Epistulae

Alciphron

Alciphron. Alciphronis Rhetoris Epistularum Libri IV. Schepers, M.A., editor. Leipzig: Teubner, 1905.

. . . μὴ δείσης· ἐξείργασαι γὰρ πάγκαλόν τι χρῆμα, οἷον ἤδη τίς σοι τῶν πώποτε . . . . . . . . . . οὐδεὶς τῶν κατὰ χειρῶν πονηθέντων, τὴν σεαυτοῦ ἑταίραν ἱδρύσας ἐν τεμένει. μέση γὰρ ἕστηκα[ἐπὶ] τῆς 〈σῆς〉 Ἀφροδίτης καὶ τοῦ Ἔρωτος ἅμα τοῦ σοῦ. μὴ φθονήσῃς δέ μοι τῆς τιμῆς· οἱ γὰρ ἡμᾶς θεασάμενοι ἐπαινοῦσι Πραξι- τέλη, καὶ ὅτι τῆς σῆς τέχνης γέγονα οὐκ ἀδοξοῦσί με θεσπιεῖς μέσην κεῖσθαι θεῶν. ἓν ἔτι τῇ δωρεῷ λείπει, ἐλθεῖν σε πρὸς ἡμᾶς, ἵνα ἐν τῷ τεμένει μετ᾿ ἀλλήλων κατακλινῶμεν. οὐ μιανοῦμεν γὰρ τούς θεοὺς οὓς αὐτοὶ πεποιήκαμεν. ἔρρωσο.

[*](x2 (Vat. 2 Flor. ΠΔ))[*](〈ΑΛΚΙΦΡΟΝΟΣ—ΕΤΑΙΡΙΚΑΙ〉 add. Ryck. | 1 inscr. add. Jacobs. | 3 ἤδη] ἴδη Π Δ | πώποτε. . . . .] πάνποτε . . . . . . Vat. 2, πάν . . . . Flor. | 4 κατὰ] διὰ Seil., rescribens οἷον δή τι οὐ- δεὶς εἶδε πώποτε πάντων τῶν διὰ | 5 [ἐπὶ] del. Cob., ἀπὸ Mein. | 〈σῆς〉 add. Herch. (ed.) | 6 ἅμα] del. Herch. | 11 οὓς—πεποιήκαμεν] corrupt. censet Mein. )
110

Ὁ Μένανδρος ἡμῖν ἐπὶ τὴν τῶν Ἰσθμίων θέαν εἰς τὴν Κόρινθον ἐλθεῖν βεβούληται· ἐμοὶ μὲν οὐ κατὰ νοῦν· οἶδα[ς] γὰρ οἷόν ἐστιν ἐραστοῦ τοιούτου καὶ βραχὺν ἐστερῆσθαι χρόνον· ἀποτρέπειν δʼ οὐκ ἐνῆν μὴ πολλάκις ἀποδημεῖν εἰωθότα. οὐδʼ ὅπως αὐτὸν παρεγ- γυήσω μέλλοντα ἐπιδημεῖν ἔχω, οὐδʼ ὅπως μή. βού- λομαι μὲν αὐτὸν σπουδασθῆναι ὑυπὸ σοῦ, κἀμοί τινα φέρειν φιλοτιμίαν τοῦτο λογίζομαι· οἶδε γὰρ τὴν οὖσαν ἡμῖν ἑταιρίαν πρὸς ἀλλήλας· δέδοικα δέ, ὦ φιλτάτη, οὐ 〈σὲ〉 τοσοῦτον — χρηστοτέρῳ γὰρ ἤθει κέχρησαι τοῦ βίου — ὅσον αὐτὸν ἐκεῖνον. ἐρωτικὸς γάρ ἐστι δαιμονίως, καὶ Βακχίδος οὐδʼ ἂν τῶν σκυθρωποτάτων τις ἀπόσχοιτο. τὸ μὲν γὰρ δοκεῖν αὐτὸν οὐκ ἔλαττον τοῦ σοὶ ἐντυχεῖν ἢ τῶν Ἰσθμίων ἕνεκεν τὴν ἀποδή- μησιν πεποιῆσθαι, οὐ πάνυ πείθομαι. ἴσως αἰτιάσῃ με τῆς ὑποψίας. συγγίνωσκε δὲ ταῖς ἑταιρικαῖς, ὦ φιλτάτη, ζηλοτυπίαις. ἐγὼ δʼ οὐ παρὰ μικρὸν ἂν ἡγοίμην Μενάνδρου διαμαρτεῖν ἐραστοῦ. ἄλλως τε [*](Φ x² (Vat. 2 Flor. Π Δ)) [*](2 ἡμῖν Bergl., ἡμῶν O | 4 [ς] del. Cob. Secunda persona hic non placet | 5 ἐστερῆσθαι Mein., ὑστερῆσαι O | 6 εἰωθότα ΠΔ, εἰωθότας cet., εἰωθότος Mein. (ed.) | 7 παρεγγυήσω] 〈σοι〉 παρεγγυήσω Reisk. | ἐπιδημεῖν scripsi, ἐπιδημήσειν x2, sed ita nunquam Alc. | 8 μή. βούλομαι μὲν (sublata plena interp. post ἀλλήλας) Boissevain, μή, βουλόμενον O | ὑπὸ] ἐπὶ Flor. Vat. 2 | 9 οἶδε Cob., οἶδα O | 11 〈σὲ〉 add. Ald. | 14 sq. οὐκ] del. Mein., pro sq. οὐ scrib. καὶ Bergl., ἀπωθοῦμαι pro πείθομαι Pol. | 15 ἀποδήμησιν] ἀποδήμην Δ, ἀποδημίαν Ald. | 17 ὑπο- ψίας] ὑπεροψίας Vat. 2 Flor. | 18—19 ἂν ἡγοίμην Seil., ἡγού- μην O, ἡγοῦμαι Ald. | 19sqq. ἄλλως—λοιδορεῖσθαι] ante ἐγὼ (vrs. 18) collocat Pol.)

111
κἄν μοι κνισμός τις πρὸς αὐτὸν ἢ διαφορὰ γένηται, δεήσει με ἐπὶ τῆς σκηνῆς ὑπὸ Χρέμητός τινος ἢ Φ〈ε〉 ι- δύλου πικρῶς λοιδορεῖσθαι. ἐὰν δʼ ἐπανέλθῃ μοι οἷος ᾤχετο, πολλὴν εἴσομαί σοι χάριν. ἄρρωσο.

Πᾶσαί σοι ἴσμεν αἱ ἑταῖραι χάριν καὶ ἑκάστη γε ἡμῶν οὐχ ἧττον ἢ Φρύνη. ὁ μὲν γὰρ ἀγὼν μόνης Φρύνης, ὃν ὁ παμπόνηρος Εὐθίας ἐπανείλετο, ὁ δὲ κίνδυνος ἁπασῶν. εἰ γὰρ αἰτοῦσαι παρὰ τῶν ἐραστῶν ἀργύριον οὐ τυγχάνομεν ἢ τοῖς διδοῦσιν [αἱ] τυγχάνου- σαι ἀσεβείας κριθησόμεθα, πεπαῦσθαι κρεῖττον ἡμῖν τοῦ βίου τούτου καὶ μηκέτι ἔχειν πράγματα μηδὲ τοῖς ὁμιλοῦσι παρέχειν. νῦν δʼ οὐκέτι τὸ ἑταιρεῖν αἰτια- σόμεθα ὅτι πονηρὸς Εὐθίας ἐραστὴς εὑρέθη, ἀλλʼ ὅτι ἐπιεικὴς Ὑπερ〈ε〉ίδης ζηλώσομεν. πολλὰ τοίνυν 〈κ〉ἀ- γαθὰ γένοιτό σοι τῆς φιλανθρωπίας. καὶ γὰρ ἑταίραν χρηστὴν σεαυτῷ περιεσώσω, καὶ ἡμᾶς ἀμειψομένας σε ἀντʼ ἐκείνης παρεσκεύασας. εἰ δὲ δὴ καὶ τὸν λόγον γράψαις τὸν ὑπὲρ τῆς Φρύνης, τότε ἂν ὡς ἀληθῶς χρυσοῦν αἱ ἑταῖραί 〈σε〉 στήσαιμεν ὅπῃ ποτὲ βούλει τῆς Ἑλλάδος.

