Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Καὶ μέχρι μέν τινος διηνύετο εὐτυχῶς ὁ πλοῦς· τελευταῖον δὲ κατὰ Λέσβον ἡμῖν γενομένοις ἐμπίπτει πνεῦμα σφοδρὸν καὶ ἀνατρέπει τὴν ναῦν. Κἀγὼ μὲν τῷ Ὑπεράνθῃ συνενηχόμην
ὑπιὼν αὐτὸν καὶ κουφοτέραν τὴν νῆξιν ἐποιούμην· νυκτὸς δὲ γενομένης οὐκέτι ἐνεγκὸν τὸ μειράκιον παρείθη τῷ κολύμβῳ καὶ ἀποθνήσκει.Ἐγὼ δὲ τοσοῦτον ἠδυνήθην τὸ σῶμα διασῶσαι ἐπὶ τὴν γῆν καὶ θάψαι· καὶ πολλὰ δακρύσας καὶ στενάξας, ἀφελὼν λείψανα καὶ δυνηθεὶς εὐπορῆσαί που ἑνὸς ἐπιτηδείου λίθου στήλην ἐπέστησα τῷ τάφῳ καὶ ἐπέγραψα εἰς μνήμην τοῦ δυστυχοῦς μειρακίου ἐπίγραμμα παρʼ αὐτὸν ἐκεῖνον τὸν καιρὸν πλασάμενος
- Ἱππόθοος κλεινῷ τεῦξεν τόδε σῆμ’ Ὑπεράνθῃ,
- οὐ τάφον ἐκ θανάτου ἀγαθὸν ἱεροῖο πολίτου
- ἐς βάθος ἐκ γαίης, ἄνθος κλυτόν, ὅν ποτε δαίμων
- ἥρπασεν ἐν πελάγει μεγάλου πνεύσαντος ἀήτου.
Τοὐντεῦθεν δὲ εἰς μὲν Πέρινθον ἐλθεῖν οὐ διέγνων, ἐτράπην δὲ δι’ Ἀσίας ἐπὶ Φρυγίαν τὴν μεγάλην καὶ Παμφυλίαν· κἀνταῦθα ἀπορίᾳ βίου καὶ ἀθυμίᾳ τῆς συμφορᾶς ἐπέδωκα ἐμαυτὸν λῃστηρίῳ. Καὶ τὰ μὲν πρῶτα ὑπηρέτης λῃστηρίου γενόμενος, τελευταῖον δὲ περὶ Κιλικίαν αὐτὸς συνεστησάμην λῃστήριον, εὐδοκιμῆσαν ἐπὶ πολύ, ἕως ἐλήφθησαν οἱ σὺν ἐμοὶ οὐ πρὸ πολλοῦ τοῦ σε ἰδεῖν.
Αὕτη μὲν ἡ τῶν ἐμῶν διηγημάτων τύχη· σὺ δέ, ὦ φίλτατε, εἰπέ μοι τὰ σεαυτοῦ· δῆλος γὰρ εἶ μεγάλῃ τινὶ ἀνάγκῃ τῇ κατὰ τὴν πλάνην χρώμενος.
Λέγει δὲ ὁ Ἁβροκόμης ὅτι Ἐφέσιος καὶ ὅτι ἠράσθη κόρης καὶ ὅτι ἔγημεν αὐτὴν καὶ τὰ μαντεύματα καὶ τὴν ἀποδημίαν καὶ τοὺς πειρατὰς καὶ τὸν Ἄψυρτον καὶ τὴν Μαντὼ καὶ τὰ δεσμὰ καὶ τὴν φυγὴν καὶ τὸν αἰπόλον καὶ τὴν μέχρι Κιλικίας ὁδόν.