Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Χρᾷ δὲ ὁ θεὸς κοινὰ ἀμφοτέροις τὰ μαντεύματα ἐμμέτρως. Τὰ δ’ ἔπη τάδε·

  1. Τίπτε ποθεῖτε μαθεῖν νούσου τέλος ἠδὲ καὶ ἀρχήν;
  2. Ἀμφοτέρους μία νοῦσος ἔχει, λύσις ἔνθεν ἀνέστη.
  3. Δεινὰ δʼ ὁρῶ τοῖσδεσσι πάθη καὶ ἀνήνυτα ἔργα·
  4. ἀμφότεροι φεύξονται ὑπεὶρ ἅλα λυσσοδίωκτοι,
  5. δεσμὰ δὲ μοχθήσουσι παρʼ ἀνδράσι μιξοθαλάσσοις
  6. κ
  7. αὶ τάφος ἀμφοτέροις θάλαμος καὶ πῦρ ἀΐδηλον,
  8. καὶ ποταμοῦ Νείλου παρὰ ῥεύμασιν Ἴσιδι σεμνῇ
  9. σωτείρῃ μετόπισθε παραστῇς ὄλβια δῶρα.
  10. Ἀλλʼ ἔτι που μετὰ πήματʼ ἀρείονα πότμον ἔχουσι.

Ταῦτα ὡς ἐκομίσθη τὰ μαντεύματα εἰς Ἔφεσον, εὐθὺς μὲν οἱ πατέρες αὐτῶν ἦσαν ἐν ἀμηχανίᾳ καὶ τὸ δεινὸν ὅ τι ἦν πάνυ ἠπόρουν· συμβάλλειν δὲ τὰ τοῦ θεοῦ λόγια οὐκ ἐδύναντο· οὔτε γὰρ τίς ἡ νόσος οὔτε τίς ἡ φυγή, οὔτε τίνα τὰ δεσμὰ οὔτε ὁ τάφος τίς οὔτε ὁ ποταμὸς τίς οὔτε τίς ἡ ἐκ τοῦ θεοῦ βοήθεια.

Ἔδοξεν οὖν αὐτοῖς πολλὰ βουλευσαμένοις παραμυθήσασθαι τὸν χρησμὸν ὡς οἷόν τε καὶ συζεῦξαι γάμῳ τοὺς παῖδας,

ὡς τοῦτο καὶ τοῦ θεοῦ βουλομένου δι’ ὧν ἐμαντεύσατο. Ἐδόκει δὴ ταῦτα καὶ διέγνωσαν μετὰ τὸν γάμον ἐκπέμψαι χρόνῳ τινὶ ἀποδημήσοντας αὐτούς.