[*](Φ (usque ad IV 3) et x² (Vat. 2 Flor. ΠΔ))[*](1 τις Ald., τις ᾖ Π Δ, τις εἰ cet. | ἢ διαφορὰ] del. Hirsch. | 2 〈ε〉 add. Vind., Διφίλου Ald.)[*](5 〈ε〉 add. Herch. (ed.) | 6 σοι] om. O. praeter Vat. 2 post ἑταῖραι hab. Vind. | 7 Φρύνη Π Δ, Φρύνης cet. | μόνης] μόνος Δ | 10 οὐ τυγχάνομεν] om. Plor. Vat. 2 | [αἱ] delevi, τυγχάνουσαι τοῖς διδοῦσιν Pol. | 12 μηδὲ Seil., μήτε x2, μηκέτι 〈μητε αὐτὰς〉 — μήτε Mein. | 15 〈ε〉 add. Herch. (ed.) | 〈κ〉 add. Herch. (ed.) | 17 περιεσώσω] περιεποιήσω Vind. | 20 〈σε〉 add. Ald. | ὅπῃ] ὅπου Cob.)
112

Οὐ τοσοῦτόν σοι τοῦ κινδύνου συνηχθέσθην, φιλ- τάτη, ὅσον ὅτι πονηροῦ μὲν ἀπηλλάγης ἐραστοῦ χρηστὸν δὲ εὗρες [Ὑπερίδην], συνήσθην. τὴν γὰρ δίκην σοι καὶ πρὸς εὐτυχίαν γεγονέναι νομίζω. διαβόητον γάρ σε οὐκ ἐν ταῖς Ἀθήναις μόνον, ἀλλὰ καὶ ἐν τῇ Ἑλλάδι ἁπάσῃ ὁ ἀγὼν ἐκεῖνος πεποίηκεν. Εὐθίας μὲν οὖν ἱκανὴν τιμωρίαν δώσει τῆς σῆς ὁμιλίας στερούμενος· ὑπὸ γὰρ ὀργῆς μοι δοκεῖ κινηθεὶς διὰ τὴν ἔμφυτον ἀμαθίαν ὑπερᾶραι τὸ μέτρον τῆς ἐρωτικῆς ζηλοτυπίας. καὶ νῦν ἐκεῖνον ἐρῶντα μᾶλλον εὖ ἴσθι ἢ Ὑπερ〈ε〉ίδην. ὁ μὲν γὰρ διὰ τὴν τῆς συνηγορίας χάριν δῆλός ἐστι σπουδάζεσθαι βουλόμενος καὶ ἐρώμενον ἑαυτὸν ποιῶν, ὁ δὲ τῷ ἀποτεύγματι τῆς δίκης παρώξυνται. προσδέχου δὴ πάλιν ἀπʼ αὐτοῦ δεήσεις καὶ λιτανείας καὶ πολύ χρυσίον. μὴ δὴ καταδιαιτήσῃς ἡμῶν, ὦ φιλτάτη, τῶν ἑταιρῶν, μηδʼ Ὑπερ〈ε〉ίδην κακῶς δόξαι βεβουλεῦσθαι ποιήσῃς τὰς Εὐθίου ἱκεσίας προσιεμένη, μηδὲ τοῖς λέγουσί σοι ὅτι, εἰ μὴ τὸν χιτωνίσκον περιρρηξαμένη τὰ μαστάρια τοῖς δικασταῖς ἐπέδειξας, οὐδὲν 〈ἂν〉 ὁ [*](x² (vat. 2 Flor. ΠΔ)) [*](2 ante φιλτάτη add. ὦ Vind., sed omittitur saepius in lib. IV | 4 [Ὑπερίδην] del. Mein. (ed.) | 5 εὐτυχίαν] εὐτυ- χίας Vat. 2 Flor. | 7 οὖν Mein. (ed.), γὰρ x² | 8 στερούμενος] στερόμενος Cob. | 9 κινηθεὶς] del. Pol. | 10 ὑπερᾶραι Seil. (ed.), ὑπεράραι x² | 11 〈ε〉 add. Herch. (ed.) | 15 ἀπʼ Mein., διʼ x², παῤ Cob. | 16 μὴ δὴ] σὺ δὲ μηδὲ Reisk., μὴ προσδέ- χου—τὸ πολὺ χρυσίον, μηδὲ Nab. | 17 〈ε〉 add. Herch. (ed.) | 18 ποιήσης Δ et mrg. Π, πωλήσῃς cet. | 20 〈ἂν〉 add. Seil., οὐδʼ ἂν Mein. (ed.))

113
ῥήτωρ ὠφέλει, πείθου. καὶ γὰρ αὐτὸ τοῦτο ἵνα ἐν καιρῷ γένηταί σοι ἡ ἐκείνου παρέσχε συνηγορία.

Μὴ δὴ κρείττονος εἴη σοι τυχεῖν ἐραστοῦ, δέσποινα Ἀφροδίτη, ἀλλʼ Εὐθίας σοι ὃν νῦν περιέπεις συγκατα- βιῴη. τάλαινα γυνὴ τῆς ἀνοίας, ἥτις τῷ τοιούτῳ θη- ρίφ προσέφθαρσαι. πλὴν ἴσως τῷ κάλλει πεπίστευκας· Μυρρίνην γὰρ στέρξει δῆλον ὅτι Φρύνην ὑπεριδών. ἀλλʼ ἔοικας κνίσαι τὸν Ὑπερ〈ε〉ίδην βεβουλῆσθαι ὡς ἔλαττόν σοι νῦν προσέχοντα. κἀκεῖνος ἑταίραν ἄχει ἀξίαν ἑαυτοῦ καὶ σὺ ἐραστὴν σοὶ πρέποντα. αἴτησόν τι παῤ αὐτοῦ, καὶ ὄψει σεαυτὴν ἢ τὰ νεώρια ἐμπε- πρηκυῖαν ἢ τοὺς νόμους καταλύουσαν. ἴσθι γοῦν ὅτι παρὰ πάσαις ἡμῖν ταῖς τὴν φιλανθρωποτέραν Ἀφροδίτην προτιμώσαις μεμίσησαι.

Οὐκ ἄν ποτʼ ᾠήθην ἐκ τοσαύτης συνηθείας ἔσεσθαί μοί τινα πρὸς Εὐξίππην διαφοράν. καὶ τὰ μὲν ἄλλα [*](x² ( Vat. 2 Flor. ΠΔ)) [*](1 πείθου Δ, πείθων Π, πείθων Flor. Vat. 2, πείθων, πεί- θου Dorvill. | 2 γένηταί] γένοιτό Nab. 4 εἴη] δοίη del. sq. virg. Valck. | 6 τῷ τοιούτῳ] τῶν τοι- ούτων FIor. | 8 Μυρρίνην—Φρύνην Seil. (ed.), Μυρρίνην— Μυρρίνην Flor. Vat. 2, Μυρρίνην—Μυρρίνην Π, Φούνην— Μυρρίνην Δ | 9 〈ε〉 add. Herch. (ed.) | βεβουλῆσθαι] βεβου- λεῦσθαι Vind. | 11 σοὶ scripsi, σοι x2 18 Εὐξίππην] Ζευξίππην Reisk.)

