Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Ταῦτα τὰ γράμματα λαβοῦσα καὶ κατασημηναμένη δίδωσι θεραπαίνῃ τινὶ ἑαυτῆς βαρβάρῳ, εἰποῦσα Ἁβροκόμῃ κομίζειν· ὁ δὲ ἔλαβε καὶ ἀνέγνω καὶ πᾶσι μὲν ἤχθετο τοῖς ἐγγεγραμμένοις, μάλιστα δὲ αὐτὸν ἐλύπει τὰ περὶ τῆς Ἀνθείας.

Κἀκείνην μὲν τὴν πινακίδα

κατέχει, ἄλλην δὲ γράφει καὶ δίδωσι τῇ θεραπαίνῃ· ἦν δὲ τὰ ἐγγεγραμμένα τοιάδε.
Δέσποινα, ὅ τι βούλει ποίει, καὶ χρῶ σώματι ὡς οἰκέτου· καὶ εἴτε ἀποκτείνειν θέλεις, ἕτοιμος, εἴτε βασανίζειν, ὅπως ἐθέλεις βασάνιζε· εἰς εὐνὴν δὲ τὴν σὴν οὐκ ἂν ἔλθοιμι, οὐδ’ ἂν τοιαῦτα πεισθείην κελευούσῃ.

Λαβοῦσα ταῦτα τὰ γράμματα ἡ Μαντὼ ἐν ὀργῇ ἀκατασχέτῳ γίνεται καὶ ἀναμίξασα πάντα, φθόνον, ζηλοτυπίαν, λύπην, φόβον, ἐνενόει ὅπως τιμωρήσεται τὸν ὑπερηφανοῦντα.