Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Ἦν δὲ τὸ θέαμα ἐλεεινόν, τῶν μὲν ἐν τῇ τριήρει ἀναγομένων τῶν δὲ ἐν τῇ νηὶ φλεγομένων τὰς χεῖρας ἐκτεινόντων καὶ ὀλοφυρομένων.
Καὶ οἱ μὲν ἔλεγον ποῖ ποτε ἀχθήσεσθε, δεσπόται; τίς ὑμᾶς ὑποδέξεται γῆ, καὶ τίνα πόλιν οἰκήσετε; οἱ δὲ ὦ μακάριοι, μέλλοντες ἀποθνήσκειν εὐτυχῶς πρὸ τοῦ πειραθῆναι δεσμῶν, πρὸ τοῦ δουλείαν λῃστρικὴν ἰδεῖν. Ταῦτα λέγοντες οἱ μὲν ἀνήγοντο, οἱ δὲ κατεφλέγοντο.
Ἐν τούτῳ δὲ ὁ τροφεὺς τοῦ Ἁβροκόμου πρεσβύτης ἤδη, σεμνὸς ἰδεῖν καὶ διὰ τὸ γῆρας ἐλεεινός, οὐκ ἐνεγκὼν ἀναγόμενον τὸν Ἁβροκόμην, ῥίψας ἑαυτὸν εἰς τὴν θάλασσαν ἐνήχετο ὡς καταληψόμενος τὴν τριήρη τίνι με καταλείπεις, τέκνον λέγων, τὸν γέροντα, τὸν παιδαγωγόν;
ποῖ δὲ ἀπερχόμενος, Ἁβροκόμη; αὐτὸς ἀπόκτεινόν με τὸν δυστυχῆ καὶ θάψον· τί γάρ
ἐστί μοι ζῆν ἄνευ σοῦ; Ταῦτα ἔλεγε καὶ τέλος ἀπελπίσας ἔτι Ἁβροκόμην ὄψεσθαι, παραδοὺς ἑαυτὸν τοῖς κύμασιν ἀπέθανε.Τοῦτο δὲ Ἁβροκόμῃ πάντων ἦν ἐλεεινότατον· καὶ γὰρ τὰς χεῖρας ἐξέτεινε τῷ πρεσβύτῃ καὶ τοὺς πειρατὰς ἀναλαμβάνειν παρεκάλει· οἱ δὲ οὐδένα λόγον ποιησάμενοι, διανύσαντες ἡμέραις τρισὶ τὸν πλοῦν κατήχθησαν εἰς πόλιν τῆς Φοινίκης Τύρον, ἔνθα ἦν τοῖς πειραταῖς τὰ οἰκεῖα.
Ἦγον δὲ αὐτοὺς εἰς αὐτὴν μὲν τὴν πόλιν οὐχί, εἰς πλησίον δέ τι χωρίον ἀνδρὸς ἄρχοντος λῃστηρίου, Ἀψύρτου τοὔνομα, οὗ καὶ ὁ Κόρυμβος ἦν ὑπηρέτης ἐπὶ μισθῷ καὶ μέρει τῶν λαμβανομένων. Ἐν δὲ τῷ τοῦ πλοὸς διαστήματι ἐκ πολλῆς τῆς καθʼ ἡμέραν ὄψεως ἐρᾷ ὁ Κόρυμβος τοῦ Ἁβροκόμου σφοδρὸν ἔρωτα, καὶ αὐτὸν ἡ πρὸς τὸ μειράκιον συνήθεια ἐπὶ πλέον ἐξέκαε.
Καὶ ἐν μὲν τῷ πλῷ οὔτε πεῖσαι δυνατὸν ἐδόκει εἶναι· ἑώρα γὰρ ὡς διάκειται μὲν ὑπʼ ἀθυμίας πονήρως, ἑώρα δὲ καὶ τῆς Ἀνθείας ἐρῶντα· ἀλλὰ καὶ τὸ βιάζεσθαι χαλεπὸν εἶναι αὐτῷ κατεφαίνετο· ἐδεδοίκει γὰρ μή τι ἑαυτὸν ἐργάσηται δεινόν·
ἐπεὶ δὲ κατήχθησαν εἰς Τύρον, οὐκέτι καρτερῶν τὰ μὲν πρῶτα ἐθεράπευε τὸν Ἁβροκόμην καὶ θαρρεῖν παρεκάλει καὶ πᾶσαν ἐπιμέλειαν προσέφερεν·
ὁ δὲ ἐλεοῦντα τὸν Κόρυμβον ἐνόμιζεν αὐτοῦ ποιεῖσθαι τὴν ἐπιμέλειαν· τὸ δεύτερον δὲ ἀνακοινοῦται ὁ Κόρυμβος τὸν ἔρωτα τῶν συλλῃστῶν τινι, Εὐξείνῳ τοὔνομα, καὶ δεῖται βοηθὸν γενέσθαι καὶ συμβουλεῦσαι τίνι τρόπῳ δυνήσεται πεῖσαι τὸ μειράκιον.
Ὁ δὲ Εὔξεινος ἄσμενος ἀκούει τὰ περὶ τοῦ Κορύμβου· καὶ γὰρ αὐτὸς ἐπʼ Ἀνθείᾳ διέκειτο πονήρως καὶ ἤρα τῆς κόρης σφοδρὸν ἔρωτα· λέγει δὲ πρὸς τὸν Κόρυμβον καὶ τὰ αὑτοῦ καὶ συνεβούλευσε μὴ ἐπὶ πλέον ἐπανιᾶσθαι, ἀλλʼ ἔργου
ἔχεσθαι·