114
ἐν οἷς αὐτῇ χρησίμη γέγονα ὑπὸ τὸν ἀπὸ τῆς Σάμου κατάπλουν, οὐκ ὀνειδίζω· ἀλλὰ Παμφίλου, γινώσκεις τοῦτο καὶ σύ, ὅσον ἡμῖν διδόντος ἀργύριον, ὅτι ταύτῃ ποτὲ ἐντυγχάνειν ἐδόκει, τὸ μειράκιον οὐ προσ- ιέμην. ἡ δὲ καλῶς ἡμᾶς ἀντὶ τούτων ἠμείψατο τῇ κακίστʼ ἀπολουμένῃ Μεγάρᾳ χαρίζεσθαι θέλουσα. πρὸς ἐκείνην δʼ ἦν τις παλαιά μοι διὰ Στράτωνα ὑπόνοια· [ἀλλὰ] ταύτην μὲν 〈οὖν〉  οὐδὲν ᾤμην ποιεῖν παράλογον κακῶς λέγουσάν με. Ἁλῷα δʼ ἦν, κἀπὶ τὴν παννυχίδα πᾶσαι, ὥσπερ ἦν εἰκός, παρῆμεν. ἐθαύμαζον δὲ τῆς Εὐξίππης τὴν ἀγερωχίαν· τὸ μὲν γὰρ πρῶτον κιχλίζουσα μετʼ ἐκείνης καὶ μωκωμένη τὴν δυσμένειαν ἐνεδείκνυτο, εἶτα φανερῶς ποιημάτια ᾖδεν εἰς τὸν οὐκέθʼ ἡμῖν προσέχοντα ἐραστήν. κἀπὶ τούτοις μὲν ἧττον ἤλγουν· ἀπαναισχυντήσασα δὲ εἰς τὸ φῦκός με καὶ τὸν παιδέ- ρωτα ἔσκωπτεν. ἐδόκει δέ μοι πάνυ κακῶς πράττειν ὡς μηδὲ κάτοπτρον κεκτῆσθαι· εἰ γὰρ εἶδεν ἑαυτὴν χρῶμα σανδαράχης ἔχουσαν, οὐκ ἂν ἡμᾶς εἰς ἀμορφίαν ἐβλασφήμει. ἐμοὶ μὲν οὖν βραχύ μέλει περὶ τούτων· ἀρέσκειν γὰρ τοῖς ἐρασταῖς, οὐχὶ Μεγάρᾳ καὶ Εὐξίππῃ βούλομαι ταῖς πιθήκοις. δεδήλωκα δέ σοι ἵνα μή μέ τι μέμψῃ. ἀμυνοῦμαι γὰρ αὐτὰς οὐκ ἐν σκώμμασιν οὐδὲ βλασφημίαις, ἀλλʼ ἐν οἷς μάλιστα ἀνιάσονται. προσκυνέῶ δὲ τὴν Νέμεσιν.

[*](x² (Vat. 2 Flor. ΠΔ))[*](1 αὐτῇ] αὐτὴ Flor. Π | 4 ποτὲ] ποτὲ μὲν Vat. 2 ∠ | προσ- ιέμην Vind., προσήμην x2, προσείμην Cob., sed cf. IV 7, 3; 11, 4 | 8 [ἀλλὰ] delet suppleto 〈οὖν〉Hirsch.  | 10 παρῆμεν] παρʼ ἡμῖν ∠ | 11 Εὐξίππης] vid. § 1 | τὴν ἀγερωχίαν] om. Π ∠ | 13 ποιη- μάτια Nab., ποιήματα x2 | 17 εἶδεν Bergl., οἶδεν x² | 20 Εὐξίππῃ] vid. § 1 | 21 μή μέ τι Mein., μή μʼ ἔτι x2, μηκέτι Vind. | 22 ἐν] dei. Herch. ed.) | 23 οὐδὲ] οὐδʼ ἐν ∠ | ἐν] del. Herch. (ed.))
115

Ἐξ οὗ φιλοσοφεῖν ἐπενόησας, σεμνός τις ἐγένου καὶ τὰς ὀφρῦς ὑπὲρ τοὺς κροτάφους ἐπῆρας. εἶτα σχῆμα ἔχων καὶ βιβλίδιον μετὰ χεῖρας εἰς τὴν Ἀκαδή- μ〈ε〉ιαν σοβεῖς, τὴν δὲ ἡμετέραν οἰκίαν ὡς οὐδὲ ἰδὼν πρότερον παρέρχῃ. ἐμάνης Εὐθύδημε, 〈ἢ〉 οὐκ οἶδας οἷός ἐστιν ὁ σοφιστὴς οὗτος ὁ ἐσκυθρωπακὼς καὶ τοὺς θαυμαστοὺς τούτους διεξιὼν πρὸς ὑμᾶς λόγους. ἀλλʼ ἐμοὶ μὲν πράγματα πόσος ἐστὶν οἴει χρόνος ἐξ οὗ παρέχει βουλόμενος ἐντυχεῖν; προσφθείρεται δὲ Ἑρ- πυλ〈λ〉ίδι τῇ Μεγάρας ἅβρᾳ. τότε μὲν οὖν αὐτὸν οὐ προσιέμην, σὲ γὰρ περιβάλλουσα κοιμᾶσθαι μᾶλλον ἐβουλόμην ἢ τὸ παρὰ πάντων σοφιστῶν χρυσίον 〈ἔχειν〉. ἐπεὶ δέ σε ἀποτρέπειν ἔοικε τῆς μεθʼ ἡμῶν συνηθείας, ὑποδέξομαι αὐτὸν καί, εἰ βούλει, τὸν διδάσκαλον του- τονὶ τὸν μισογύναιον ἐπιδείξω σοι νυκτὸς οὐκ ἀρκού- μενον ταῖς συνήθεσιν ἡδοναῖς. λῆρος ταῦτά ἐστι καὶ τῦφος καὶ ἐργολάβεια μειρακίων, ὦ ἀνόητε. οἴει δὲ διαφέρειν ἑταίρας σοφιστήν; τοσοῦτον ἴσως ὅσον οὐ διὰ τῶν αὐτῶν ἑκάτεροι πείθουσιν, ἐπεὶ ἕν γε ἀμφο- τέροις τέλος πρόκειται τὸ λαβεῖν. πόσῳ δὲ ἀμείνους ἡμεῖς καὶ εὐσεβέστεραι· οὐ λέγομεν θεοὺς οὐκ εἶναι, [*](x² (Vat. 2 Flor. Π Δ)) [*](5 〈ε〉 add. Mein. (ed.) | δὲ] om. Vat. 2 Flor. | 6 〈ἢ〉 add. Mein., οὐκ εἰδὼς Cob., 〈ἢ〉 οὐκ οἶσθα Herch. | 11 〈λ〉 add. Ald. | τῇ] τῆς Δ | 12 προσιέμην] προσείμην Cob. | περιβάλ- λουσα κοιμᾶσθαι] del. Mein. Malui supplere 〈ἔχειν〉 cum Seil. | 14 μεθʼ] καθʼ Π Δ | 17 λῆρος—ἐστι Cob., λῆρος— εἰσι Δ, λῆροι— εἰσι cet. (λῆρον Π) | 18 τῦφος Seil. (ed.), τύφος x2 | 20 πείθουσιν Vind., πείθειν x² | 22 post εὐσεβέστεραι add. αἳ deleta interp. Nab.)

116
ἀλλὰ πιστεύομεν ὀμνύουσι τοῖς ἐρασταῖς ὅτι φιλοῦσιν ἡμᾶς· οὐδʼ ἀξιοῦμεν ἀδελφαῖς καὶ μητράσι μίγνυσθαι τοὺς ἄνδρας, ἀλλʼ οὐδὲ γυναιξὶν ἀλλοτρίαις. εἰ μὴ ὅτι τὰς νεφέλας ὁπόθεν εἶεν καὶ τὰς ἀτόμους ὁποῖαι ἀγνοοῦμεν, διὰ τοῦτο ἥττους δοκοῦμέν σοι τῶν σοφισ- τῶν. καὶ αὐτὴ παρὰ τούτοις ἐσχόλακα καὶ πολλοῖς διείλεγμαι. οὐδὲ εἷς ἑταίρᾳ ὁμιλῶν τυραννίδας ὀνει- ροπολεῖ καὶ στασιάζει τὰ κοινά, ἀλλὰ σπάσας τὸν ἑωθινὸν καὶ μεθυσθεὶς εἰς ὥραν τρίτην ἢ τετάρτην ἠρεμεῖ. παιδεύομεν δὲ οὐ χεῖρον ἡμεῖς τοὺς νέους. ἐπεὶ σύγκρινον, εἰ βούλει, Ἀσπασίαν τὴν ἑταίραν καὶ Σωκράτην τὸν σοφιστήν, καὶ πότερος ἀμείνους αὐτῶν ἐπαίδευσεν ἄνδρας λόγισαι· τῆς μὲν γὰρ ὄψει μαθητὴν Περικλέα, τοῦ δὲ Κριτίαν. κατάβαλλε τὴν μωρίαν ταύτην καὶ ἀηδίαν, ὁ ἐμὸς ἔρως Εὐθύδημε — οὐ πρέπει σκυθρωποῖς εἶναι τοιούτοις ὄμμασι — καὶ πρὸς τὴν ἐρωμένην ἧκε τὴν ἑαυτοῦ οἷος ἐπανελθὼν ἀπὸ 〈τοῦ〉 Ἀυκείου πολλάκις τὸν ἱδρῶτα ἀποψώμενος, ἵνα μικρὰ κραιπαλήσαντες ἐπιδειξώμεθα ἀλλήλοις τὸ καλὸν τέλος τῆς ἡδονῆς. καὶ σοὶ νῦν μάλιστα φανοῦμαι σοφή. οὐ μακρὸν δίδωσιν ὁ δαίμων χρόνον τοῦ ζῆν· μὴ λάθῃς τοῦτον εἰς αἰνίγματα καὶ λήρους ἀναλώσας. ἔρρωσο.

