Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Καὶ ἡ μὲν ἐν Ταρσῷ ἦν μετὰ Περιλάου, τὸν χρόνον ἀναμένουσα τοῦ γάμου· ὁ δὲ Ἁβροκόμης ᾔει τὴν ἐπὶ Κιλικίας ὁδόν· καὶ οὐ πρὸ πολλοῦ τοῦ ἄντρου τοῦ λῃστρικοῦ (ἀπεπεπλάνητο γὰρ καὶ αὐτὸς τῆς ἐπ’ εὐθὺ ὁδοῦ) συντυγχάνει τῷ Ἱπποθόῳ ὡπλισμένῳ.
Ὁ δὲ αὐτὸν ἰδὼν προστρέχει καὶ φιλοφρονεῖται καὶ δεῖται κοινωνὸν γενέσθαι τῆς ὁδοῦ. Ὁρῶ γάρ σε, ὦ μειράκιον, ὅστις ποτὲ εἶ, καὶ ὀφθῆναι καλὸν καὶ ἄλλως ἀνδρικόν· καὶ ἡ πλάνη φαίνεται πάντως ἀδικουμένου.
Ἴωμεν οὖν Κιλικίαν μὲν ἀφέντες ἐπὶ Καππαδοκίαν καὶ τὸν ἐκεῖ Πόντον· λέγονται γὰρ οἰκεῖν ἄνδρες
εὐδαίμονες. Ὁ δὲ Ἁβροκόμης τὴν μὲν Ἀνθείας ζήτησιν οὐ λέγει, συγκατατίθεται δὲ ἀναγκάζοντι τῷ Ἱπποθόῳ, καὶ ὅρκους ποιοῦσι συνεργήσειν τε καὶ συλλήψεσθαι· ἤλπιζε δὲ καὶ ὁ Ἁβροκόμης ἐν τῇ πολλῇ πλάνῃ τὴν Ἄνθειαν εὑρήσειν.
Ἐκείνην μὲν οὖν τὴν ἡμέραν ἐπανελθόντες εἰς τὸ ἄντρον, εἴ τι αὐτοῖς ἔτι περιττὸν ἦν, αὑτοὺς καὶ τοὺς ἵππους ἀνελάμβανον· ἦν γὰρ καὶ τῷ Ἱπποθόῳ ἵππος ἐν τῇ ὕλῃ κρυπτόμενος· τῇ δὲ ἑξῆς παρῄεσαν μὲν Κιλικίαν, ἐποιοῦντο δὲ τὴν ὁδὸν ἐπὶ Μάζακον, πόλιν τῆς Καππαδοκίας μεγάλην καὶ καλήν.