Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Ὁ μὲν οὖν ἐν τῷ δεσμωτηρίῳ κατεκέκλειστο, ἡ δὲ Ἄνθεια εἰς Συρίαν ἤγετο καὶ ὁ Λεύκων καὶ ἡ Ῥόδη. Ὡς δὲ ἧκον οἱ περὶ τὴν Μαντὼ εἰς Ἀντιόχειαν (ἐκεῖθεν γὰρ ἦν Μοῖρις), ἐμνησικάκει μὲν Ῥόδην, ἐμίσει δὲ καὶ τὴν Ἄνθειαν.
Καὶ δὴ τὴν μὲν Ῥόδην εὐθὺς μετὰ τοῦ Λεύκωνος κελεύει ἐμβιβάσαντάς τινας πλοίῳ ὡς πορρωτάτω τῆς Σύρων ἀποδόσθαι γῆς, τὴν δὲ Ἄνθειαν οἰκέτῃ συνουσιάζειν ἐνενόει καὶ ταῦτα τῶν ἀτιμοτάτων, αἰπόλῳ τινὶ ἀγροίκῳ, ἡγουμένη διὰ τούτου τιμωρήσεσθαι αὐτήν.
Μεταπέμπεται δὲ τὸν αἰπόλον, Λάμπωνα τοὔνομα, καὶ παραδίδωσι τὴν
Ἄνθειαν καὶ κελεύει γυναῖκα ἔχειν, καὶ ἐὰν ἀπειθῇ προσέταξε βιάζεσθαι.Καὶ ἡ μὲν ἤγετο ἐπʼ ἀγρὸν συνεσομένη τῷ αἰπόλῳ· γενομένη δὲ ἐν τῷ χωρίῳ ἔνθα ὁ Λάμπων ἔνεμε τὰς αἶγας, προσπίπτει τοῖς γόνασιν αὐτοῦ καὶ ἱκετεύει κατοικτεῖραι καὶ τηρῆσαι· διηγεῖται δὲ ἥτις ἦν, τὴν προτέραν εὐγένειαν, τὸν ἄνδρα, τὴν αἰχμαλωσίαν· ἀκούσας δὲ ὁ Λάμπων οἰκτείρει τὴν κόρην καὶ ὄμνυσιν ἦ μὴν φυλάξειν ἀμόλυντον, καὶ θαρρεῖν παρεκελεύετο.
Καὶ ἡ μὲν παρὰ τῷ αἰπόλῳ ἦν ἐν τῷ χωρίῳ πάντα χρόνον Ἁβροκόμην θρηνοῦσα· ὁ δὲ Ἄψυρτος ἐρευνώμενος τὸ οἰκημάτιον ἔνθα ὁ Ἁβροκόμης πρὸ τῆς κολάσεως διῆγεν, ἐπιτυγχάνει τῷ γραμματιδίῳ τῷ Μαντοῦς πρὸς Ἁβροκόμην καὶ γνωρίζει τὰ γράμματα, καὶ ὅτι ἀδίκως Ἁβροκόμην τιμωρεῖται ἔμαθεν· εὐθὺς οὖν λῦσαί τε αὐτὸν προσέταξε καὶ ἀγαγεῖν εἰς ὄψιν.