[*](x2 (Vat. 2 Flor. ΠΔ))[*](3 sqq. εἰ μὴ— ἠρεμεῖ (in § 6)] del. Herm. | 4 εἶεν] ἂν εἶεν vel εἰσιν Mein. | 6 παρὰ] 〈γὰρ〉 παρὰ Nab. | 8 τὸν] τὸ Bergl., sed cfrt Theocr. XVIII 11 Mein. | 12 πότερος] πότερον ΠΔ | ἀμείνους Vind., ἄμεινον x² | 14 κατάβαλλε] κατάβαλε Vind. | 17 ἑαυτοῦ] σαυτοῦ Vind. | 18 〈τοῦ〉 addidi cl. IV 17,7 | post πολλάκις lac. sign. posuit Mein., post οἷος Reisk., supplet εἴωθας Reisk., ἔφοιτας καί μοι παρεκάθησο Mein., ἐφοίτας vel ἧκες Pol. | ἵνα] ἵνα καὶ Vind. | 19 ἐπιδειξώμεθα] ἐπιδειξό- μεθα ΠΔ | καλὸν] del. Nab. | 20 ἡδονῆς. καὶ—σοφή] ἡδονῆς, καὶ— φανῶμεν σοφαί Nab., καὶ 〈ἵνα〉 — φανῶμαι σοφή, οὐ Boissevain)
117

Εἰ μὲν ἡδονήν σοί τινα φέρειν ἢ φιλοτιμίαν πρός τινας τῶν διαλεγομένων οἴει τὸ πολλάκις ἡμᾶς ἐπὶ τὰς θύρας φοιτᾶν καὶ τοῖς πεμπομένοις πρὸς τούς εὐτυχεστέρους ἡμῶν θεραπαινιδίοις ἀποδύρεσθαι, οὐκ ἀλόγως ἡμῖν ἐντρυφᾷς. ἴσθι μέντοι, καίτοι ποιῶν οἶδα πρᾶγμα ἀσύμφορον ἐμαυτῷ, οὕτω με διακείμενον ὡς ὀλίγοι τῶν ἐντυγχανόντων σοι νῦν ἀμεληθέντες ἂν διατεθεῖεν. καίτοι γε ᾤμην τὸν ἄκρατον ἔσεσθαί μοι παρηγόρημα, ὃν παρʼ Εὐφρονίῳ τρίτην ἐσπέραν πολύν τινα ἐνεφορησάμην, ὡς δὴ τὰς παρὰ τὴν νύκτα φρον- τίδας διωσόμενος· τὸ δὲ ἄρα ἐναντίως ἔσχεν. ἀνερρί- πισε γάρ μου τὴν ἐπιθυμίαν ὥστε κλαίοντά με καὶ βρυχώμενον ἐλεεῖσθαι μὲν παρὰ τοῖς ἐπιεικεστέροις, γέλωτα δὲ τοῖς ἄλλοις παρέχειν. μικρὰ δʼ ἔτι ἐστί μοι παραψυχὴ καὶ μαραινόμενον ἤδη παραμύθιον . . . . ., ὅν μοι ὑπὸ τὴν λυπρὰν 〈ἐν〉 τῷ συμποσίῳ μέμψιν προσέρριψας ἀπʼ αὐτῶν περισπάσασα τῶν πλοκάμων, ὡς δὴ πᾶσι τοῖς ὑφ᾿ ἡμῶν πεμφθεῖσιν ἀχθομένη. εἰ δή σοι ταῦτα ἡδονὴν φέρει, ἀπόλαυε τῆς ἡμετέρας [*](x² (Vat. 2 Flor. P Δ)) [*](3 τινας] fort. delendum | οἴει] ante πρὸς hab. Vind., unde post διαλεγομένων supplet σοι Mein., φέρει—[οἴει] cl. § 3 Cob., sed cfrt IV 2, 2 Pol. | 19 παρηγόρημα Bergl., κατηγόρημα x² | 11 ἐνεφορησάμην] ἐνεφορήθην Cob. | 12 τὸ] τότε Δ | 13 κλαίοντά] κλάοντά Cob. | 14 βρυχώμενον ΠΔ, βρυ- χόμενον cet. | 15 ἔτι ἐστί Cob., ἔπεστί x² | 16 lac sign. posui, scribit ὅτε pro ὅν Vind., ὅ τι Sei1., sed excidit potius ὁ στέ- φανος vel simile quid | 17 λυπρὰν] del. Cob., λυγρὰν Herch. (ed.) — 〈ἐν〉 add. bergl., τῶν συμποσίων Vind. | 19 δὴ] μὴ Bergl., δὴ μὴ Vagn. | ὑφ’] ἐφʼ Flor.)

118
μερίμνης, κἂν σοι φίλον διηγοῦ τοῖς νῦν μὲν μακα- ριωτέροις ἡμῶν, οὐκ εἰς μακρὰν δέ, ἄνπερ ὡς ἡμεῖς ἔχωσιν, ἀνιασομένοις. εὔχου μέντοι μηδέν σοι νεμε- σῆσαι ταύτης τῆς ὑπεροψίας τὴν Ἀφροδίτην. ἕτερος ἂν λοιδορούμενος ἔγραφε καὶ ἀπειλῶν, ἀλλʼ ἐγὼ δεό- μένος καὶ ἀντιβολῶν· ἐρῶ γάρ, ὦ Πετάλη, κακῶς. φο- βοῦμαι δέ, μὴ κάκιον ἔχων μιμήσωμαί τινα τῶν περὶ τὰς ἐρωτικὰς μέμψεις ἀτυχεστέρων.

Εβουλόμην μὲν ὑπὸ δακρύων οἰκίαν ἑταίρας τρέ- φεσθαι· λαμπρῶς γὰρ ἂν ἔπραττον ἀφθόνων τούτων ἀπολαύουσα παρὰ σοῦ· νῦν δὲ δεῖ χρυσίου ἡμῖν, ἱμα- τίων, κόσμου, θεραπαινιδίων. ἡ τοῦ βίου διοίκησις ἅποσα ἐντεῦθεν. οὐκ ἔστιν ἐν Μυρρινοῦντι πατρῷον ἐμοὶ κτημάτιον, οὐδʼ ἐν τοῖς ἀργυρείοις ἐμοὶ μέταλλον, ἀλλὰ μισθωμάτια καὶ αἱ δυστυχεῖς αὗται καὶ κατεστε- ναγμέναι τῶν ἀνοήτων ἐραστῶν χάριτες. σοὶ δὲ ἐνιαυ- τὸν ἐντυγχάνουσα ἀδημονῶ, καὶ αὐχμηρὰν μὲν ἔχω τὴν κεφαλὴν μηδὲ ἰδοῦσα τὸν χρόνον τοῦτον μύρον, τὰ δὲ ἀρχαῖα καὶ τρύχινα περιβαλλομένη ταραντινίδια [*](x² (Vat. 2 Flor. ΠΔ)) [*](2 ἄνπερ ὡς] ἂν ὥσπερ Δ | 3 ἔχαωσιν Π Δ, ἔχουσιν cet., ἐρῶσιν Nab. | 7 μιμήσωμαί Π Δ, μιμήσομαί cet. | 8 μέμψεις] τέρψεις Nauck., θρύῆψεις Pol.) [*](10 οἰκίαν] post τρέφεσθαι hab. Π Δ | 13 χρυσίου] χρυσίων Vind. | 14 ἐν] del. Cob., ἔτι Nab. | 16 καὶ (ante αἱ)] del. Pol. | 19 ἰδοῦσα] ἰδοῦσαν Mein. | τὸν χρόνον τοῦτον conj. in cod. Pal. 132 [suprascr. τούτου], τοῦ χρόνου τούτου x² | 20 ἀρ- χαῖα] ἀραῖα vel ἀραχνιαῖα Reisk. | τρύχινα] τρίχινα Δ | περι- βαλλομένη] προβαλλομένη Δ, περιβαλομένη Mein. (ed.) )

