἀριστόμαχος ἐκαλεῖτο.Οὗτος εὐθὺς ἐπιβὰς τῇ Περίνθῳ, ὡς ὑπό τινος ἀπεσταλμένος κατʼ ἐμοῦ θεοῦ, ὁρᾷ τὸν Ὑπεράνθην σὺν ἐμοὶ καὶ εὐθέως ἁλίσκεται, τοῦ μειρακίου θαυμάσας τὸ κάλλος, πάντα ὁντινοῦν ἐπάγεσθαι δυνάμενον.
Ἐρασθεὶς δὲ οὐκέτι μετρίως κατεῖχε τὸν ἔρωτα, ἀλλὰ τὰ μὲν πρῶτα τῷ μειρακίῳ προσέπεμπεν· ὡς δʼ ἀδύνατον ἦν αὐτῷ (ὁ γὰρ Ὑπεράνθης διὰ τὴν πρὸς ἐμὲ εὔνοιαν οὐδένα προσίετο), πείθει τὸν πατέρα αὐτοῦ, πονηρὸν ἄνδρα καὶ ἐλάττονα χρημάτων·