Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Ἑορτὴ δὲ ἦν ἅπας ὁ βίος αὐτοῖς καὶ μεστὰ εὐωχίας πάντα καὶ ἤδη καὶ τῶν μεμαντευμένων λήθη· ἀλλʼ οὐχὶ τὸ εἱμαρμένον ἐπελέληστο, οὐδʼ ὅτῳ ἐδόκει ταῦτα θεῷ ἠμέλει.

Χρόνου δὲ διελθόντος ὀλίγου ἔγνωσαν οἱ πατέρες ἐκπέμπειν αὐτοὺς τῆς πόλεως κατὰ τὰ βεβουλευμένα· ἤμελλόν τε γὰρ ἄλλην ὄψεσθαι γῆν καὶ ἄλλας πόλεις καὶ τὸν τοῦ θεοῦ χρησμόν, ὡς οἷόν τε ἦν, παραμυθήσεσθαι

ἀπαλλαγέντες χρόνῳ τινὶ Ἐφέσου.

Παρεσκευάζετο δὴ πάντα αὐτοῖς πρὸς τὴν ἔξοδον, ναῦς τε μεγάλη καὶ ναῦται πρὸς ἀναγωγὴν ἕτοιμοι, καὶ τὰ ἐπιτήδεια ἐνεβάλλετο, πολλὴ μὲν ἐσθὴς καὶ ποικίλη, πολὺς δὲ ἄργυρος καὶ χρυσός, ἥ τε τῶν σιτίων ὑπερβάλλουσα ἀφθονία.