119
αἰσχύνομαι τὰς φίλας, οὕτως ἀγαθόν τί μοι γένοιτο. εἶτα οἴει μέ σοι παρακαθημένην πόθεν ζήσειν; ἀλλὰ δακρύεις· πεπαύσῃ μετὰ μικρόν. ἐγὼ δὲ ἂν μὴ [τις] ὁ διδοὺς ἦ, πεινήσω τὸ καλόν. θαυμάζω δέ σου καὶ τὰ δάκρυα ὥς ἐστιν ἀπίθανα. δέσποινα Ἀφροδίτη, φιλεῖν, ἄνθρωπε, φής, καὶ βούλει σοι τὴν ἐρωμένην διαλέγεσθαι· ζῆν γὰρ χωρὶς ἐκείνης μὴ δύνασθαι. τί οὖν; οὐ ποτήριά ἐστιν ἐπὶ τῆς οἰκίας ὑμῖν; . . . . . . μὴ χρυσία τῆς μητρός, μὴ δάνεια τοῦ πατρὸς κομιούμενος. μακαρία Φιλῶτις· [τοῖς] εὐμενεστέροις ὄμμασιν εἶδον ἐκείνην αἱ Χάριτες· οἶον ἐραστὴν ἔχει Μενεκλείδην, ὃς καθʼ ἡμέραν δίδαωσί τι. ἄμεινον γὰρ ἢ κλάειν. ἐγὼ δὲ ἡ τάλαινα θρηνῳδόν, οὐκ ἐραστὴν ἔχω· στεφάνιά μοι καὶ ῥόδα ὥσπερ ἀώρῳ τάφῳ πέμπει καὶ κλάειν διʼ ὅλης φησὶ τῆς νυκτός. ἐὰν φέρῃς τι, ἧκε μὴ κλάων, εἰ δὲ μή, σεαυτὸν οὐχ ἡμᾶς ἀνιάσεις.

Οὐ προσέχει μοὶ τὸν νοῦν ὁ Δ[ι]ίλος, ἀλλʼ ἅπας [*](x2 (Vat. 2 Flor. ΠΔ)) [*](2 πόθεν] αὐτόθεν Cob. | 2—3 ἀλλά—μικρόν] post τὸ καλόν hab. Herch. (ed.) | 3 [τις] del. Hirsch. | 6 φιλεῖν—φής V alck., φιλεῖς—φής x2, φιλεῖς—φιλεῖς Vind. | 7—9 interr. et lac. sign. posuit Mein. (supplens μὴ οὖν τὸ λοιπὸν φοιτῶν παῥ ἡμᾶς ἐθελήσῃς εἰ), om. lac. sign. scripto (post Wagn.) κομιουμένοις; Herch. (ed.), τί οὖν οὐ ποτήρια ἦλθες ἀπὸ τῆς οἰκίας ἡμῖν—κομιούμενος; Arnald., verba μὴ—κομιουμένην; (ita rescribit) post ζήσειν in § 3 collocat Herm. | 10 ψῶτις Seil. (ed.), φιλότης x2 | [τοῖς] del. Vaga. (ed.), εὐμενεστέροις τοῖς Seil., del. εὐμενεστέροις—Χάριτες cl. III 8, 2 Mein. 13 ἔχω·⌋ ἔχω, ὃς Vagn. | 16 ἀνιάσεις] αἰτιάσει Herm. An αἰτίασαι?) [*](18 τὸν νοῦν] fort. τὰ νῦν, cf. IV 5,2, 6, 3 | [ι] del. Bergl.)

120
ἐπὶ τὴν ἀκάθαρτον Θεττάλην νένευκε· καὶ μέχρι μὲν τῶν Ἀδωνίων καὶ ἐπίκωμός ποτε πρὸς ἡμὰς καὶ κοι- μησόμενος ἐφοίτα, ἤδη μέντοι ὡς ἄν τις ἀκκιζόμενος καὶ ἐρώμενον ἑαυτὸν ποιῶν καὶ τά γε πλεῖστα ὑπὸ τοῦ Ἕλικος, ὁπότε μεθυσθείη, ὁδηγούμενος· ἐκεῖνος γὰρ τῆς Ἑρπυλλίδος ἐρῶν τὴν παῥ ἡμῖν ἠγάπα σχολήν· νῦν μέντοι δῆλός ἐστι μηδʼ ὅλως ἡμῖν ἐντευξόμενος· τέσσαρας γὰρ [Λύσιδος] ἐξῆς ἡμέρας ἐν τῷ Λύσιδος κήπῳ μετὰ Θεττάλης καὶ τοῦ κάκιστ᾿ ἀπολουμένου Στρογγυλίωνος, ὃς ταύτην αὐτῷ προὐμνηστεύσατο τὴν ἐρωμένην ἐμοί τι προσκρούσας, κραιπαλᾷ. γραμματίδια μὲν οὖν καὶ θεραπαινίδων διαδρομαὶ καὶ ὅσα τοιαῦτα μάτην διήνυσται, καὶ οὐδὲν ἐξ αὐτῶν ὄφελος. δοκεῖ δέ μοι μᾶλλον ὑπὸ τούτων τετυφῶσθαι καὶ ὑπερεν- τρυφᾶν ἡμῖν. λοιπὸν οὖν ἀποκλείειν, κἂν ἔλθῃ ποτὲ πρὸς ἡμὰς κοιμη[θη]σόμενος, εἰ δὴ κνίσαι ποτὲ ἐκείνην βουληθείη, διώσασθαι· εἴωθε γὰρ ἡ βαρύτης τῷ ἀμε- λεῖσθαι καταβάλλεσθαι. εἰ δὲ μηδʼ οὕτως ἀνύοιμεν, θερμοτέρου τινὸς ἡμῖν ὥσπερ τοῖς σφόδρα κάμνουσι φαρμάκου δεῖ. δεινὸν γὰρ οὐ τοῦτο μόνον εἰ τῶν παῥ αὐτοῦ μισθωμάτων στερησόμεθα, ἀλλʼ εἰ Θεττάλῃ γέλωτα παρέξομεν. ἔστι σοι πειραθέν, ὡς φής, πολλά- κις ἐφʼ ἡλικίας φίλτρον. τοιούτου τινὸς βοηθήματος δεόμεθα, ὅ τὸν πολύν αὐτοῦ τῦφον, ἀλλʼ οὖν καὶ τὴν κραιπάλην ἐκκορήσει[εν]. ἐπικηρυκευσόμεθα δὴ αὐτ καὶ δακρύσομεν πιθανῶς, καὶ τὴν Νέμεσιν δεῖν αὐτὸν [*](x² Va. 2 Flor. ΠΔ)) [*](4 καὶ τά γε] τά τε Vind. | 8 [Λύσιδος] del. Ald. | 12 θερα- παινίδων] θεραπαινιδίων cl. III 9, 2 Nab. | 16 [θη] del. Cob. | εἰ Mein., ἐὰν x2, quod ortum e praec. κἂν | 22 πειραθέν Δ, πειρασθέν cet. | 24 τῦφον Scil., τύφον x2 | 25 [εν] del. Mein. | 26 πιθανῶς] ἱκανῶς Vind.)
121
ὁρᾶν εἰ οὕτως ἐμὲ περιόψεται ἐρῶσαν αὐτοῦ, καὶ τοι- αῦτα ἄλλα ἐροῦμεν καὶ πλασόμεθα. ἥξει γὰρ ὡς ἐλεῶν δήπου με καιομένην ἐπʼ αὐτῷ· μεμνῆσθαι γὰρ τοῦ παρελθόντος χρόνου καὶ τῆς συνηθείας ἔχειν καλῶς ἐρεῖ, φυσῶν ἑαυτὸν ὁ λάσταυρος. συλλήψεται δὲ ἡμῖν καὶ ὁ Ἕλιξ· ἐπʼ ἐκεῖνον γὰρ ἡ Ἑρπυλλὶς ἀποδύσεται. ἀλλʼ ἀμφιβάλλειν εἴωθε τὰ φίλτρα καὶ ἀποσκήπτειεν εἰς ὄλεθρον. βραχύ μοι μέλει· δεῖ γὰρ αὐτὸν ἢ ἐμοὶ ζῆν ἢ τεθνάναι Θεττάλῃ.

