Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Τίς ἄρα λῃστὴς οὕτως ἐρωτικός, ἵνα καὶ νεκρᾶς ἐπιθυμήσῃ σου; ἵνα καὶ τὸ σῶμα ἀφέληται;

Ἀπεστερήθην σοῦ ὁ δυστυχὴς τῆς μόνης ἐμοὶ παραμυθίας.

Ἀποθανεῖν μὲν οὖν ἔγνωσται πάντως· ἀλλὰ τὰ πρῶτα καρτερήσω, μέχρι οὗ τὸ σῶμα εὕρω τὸ σὸν καὶ περιβαλὼν ἐμαυτὸν ἐκείνῳ συγκαταθάψω. Ταῦτα ἔλεγεν ὀδυρόμενος· θαρρεῖν δὲ αὐτὸν παρεκάλουν οἱ περὶ τὸν Ἱππόθοον.

Καὶ τότε μὲν ἀνεπαύσαντο δι’ ὅλης τῆς νυκτός· ἔννοια δὲ πάντων Ἁβροκόμην εἰσήρχετο, Ἀνθείας, τοῦ θανάτου, τοῦ τάφου, τῆς ἀπωλείας. Καὶ δὴ οὐκέτι καρτερῶν, λαθὼν πάντας (ἔκειντο δὲ ὑπὸ μέθης οἱ περὶ τὸν Ἱππόθοον) ἔξεισιν ὡς δή τινος χρῄζων, καὶ καταλιπὼν πάντας ἐπὶ τὴν θάλατταν ἔρχεται καὶ ἐπιτυγχάνει νεὼς εἰς Ἀλεξάνδρειαν ἀναγομένης, καὶ ἐπιβὰς ἀνάγεται ἐλπίζων δὴ τοὺς λῃστὰς τοὺς συλήσαντας πάντα ἐν Αἰγύπτῳ καταλήψεσθαι· ὡδήγει δὲ αὐτὸν εἰς ταῦτα ἐλπὶς δυστυχής.