Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Λαβοῦσα ταῦτα τὰ γράμματα ἡ Μαντὼ ἐν ὀργῇ ἀκατασχέτῳ γίνεται καὶ ἀναμίξασα πάντα, φθόνον, ζηλοτυπίαν, λύπην, φόβον, ἐνενόει ὅπως τιμωρήσεται τὸν ὑπερηφανοῦντα.

Καὶ δὴ ἐν τούτῳ ἔρχεται μὲν ἀπὸ Συρίας Ἄψυρτος, ἄγων τινὰ τῇ θυγατρὶ νυμφίον ἐκεῖθεν, Μοῖριν ὄνομα· ὡς δὲ ἀφίκετο, εὐθὺς ἡ Μαντὼ τὴν κατὰ Ἁβροκόμου τέχνην συνετάττετο, καὶ σπαράξασα τὰς κόμας καὶ περιρρηξαμένη τὴν ἐσθῆτα, ὑπαντήσασα τῷ πατρὶ καὶ προσπεσοῦσα πρὸς τὰ γόνατα οἴκτειρον ἔφη, πάτερ, θυγατέρα τὴν σὴν ὑβρισμένην ὑπʼ οἰκέτου·

ὁ γὰρ σώφρων Ἁβροκόμης ἐπείρασε μὲν παρθενίαν τὴν ἐμὴν ἀφανίσαι, ἐπεβούλευσε δὲ καὶ σοί, λέγων ἐρᾶν μου. Σὺ οὖν ὑπὲρ τηλικούτων τολμημάτων εἴσπραξαι παρʼ αὐτοῦ τιμωρίαν τὴν ἀξίαν, ἢ εἰ δίδως ἔκδοτον θυγατέρα τὴν σὴν τοῖς οἰκέταις, ἐμαυτὴν φθάσασα ἀποκτενῶ.

Ἀκούσας ὁ Ἄψυρτος καὶ δόξας ἀληθῆ λέγειν αὐτὴν ἠρεύνησε μὲν τὸ πραχθὲν οὐκέτι, μεταπεμψάμενος δὲ τὸν Ἁβροκόμην ὦ τολμηρὰ καὶ μιαρὰ εἶπε κεφαλή, ἐτόλμησας εἰς δεσπότας τοὺς σοὺς ὑβρίσαι καὶ διαφθεῖραι παρθένον ἠθέλησας οἰκέτης ὤν; ἀλλ’ οὔτι χαιρήσεις· ἐγὼ γάρ σε τιμωρήσομαι καὶ τοῖς ἄλλοις οἰκέταις τὴν σὴν αἰκίαν ποιήσομαι παράδειγμα.

Εἰπὼν οὐκέτι ἀνασχόμενος οὐδὲ λόγου ἀκοῦσαι ἐκέλευσε περιρρῆξαι τὴν ἐσθῆτα αὐτοῦ τοῖς οἰκέταις καὶ φέρειν πῦρ καὶ μάστιγας καὶ παίειν τὸ μειράκιον.