Οἴχεται Βακχὶς ἡ καλή, Εὐθύκλεις φίλτατε, οἴχε- ται, πολλά τέ μοι καταλιποῦσα δάκρυα καὶ ἔρωτος ὅσον ἡδίστου τότε, τοσοῦτον πικροῦ νῦν μνήμην. οὐ γὰρ ἐκλήσομαί ποτε Βακχίδος, οὐχ οὗτος ἔσται 〈ὁ〉 χρόνος. ὅσην συμπάθειαν ἐνεδείξατο· ἀπολογίαν ἐκεί- νην καλῶν οὐκ ἄν τις ἁμαρτάνοι τοῦ τῶν ἑταιρῶν βίου. καὶ εἰ συνελθοῦσαι ἅπασαι πανταχόθεν εἰκόνα τινὰ αὐτῆς ἐν Ἀφροδίτης ἢ Χαρίτων θεῖεν, δεξιὸν ἄν τί μοι ποιῆσαι δοκοῦσιν. τὸ γὰρ θρυλούμενον ὑπὸ πάντων, ὡς πονηραί, ὡς ἄπιστοι, ὡς πρὸς τὸ λυσι- [*](x² (Vat. 2 Flor. Π Δ)) [*](3 καιομένην] καομένην Herch. (ed.) | αὐτῷ Π Δ, αὐτῶν cet. | 7 καὶ ἀποσκήπτειν Ald., καὶ ἀποσκήψειν x², καὶ 〈δὴ καὶ〉 ἀποσκήπτειν vel κὰν ἀποσκήψειεν Mein., ante εἰς add. ἐνίοτε Cob., post ὄλεθρον add. ἔσθʼ ὅτε Pol.) [*](13 τότε—πικροῦ Jacobs., τὸ τέλος οὐ πονηροῦ x², τὸ τέ- λος τοσοῦτο ἀνιαροῦ vel λυπηροῦ Gloss. Eichst., τότε τόσον πονηροῦ Abresch., ποτὲ τὸ τέλος αὖ πονηροῦ Arnald. | 14 〈ὁ〉 add. Seil. | 16 ἁμαρτάνοι] ἁμάρτοι Mein. (ed.) | 19 θρυλούμενον] θρυλλούμενον Π Δ)

122
τελὲς βλέπουσαι μόνον, ὡς ἀεὶ τοῦ διδόντος, ὡς τίνος γὰρ οὐκ αἴτιαι κακοῦ τοῖς ἐντυγχάνουσι, διαβολὴν ἐπέδειξεν ἐφʼ ἑαυτῆς ἄδικον· οὕτω πρὸς τὴν κοινὴν βλασφημίαν τῷ ἤθει παρετάξατο. οἶσθα τὸν Μήδειον ἐκεῖνον τὸν ἀπὸ τῆς Συρίας δευρὶ κατάραντα μεθʼ ὅσης θεραπείας καὶ παρασκευῆς ἐσόβει, εὐνούχους ὑπισχνούμενος καὶ θεραπαίνας καὶ κόσμον τινὰ βαρ- βαρικόν· καὶ ὅμως ἥκοντα αὐτὸν οὐ προσίετο, ἀλλʼ ὑπὸ τοὐμὸν ἠγάπα κοιμωμένη χλανίσκιον τὸ λιτὸν τοῦτο καὶ δημοτικόν, καὶ τοῖς παῥ ἡμῶν γλίσχρως αὐτῇ πεμπο- μένοις ἐπανέχουσα τὰς σατραπικὰς ἐκείνας καὶ πολυ- χρύσους δωρεὰς διωθεῖτο. τί δαί; τὸν Αίγύπτιον ἄμπορον ὡς ἀπεσκοράκισεν ὅσον ἀργύριον προτείνοντα. οὐδὲν ἐκείνης ἄμεινον εὖ οἶδ᾿ ὅτι γένοιτʼ ἄν. [ὡς χρηστὸν ἦθος οὐκ εἰς εὐδαίμονος βίου προαίρεσιν δαίμων τις ὑπήνεγκεν.] εἶτʼ οἴχεται ἡμᾶς ἀπολιποῦσα καὶ κείσεται λοιπὸν μόνη ἡ Βακχίς. ὡς ἄδικον, ὧ φίλαι Μοῖραι· ἔδει γὰρ αὐτῇ συγκατακεῖσθαί με καὶ νῦν ὡς τότε. ἀλλʼ ἐγὼ μὲν περίειμι καὶ τροφῆς ψαύω καὶ διαλέξομαι τοῖς ἑταίρος, ἡ δὲ οὐκέτι με φαιδροῖς τοῖς ὄμμασιν ὄψεται μειδιῶσα, οὐδὲ ἵλεως καὶ εὐμενὴς διανυκτερεύσει τοῖς ἡδίστοις ἐκείνοις ἀπο- [*](x2 (Vat. 2 Flor. ΠΔ)) [*](2 γάρ] del. Herw. | αἴτιαι ΠΔ, αἰτια cet. | 8 ἥκοντα Seil., ἄκοντα x2, κλάοντα Mein. (ed.), ἄγοντα Metr., ὀργῶντα Pol. | 9 χλανίσκιον ΠΔ, χλανίδιον cet. | 12 διωθεῖτο] διεω- θεῖτο Cob., sed vid. III 4, 4 | τί δαί; τὸν] τί δὲ τὸν Δ, τί λέξω τὸν Mein. | 14—16 [ὡς—ὑπήνεγκεν expunxi (εὐδαίμονος Bergl., εὐδαίμονα x2, pro ὑπήνεγκεν legit ἀπήνεγκεν Mein., ὑπήγαγεν Hirsch.) | 20 ψαύω] ψαύσω Reisk. | διαλέξομαι] διαλέγομαι Wagn. | 22 ἀπολαύσμασιν Mein. (ed., κολάσμασιν ΠΔ, κολαύμασιν cet., ἀκολαστάσμασιν Bergk., παλαίσμασιν Herm., κολακεύμασιν Herch. (ed.))
123
λαύσμασιν. ἀρτίως μὲν οἷον ἐφθέγγετο, οἷον ἔβλεπεν, ὅσαι ταῖς ὁμιλίαις αὐτῆς σειρῆνες ἐνίδρυντο, ὡς δὲ ἡδύ τι καὶ ἀκήρατον ἀπὸ τῶν φιλημάτων νέκταρ ἔσταζεν· ἐπʼ ἄκροις μοι δοκεῖ τοῖς χείλεσιν αὐτῆς ἐκάθισεν ἡ Πειθώ. ἅπόντα ἐκείνη γε τὸν κεστὸν ὑπέζωστο, ὅλαις ταῖς Χάρισι τὴν Ἀφροδίτην δεξιωσαμένη. ἔρρει τὰ παρὰ τὰς προπόσεις μινυρίσματα, καὶ ἡ τοῖς ἐλεφαν- τίνοις δακτύλοις κρουομένη λύρα ἔρρει. κεῖται δὲ ἡ πάσαις μέλουσα Χάρισι κωφὴ λίθος καὶ σποδιά. καὶ Μεγάρα μὲν ἡ ἱππόπορνος ζῇ, οὕτω Θεαγένην συλή- σασα ἀνηλεῶς, ὡς ἐκ πάνυ λαμπρᾶς οὐσίας τὸν ἄθλιον χλαμύδιον ἁρπάσαντα καὶ πέλτην οἴχεσθαι στρατευσό- μενον· Βακχὶς δὲ ἡ τὸν ἐραστὴν φιλοῦσα ἀπέθανε. ῥᾴων γέγονα πρὸς σὲ ἀποδυράμενος, Εὐθύκλεις φίλ- τατε· ἡδὺ γάρ μοί τι δοκεῖ περὶ ἐκείνης καὶ λαλεῖν καὶ γράφειν· οὐδὲν γὰρ ἢ τὸ μεμνῆσθαι καταλέλειπται. ἔρρωσο.

Εἶδόν σου τὴν νύμφην μυστηρίοις καλὸν περιβε- βλημένην θέριστρον· ἐλεῶ σε νὴ τὴν Ἀφροδίτην, ταλαίπωρε, οἷα πάσχεις μετʼ ἐκείνης καθεύδων τῆς χελώνης. οἷον τὸ χρῶμα 〈 τῆς〉 γυναικός, αὐτοσανδα- ράκη· ἡλίκους δὲ καθεῖτο τοὺς πλοκάμους ἡ νύμφη, [*](x2 (Vat. 2 Flor. Π Δ)) [*](4 ἐκάθισεν] ἐκάθιζεν Mein. (qni ἐπʼ — Πειθώ collocat post ἐνίδρυντο) | 5 ἀπαντα] ἱμάντα Fried. | ὑπέζωστο Mein., ὑπεζώ- σατο x2 | ὅλαις] αὐταῖς Reisk., ὁμοῦ Mein. (ed.) | 7 προπόσεις] om. προ ΠI Δ | 9 μέλουσα Π Δ, μέλουσα cet. | Χάρισι Herw., χάρισι x2 | 12 χλαμύδιον] χλανίδιον Vind. | 15 λαλεῖν] λέγειν Vind. | 22 〈τὴς〉 add. Mein.)

