Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Ἡ δὲ Ἄνθεια ἦν μέν τινα χρόνον παρὰ τῷ αἰπόλῳ, συνεχὲς δὲ ὁ Μοῖρις ὁ ἀνὴρ τῆς Μαντοῦς εἰς τὸ χωρίον ἐρχόμενος ἐρᾷ τῆς Ἀνθείας σφοδρὸν ἔρωτα. Καὶ τὰ μὲν πρῶτα ἐπειρᾶτο λανθάνειν, τελευταῖον δὲ λέγει τῷ αἰπόλῳ τὸν ἔρωτα καὶ πολλὰ ὑπισχνεῖτο συγκύψαντι.

Ὁ δὲ τῷ μὲν Μοίριδι συντίθεται, δεδοικὼς δὲ τὴν Μαντὼ ἔρχεται πρὸς αὐτὴν καὶ λέγει τὸν ἔρωτα τὸν Μοίριδος. Ἡ δὲ ἐν ὀργῇ γενομένη πασῶν ἔφη δυστυχεστάτη γυναικῶν ἐγώ· τὴν ζήλην περιάγομαι, δι’ ἣν τὰ μὲν πρῶτα ἐν Φοινίκῃ ἀφῃρέθην τοῦ ἐρωμένου, νυνὶ δὲ κινδυνεύω περὶ τοῦ ἀνδρός· ἀλλʼ οὐ χαίρουσά γε Ἄνθεια φανεῖται καλὴ καὶ Μοίριδι· ἐγὼ γὰρ αὐτὴν καὶ ὑπὲρ τῶν ἐν Τύρῳ πράξομαι δίκας.

Τότε μὲν οὖν τὴν ἡσυχίαν ἤγαγεν· ἀποδημήσαντος δὲ τοῦ Μοίριδος μεταπέμπεται τὸν αἰπόλον καὶ κελεύει λαβόντα τὴν Ἄνθειαν εἰς τὸ δασύτατον ἀγαγόντα τῆς ὕλης ἀποκτεῖναι καὶ τούτου μισθὸν αὐτῷ δώσειν ὑπέσχετο.

Ὁ δὲ οἰκτείρει μὲν τὴν κόρην, δεδοικὼς δὲ τὴν Μαντὼ ἔρχεται παρὰ τὴν Ἄνθειαν καὶ λέγει τὰ κατʼ αὐτῆς δεδογμένα. Ἡ δὲ ἀνεκώκυέ τε καὶ ἀνωδύρετο φεῦ λέγουσα, τοῦτο τὸ κάλλος ἐπίβουλον

ἀμφοτέροις πανταχοῦ· διὰ τὴν ἄκαιρον εὐμορφίαν Ἁβροκόμης μὲν ἐν Τύρῳ τέθνηκεν, ἐγὼ δὲ ἐνταῦθα·

ἀλλὰ δέομαι σοῦ, Λάμπων αἰπόλε, ὃς μέχρι νῦν εὐσέβησας, ἂν ἀποκτείνῃς, κἂν ὀλίγον θάψον με τῇ παρακειμένῃ γῇ καὶ ὀφθαλμοῖς τοῖς ἐμοῖς χεῖρας ἐπίβαλε τὰς σὰς καὶ θάπτων συνεχὲς Ἁβροκόμην κάλει· αὕτη γένοιτʼ ἂν εὐδαίμων ἐμοὶ μεθʼ Ἁβροκόμου ταφή.

Ἔλεγε ταῦτα, ὁ δὲ αἰπόλος εἰς οἶκτον ἔρχεται ἐννοῶν ὡς ἀνόσιον ἔργον ἐργάσεται κόρην οὐδὲν ἀδικοῦσαν ἀποκτείνων οὕτω καλήν.

Λαβὼν δὲ τὴν κόρην ὁ αἰπόλος φονεῦσαι μὲν οὐκ ἠνέσχετο, φράζει δὲ πρὸς αὐτὴν τάδε. Ἄνθεια, οἶδας ὅτι ἡ δέσποινα Μαντὼ ἐκέλευσέ μοι λαβεῖν καὶ φονεῦσαί σε· ἐγὼ δὲ καὶ θεοὺς δεδιὼς καὶ τὸ κάλλος οἰκτείρας βούλομαί σε μᾶλλον πωλῆσαι πόρρω ποι τῆς γῆς ταύτης, μὴ μαθοῦσα ἡ Μαντὼ ὅτι οὐ τέθνηκας, ἐμὲ κακῶς διαθήσει.

Ἡ δὲ μετὰ δακρύων λαβομένη τῶν ποδῶν αὐτοῦ ἔφη θεοὶ καὶ Ἄρτεμι πατρῴα, τὸν αἰπόλον ὑπὲρ τούτων τῶν ἀγαθῶν ἀμείψασθε, καὶ παρεκάλει πραθῆναι.

Ὁ δὲ αἰπόλος λαβόμενος τῆς Ἀνθείας ᾤχετο ἐπὶ τὸν λιμένα· εὑρὼν δὲ ἐκεῖ ἐμπόρους ἄνδρας Κίλικας ἀπέδοτο τὴν κόρην, καὶ λαβὼν τὴν ὑπὲρ αὐτῆς τιμὴν ἧκεν εἰς τὸν ἀγρόν.

Οἱ δὲ ἔμποροι λαβόντες τὴν Ἄνθειαν εἰς τὸ πλοῖον ἦγον καὶ νυκτὸς ἐπελθούσης ᾔεσαν τὴν ἐπὶ Κιλικίας· ἐναντίῳ δὲ πνεύματι κατεχόμενοι καὶ τῆς νεὼς διαρραγείσης μόλις ἐν σανίδι τινὲς σωθέντες ἐπʼ αἰγιαλοῦ τινος ἦλθον· εἶχον δὲ καὶ τὴν Ἄνθειαν.

Ἦν δὲ ἐν τῷ τόπῳ ἐκείνῳ ὕλη

δασεῖα. Τὴν οὖν νύκτα ἐκείνην πλανώμενοι ἐν αὐτῇ ὑπὸ τῶν περὶ τὸν Ἱππόθοον τὸν λῃστὴν συνελήφθησαν.