Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Ἦν δὲ αὐτοῖς καὶ τὰ σώματα ἐκ τῆς παρελθούσης νυκτὸς πεπονηκότα καὶ τὸ βλέμμα ἄθυμον καὶ οἱ χρῶτες ἠλλαγμένοι· καὶ τοῦτο ἐπὶ πολὺ ἐγίνετο καὶ πλέον οὐδὲν αὐτοῖς ἦν.

Ἐν τούτῳ ἐν τῷ ἱερῷ τῆς θεοῦ διημερεύοντες ἐνεώρων ἀλλήλοις, εἰπεῖν τἀληθὲς φόβῳ πρὸς ἑκατέρους αἰδούμενοι· τοσοῦτο δέ· ἐστέναξεν ἄν ποτε Ἁβροκόμης καὶ ἐδάκρυσε καὶ προσεύχετο τῆς κόρης ἀκουούσης ἐλεεινῶς·

ἡ δὲ Ἄνθεια ἔπασχε μὲν τὰ αὐτά, πολὺ δὲ μείζονι τῇ συμφορᾷ κατείχετο· εἰ δέ ποτε ἄλλας παρθένους ἢ γυναῖκας ἴδοι βλεπούσας εἰς ἐκεῖνον (ἑώρων δὲ ἅπασαι εἰς Ἁβροκόμην), δήλη ἦν λυπουμένη, μὴ παρευδοκιμηθῇ φοβουμένη. Εὐχαὶ δὲ αὐτοῖς ἑκατέροις ἦσαν πρὸς τὴν θεὸν κοινῇ, λανθάνουσαι μέν, ἀλλʼ ἐγίνοντο ὅμοιαι.