124
οὐδὲν ἐοικότας ταῖς ἐπὶ τῆς κορυφῆς θριξίν. ὅσον δὲ κατεπέπλαστο ψιμύθιον· καὶ ἡμᾶς τὰς ἑταίρας λοι- δοροῦσιν ὅτι καλλωπιζόμεθα. ἀλλὰ μεγάλην εἶχεν ἄλυσιν — ἀξία γέ ἐστιν ἐν ἀλύσει διατελεῖν πλὴν οὐχὶ χρυσῇ — φάσματος ἔχουσα πρόσωπον. ἡλίκοι δὲ οἱ πόδες, ὡς πλατεῖς, ὡς ἄρ〈ρ〉υθμοι. αἰαῖ, γυμνὴν περιλαβεῖν ἐκείνην οἷόν ἐστιν· ἐμοὶ μὲν καὶ βαρύ τι ἐδόκει προσπνεῖν· μετὰ φρύνου καθεύδειν ἄν εἱλόμην, Νέμεσι δέσποινα. ἐμβλέψαι τί μὴ δωρίδι βούλομαι ἢ μετὰ τῆς ἀλύσεως καὶ τῶν περισκελ[λ] ίδων συγκερ . . .

. . . . ἐραστοῦ χωρίον Νύμφαις θυσίαν λέγουσα ὀφεί- λειν. εἴκοσιν ἀπέχει τῆς πόλεως στάδια· αὐτὸ δʼ ἐστὶ λειμών τις ἢ κῆπος· ὀλίγη δὲ παρὰ τὴν ἔπαυλιν ἀνεῖ- ται σπόριμος, τὰ δὲ λοιπὰ κυπαρίττια καὶ μυρρίναι, ἐρωτικοῦ, φίλη, κτημάτιον ὄντως, οὐ γεωργοῦ. εὐθὺς μὲν ἡ ἄ[μ]φοδος ἡμῶν εἶχέ τινα παιδιάν· τὰ μὲν γὰρ [*](x2 (Vat. 2 Flor. Π Δ)) [*](1 τῆς κορυφῆς Dorvill., ταῖς κορυφαῖς x² | 4 ἅλυσιν] ἅλυσιν χρυσῆν Herw. | ἀξία] ἄξιά Π Δ| 6 〈ρ〉 add. Seil. (ed), ἄρεθμοι Flor. Vat. 2 | αἰαῖ Seil. (ed.), αἲ αἴ Π Δ, αἳ αἳ cet. | 7 καὶ] om. ΠΔ | 8 ἐδόκει προσπνεῖν Cob., δοκεῖν προσπνέειν x2 | εἱλόμην] ἑλοίμην Wagn. | 9 sq. δωρίδι] δώριδι Π | τῶν] τὴν Flor. | [λ] del. Vagn. (ed.), π. . σκ...λλίδων ΠΔ| συγκε- ρ . ] συγναρ . . . Vat. 2 Π. Rescribit ἐμβλέψαι σε τῇ Δωρίδι εὔχομαι, ἢ μετὰ τῆς— συγκεραυνοῦσθαι αὐτήν Seil., ἐμβλέψαι τινὶ δωρίδι—συγκεκρᾶσθαι ἐκείνῃ Pol.) [*](12 ἐραστοῦ Π Δ, σιοῦ cet. | 14 παρὰ—ἀνεῖται Π Δ, περὶ — ἀνεῖται cet., περὶ— κεῖται Seil. | 15 μυρρίναι Seil. (ed.), μυρρίνη Δ, μυρίνη cet. | 17 [μ] del. Mein. (ed.), ἄνω ὁδὸς Seil., ἄνοδος Herch. (ed.))

