Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Καὶ ὁ μὲν Εὔξεινος καὶ ὁ Κόρυμβος μετʼ ἀλλήλων ἦσαν περιμένοντες ὅ τι ἀκούσονται, ἤλπιζον δʼ αὐτοὺς ῥᾳδίως πείσειν· ὁ δὲ Ἁβροκόμης καὶ ἡ Ἄνθεια ἧκον εἰς τὸ δωμάτιον ἔνθα συνήθως διῃτῶντο, καὶ πρὸς ἀλλήλους εἰπόντες ἅπερ ἠκηκόεσαν, καταβαλόντες ἑαυτοὺς ἔκλαον, ὠδύροντο.

Ὦ πάτερ ἔλεγον, ὦ μῆτερ, ὦ πατρὶς φιλτάτη καὶ οἰκεῖοι καὶ συγγενεῖς. Τελευταῖον δὲ ἀνενεγκὼν ὁ Ἁβροκόμης ὦ κακοδαίμονες ἔφησεν ἡμεῖς, τί ἄρα πεισόμεθα ἐν γῇ βαρβάρῳ, πειρατῶν ὕβρει παραδοθέντες; Ἄρχεται τὰ μεμαντευμένα· τιμωρίαν ἤδη με ὁ θεὸς τῆς ὑπερηφανίας εἰσπράττει· ἐρᾷ Κόρυμβος ἐμοῦ, σοῦ δὲ Εὔξεινος.

Ὢ τῆς ἀκαίρου πρὸς ἑκατέρους εὐμορφίας.

εἰς τοῦτο ἄρα μέχρι νῦν σώφρων ἐτηρήθην, ἵνα ἐμαυτὸν ὑποθῶ λῃστῇ ἐρῶντι τὴν αἰσχρὰν ἐπιθυμίαν; Καὶ τίς ἐμοὶ βίος περιλείπεται πόρνῃ μὲν ἀντὶ ἀνδρὸς γενομένῳ, ἀποστερηθέντι δὲ Ἀνθείας τῆς ἐμῆς;