Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Ἢν οὖν φησὶν ἐξυβρίσῃς εἰς τὴν ἱερὰν τῆς θεοῦ, μηνίσει μὲν ἐκείνη, χαλεπὴ δὲ ἡ τιμωρία. Πείθεται Ψάμμις καὶ τὴν θεὸν προσεκύνει καὶ Ἀνθείας ἀπέχεται· ἡ δὲ ἔτι παρὰ Ψάμμιδι ἦν φρουρουμένη, ἱερὰ τῆς Ἴσιδος νομιζομένη.
Ἡ δὲ ναῦς ἡ τὸν Ἁβροκόμην ἔχουσα τοῦ μὲν κατ’ Ἀλεξάνδρειαν πλοῦ διαμαρτάνει, ἐκπίπτει δὲ ἐπὶ τὰς ἐκβολὰς τοῦ Νείλου τήν τε Παραίτιον καλουμένην καὶ Φοινίκης ὅση παραθαλάσσιος.
Ἐκπεσοῦσι δὲ αὐτοῖς ἐπιδραμόντες τῶν ἐκεῖ ποιμένων τά τε φορτία διαρπάζουσι καὶ τοὺς ἄνδρας δεσμεύουσι καὶ ἄγουσιν ὁδὸν ἔρημον πολλὴν εἰς Πηλούσιον τῆς Αἰγύπτου πόλιν, κἀνταῦθα πιπράσκουσιν ἄλλον ἄλλῳ. Ὠνεῖται δὴ τὸν Ἁβροκόμην πρεσβύτης στρατιώτης (ἦν δὲ πεπαυμένος), Ἄραξος τοὔνομα.