Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Τῷ δὲ Ἁβροκόμῃ ἐν τούτῳ ἐφίσταται γυνὴ ὀφθῆναι φοβερά, τὸ μέγεθος ὑπὲρ ἄνθρωπον, ἐσθῆτα ἔχουσα φοινικῆν· ἐπιστᾶσα δὲ τὴν ναῦν ἐδόκει κάειν καὶ τοὺς μὲν ἄλλους ἀπόλλυσθαι, αὐτὸν δὲ μετὰ τῆς Ἀνθείας διανήχεσθαι. Ταῦτα ὡς εὐθὺς εἶδεν ἐταράχθη καὶ προσεδόκα τι δεινὸν ἐκ τοῦ ὀνείρατος· καὶ τὸ δεινὸν ἐγίνετο.

Ἔτυχον μὲν ἐν Ῥόδῳ πειραταὶ παρορμοῦντες αὐτοῖς, Φοίνικες τὸ γένος, ἐν τριήρει μεγάλῃ· παρώρμουν δὲ ὡς φορτίον ἔχοντες καὶ πολλοὶ καὶ γεννικοί. Οὗτοι κατεμεμαθήκεσαν τῇ νηὶ ὅτι χρυσὸς καὶ ἄργυρος καὶ ἀνδράποδα πολλὰ καὶ τίμια.

Διέγνωσαν οὖν ἐπιθέμενοι τοὺς μὲν ἀντιμαχομένους ἀποκτιννύειν, τοὺς δὲ ἄλλους ἄγειν εἰς Φοινίκην πραθησομένους καὶ τὰ χρήματα· κατεφρόνουν δὲ ὡς οὐκ ἀξιομάχων αὐτῶν.