Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Περίβλεπτος δὲ ἦν αὐτῶν ἡ πομπὴ καὶ πάντες ἐτεθαυμάκεσαν τὸ κάλλος,

καὶ ἄνθρωποι βάρβαροι μήπω πρότερον τοσαύτην ἰδόντες εὐμορφίαν θεοὺς ἐνόμιζον εἶναι τοὺς βλεπομένους, ἐμακάριζον δὲ τὸν Ἄψυρτον οἵους οἰκέτας εἴη κεκτημένος.

Ἀγαγὼν δὲ αὐτοὺς εἰς τὴν οἰκίαν παραδίδωσιν οἰκέτῃ πιστῷ δι’ ἐπιμελείας κελεύσας ἔχειν, ὡς μεγάλα κερδανῶν εἰ ἀπόδοιτο τῆς ἀξίας αὐτοὺς τιμῆς.

Καὶ οἱ μὲν περὶ τὸν Ἁβροκόμην ἐν τούτοις ἦσαν· ἡμερῶν δὲ διαγενομένων ὀλίγων ὁ μὲν Ἄψυρτος ἐπ’ ἄλλην ἐμπορίαν εἰς Συρίαν ἀπῆλθε, θυγάτηρ δὲ αὐτοῦ, Μαντὼ ὄνομα, ἠράσθη τοῦ Ἁβροκόμου· ἦν δὲ καλὴ καὶ ὡραία γάμων ἤδη, πολὺ δὲ τοῦ Ἀνθείας κάλλους ἀπελείπετο.