Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Ὁ μὲν οὖν ἐν τούτοις ἦν, διοικῶν μὲν τὰ Ἀψύρτου, ἐννοῶν δὲ ὅπως καὶ ποῦ τὴν Ἄνθειαν εὑρήσει· ὁ δὲ Λεύκων καὶ ἡ Ῥόδη ἤχθησαν εἰς Λυκίαν εἰς πόλιν Ξάνθον (ἀνώτερον δὲ θαλάσσης ἡ πόλις) κἀνταῦθα ἐπράθησαν πρεσβύτῃ τινί, ὃς αὐτοὺς εἶχε μετὰ πάσης ἐπιμελείας, παῖδας αὑτοῦ νομίζων, καὶ γὰρ ἄτεκνος ἦν· διῆγον δὲ ἐν ἀφθόνοις μὲν πᾶσιν, ἐλύπουν δὲ αὐτοὺς Ἄνθεια καὶ Ἁβροκόμης οὐχ ὁρώμενοι.

Ἡ δὲ Ἄνθεια ἦν μέν τινα χρόνον παρὰ τῷ αἰπόλῳ, συνεχὲς δὲ ὁ Μοῖρις ὁ ἀνὴρ τῆς Μαντοῦς εἰς τὸ χωρίον ἐρχόμενος ἐρᾷ τῆς Ἀνθείας σφοδρὸν ἔρωτα. Καὶ τὰ μὲν πρῶτα ἐπειρᾶτο λανθάνειν, τελευταῖον δὲ λέγει τῷ αἰπόλῳ τὸν ἔρωτα καὶ πολλὰ ὑπισχνεῖτο συγκύψαντι.

Ὁ δὲ τῷ μὲν Μοίριδι συντίθεται, δεδοικὼς δὲ τὴν Μαντὼ ἔρχεται πρὸς αὐτὴν καὶ λέγει τὸν ἔρωτα τὸν Μοίριδος. Ἡ δὲ ἐν ὀργῇ γενομένη πασῶν ἔφη δυστυχεστάτη γυναικῶν ἐγώ· τὴν ζήλην περιάγομαι, δι’ ἣν τὰ μὲν πρῶτα ἐν Φοινίκῃ ἀφῃρέθην τοῦ ἐρωμένου, νυνὶ δὲ κινδυνεύω περὶ τοῦ ἀνδρός· ἀλλʼ οὐ χαίρουσά γε Ἄνθεια φανεῖται καλὴ καὶ Μοίριδι· ἐγὼ γὰρ αὐτὴν καὶ ὑπὲρ τῶν ἐν Τύρῳ πράξομαι δίκας.