125
ἀλλήλας ἐσκώπτομεν ἢ τοὺς ἐραστάς, τὰ δʼ ὑπὸ τῶν ὑπαντώντων ἐρ〈ρ〉ινώμεθα. Νικίας δʼ ὁ λάσταυρος οὐκ οἶδα πόθεν ἐπανιών ‘ποῦʼ φησιν ἡμῖν ‘ἀθρόαι; τίνος ἄπιτε καταπιεῖν ἀγρόν; μακάριον ἐκεῖνο τὸ χω- ρίον ὅποι βαδίζετε, ὅσας ἕξει συκᾶς’. τοῦτον μὲν οὖν Πετάλη ἀπεσόβησε κωμῳδήσασα ἀκολάστως. ἀπέπτυσε γὰρ ἡμᾶς καὶ ἀκαθάρτους εἰπὸν ἀπεφθάρη. ἡμεῖς δὲ πυρακάνθας ἀφαιροῦσαι καὶ κλωνία καὶ ἀνεμώνας συλ- λέγουσαι παρῆμεν αἰφνιδίως· ἔλαθε δʼ ἡμᾶς ἡ ὁδὸς διὰ τὴν παιδιὰν ὡς οὐδʼ 〈ἄν〉 ᾠήθημεν ταχέως ἀνυ- σθεῖσα. εὐθὸς δὲ περὶ τὴν θυσίαν ἦμεν. μικρὸν δὲ ἄπωθεν τῶν ἐπαυλίων πέτρα τις ἦν συνηρεφὴς κατὰ κορυφὴν δάφναις καὶ πλατανίστοις, ἑκατέρωθεν δὲ μυρ〈ρ〉ίνης εἰσὶ θάμνοι, καί πως ἐξ ἐπιπλοκῆς αὐτὴν περιθεῖ κιττὸς ἐν χρῷ τῇ λίθῳ προσπεφυκώς· ἀπὸ δὲ αὐτῆς ὕδωρ ἀκήρατον ἐστάλαττεν. ὑπὸ δὲ ταῖς ἐξο- χαῖς τῶν πετριδίων Νύμφαι τινὲς ἵδρυνται καὶ Πὰν οἷον κατοπτεύων τὰς Ναΐδας ὑπερέκυπτεν· ἀντικρὺ βωμὸν αὐτοσχεδίως ἐνήσαμεν, εἶτα σχιζία καὶ πόπανα ἐπʼ αὐτῷ θέμεναι καταρχόμεθα λευκῆς ἀλεκτορίδος, [*](x2 (Vat. 2 Flor. Π Δ)) [*](2 〈ρ〉 add. Seil. (ed.) | 3 οἶδα πόθεν] οἶδ’ ὁπόθεν Cob. | ποῦ] ποῖ Seil., sed cf. I 8,4 | ἡμῖν ‘ἀθρόαι;] ‘ἡμῖν ἀθρόαι; vel ὑμεῖς ἀθρόαι; Seil., delet interp. ante τίνος Mein. | 4 κατα- πιεῖν Cob., ἐκπιεῖν x², Cf Π 31, 2 | 5 ὅσας—συκᾶς] ὄσα—σῦκα Herw. | 7 γὰρ] δὲ Seil., οὖν Mein. | ἀπεφθάρη] ἀπεστράφη Dorvill., ἀπεπτάρη Metr. | 8 πυρακάνθας Seil. (ed.), πυρα- κάνθους x2 | 9 αἰφνιδίως Vat. 2, ἀφνιδίως cet. | 10 〈ἂν〉 add. Pol. | ἀνυσθεῖσα] ἐνυσθεῖσα Vat. 2, νυσθεῖσα Flor. | 11 περὶ] παρὰ Π Δ | 14 〈ρ〉 add. Seil. (ed.) | ἐπιπλοκῆς Herch. (ed.), ἐπιπολῆς x⁴, ἐπιβολῆς Mein. (ed.) | 15 τῆ] τῷ Herch. | 16 ἀκή- ρατον] ἀκέραιον Π | ὑπὸ] ἐπὶ Mein. (ed.) | 17 πετριδίων] πετρί- δων Π Δ | Πὰν Seil. (ed), πᾶν x2 | οἷον] οἵων Vat. 2 | 19 ἐνήσαμεν] ἐστήσαμεν Δ | 20 αὐτῷ] αὐτῶν Vat. 2 )
126
καὶ μελίκρατον ἐπισπείσασαι καὶ λιβανωτὸν ἐπιθυμιά- σασαι τῷ πυριδίῳ καὶ προσευξάμεναι πολλὰ μὲν ταῖς Νύμφαις πλείω δὲ ἢ οὐκ ἐλάττω τῇ Ἀφροδίτη, ἱκετεύ- ομεν διδόναι τινὰ ἡμῖν ἐρωτικὴν ἄγραν. [τὸ] λοιπὸν εὐτρεπεῖς ἐπὶ τὴν εὐωχίαν ἦμεν. Ἴωμενʼ ἔφη ἡ Μέ- λισσα ‘οἴκαδε καὶ κατακλινῶμεν’. ‘μὴ μὲν οὖν πρός τε τῶν Νυμφῶν καὶ τοῦ Πανόςʼ εἶπον ἐγώ ‘τούτου· δρᾷς γὰρ ὥς ἐστιν ἐρωτικὸς· ἡδέως ἂν ἡμᾶς ἐνταῦθα κραιπαλώσας ἴδοι· ἀλλʼ ὑπὸ ταῖς μυρρίναις ἢν ἰδοὺ τὸ χωρίον ὡς ἔνδροσόν ἐστιν ἐν κύκλῳ καὶ τρυφεροῖς ἄνθεσι ποικίλον. ἐπὶ ταύτης βουλοίμην ἂν τῆς πόας κατακλιθῆναι ἢ ἐπὶ τῶν ταπητίων ἐκείνων καὶ τῶν μαλθακῶν ὑποστρωμάτων. νὴ Δία, ἀλλὰ ἔχει γέ τι πλέον τῶν ἐν ἄστει τἀνταῦθα συμπόσια, ἔνθα ἀγροῦ ὑπαίθριοι χάριτες’. ‘ναὶ ναί, λέγεις καλῶς’ ἔφασαν· εὐθὺς οὖν κατακλώμεναι αἱ μὲν σμίλακος αἱ δὲ μυρ- ρίνης κλάδους καὶ τὰ χλανίσκια ἐπιστορέσασαι αὐτο- σχεδίως συνερρίψαμεν. ἦν δὲ καὶ τοὔδαφος λωτῷ καὶ τριφύλλῳ μαλθακόν· ἐν μέσῳ κύκλῳ καί τινες ὑάκιν- θοι καὶ ἄνθεμα διαποίκιλα τὴν ὄψιν ὥρᾳζον· ἐαρινοῖς ἐφιζάνουσαι πετάλοις ἡδὺ καὶ κωτίλον ἀηδόνες ἐψιθύ- [*](x² (Vat. 2 Flor. Π Δ)) [*](4 [τὸ] expunxi | 5 εὐτρεπεῖς Seil., εὐπρεπεῖς x² | 7 τε Cob., γε x², del. Herch. (ed.) | 8 ἂν Seil., οὖν x² (lac. sign. Flor.) | 9 ἢν ἰδοὺ Pierson., ἦν ἰδοὺ Vat. 2, ἦν· ἰδοὺ cet., ὄν ἰδοὺ Dorvill. | 10 ἐν κύκλῳ] del. Herch. | 12 κατακλιθῆναι] κατακλινῆναι Cob. | ταπητίων] ταπήτων Cob. | 13 μαλθακῶν] μαλακῶν Herch. | legebatur ὑποστρωμάτων, νὴ Δία· ante Cob. | ἔχει γέ Cob., ἐχέτω x², ἔχει τοί Seil. | 17 χλανίσκια] χλανι- δίσκια Bast., χλανίδια Mein. | αὐτοσχεδίως συνερρίψαμεν] 〈στιβάδα〉 αὐτοσχεδίως συνερράψίαμεν Mein. (ed.). Possis etiam 〈κλίνας〉, vel 〈 ἕδρας〉 ut Pol. | 20 ἄνθεμα διαποίκιλα Dor- vill., ἀνθεμάδια ποικίλα x² | ὥρᾳζον Cob., ἀράϊζον x² (ὁράϊζον )
127
ριζον, ἠρέμα δὲ οἱ σταλαγμοὶ καταλειβόμενοι ἀπὸ τῆς οἷον ἱδρούσης σπιλάδος τρυφερόν τινα παρεῖχον ψόφον ἐαρινῷ πρέποντα συμποσίῳ. οἶνος ἦν οὐκ ἐπι- χώριος, ἀλλὰ Ἰταλός, οἵου σὺ ἔφης καδίσκους ἕξ Ἐλευσῖνι ἐωνῆσθαι, σφόδρα ἡδὺς καὶ ἄφθονος· ᾠά τε τὰ τρέμοντα ταῦτα ὥσπερ αἱ πυγαί, καὶ χιμαιρίδος ἁπαλῆς τεμάχη καὶ ἀλεκτορίδες οἰκουροί· εἶτα γα- λάκτια ποικίλα, τὰ μὲν μελίπηκτα τὰ δʼ ἀπὸ ταγήνου — πυτίας μοι δοκεῖ καλοῦσιν αὐτὰ καὶ σκώληκας [ τὰ πεμμάτια] — ὅσα τε ἀγρὸς ἡμῖν ἐαρινῆς ὀπώρας ἐπεδα- ψιλεύετο. μετὰ δὲ τοῦτο συνεχῶς περιεσόβουν αἱ κύ- λικες καὶ προπιεῖν μέτρον ἦν 〈 πλὴνγ〉 τρεῖς φιλοτησίας οὐ τὸ ποσόν. ἐπιεικῶς δέ πως τὰ μὴ προσηναγκασμένα τῶν συμποσίων τῷ συνεχεῖ τὸ πλεῖον ἀναλαμβάνει· ὑπεψεκάζομεν 〈οὖνγ〉 μικροῖς τισι κυ〈μ〉γβίοις ἀλλεπαλ- [*](x2 (Vat. 2 Flor. ΠΔ)) [*](4 οἵου— Ἐλευσῖνι Herch. (ed.),οἵους ἔφη καδίσκους ἐξ Ἐλευ- σῖνος x2, οἵου ϛʼ ἔφης κ. τ.λ. vel οἵου ἔφης κʼ καδίσκους κ. τ.λ. Seil., οἵου ἓξ ἔφης—ἐξ Ἐλευσῖνος Mein. (ed.) | 5 τε τὰ scripsi, τά τε x2 (τέ τε Vat. 2), del. τά W agn. (ed.) | τρέμοντα ταῦτα] τρέμοντα Π Δ, τετρεμαίνοντα Mein., τετμημένα Herch. (ed.) | 6 post πυγαὶ supplet τῆς θρυαλλίδος Mein., delet αἱ scripto λίσπαι Herch. (ed) | χιμαιρίδος Heringa, χειμερίδος x2 | 8 γαλάκτια] γαλακτινα Herch. (ed.) | ταγήνου Mein. (ed.), τα- γηνούς x² | 9 πυτίας] πυριάτας Mein., καπύρια vel καπυρίδια Herch. | δοκεῖ Seil., δοκῶ x2 | σκώληκας] κώληκας Π Δ, κόλ- λικας (clausa parenthesi post καλοῦσιν) Mein. | [τὰ πεμμάτια] del. Herch., καὶ πεμμάτια Mein. | 10 ὀπώρας] ὥρας Mein. | 12 αἱ Seil. (ed.), οἱ x2 | προπιεῖν Pol., τὸ πιεῖν x, τὸ πιεῖν Mein., qui add. sq. 〈πλὴν〉. Pro τρεῖς hab. τῆς mrg. Π et Δ, unde [τὸ πιεῖν]— τῆς— οὐδ οπωσοῦν (vel ὁπωστιοῦν) Bergk. Mavult τὸ πιεῖν— τρεῖς—ού τὸ πλεῖον Maehl. | 14 τῶν συμπο- σίων] τῷ συμποσίῳ Π Δ | τῷ (τῶν Vat. 2) συνεχεῖ τὸ] τὸν νου- νεχῆ Bergk. | πλεῖον] πλέον Herch. (ed., ταπεινὸν Pol. 15 ὑπεψεκάζομεν Seil. (ed.), ὑπεψέκαζε μὲν x2, ὑποψεκάζοντα deleta interp. Herch. (ed.) | 〈οὖν〉 add. Bergk. | 〈μ〉 add. Seil. (ed.) | ἀλλεπαλλήλοις Cob., ἀλλʼ ἐπαλλήλοις x2ʼ )
128
λήλοις. καὶ παρῆν Κρου[σ]μάτιον ἡ Μεγάρας καταυ- λοῦσα, ἡ δὲ Σιμμίχη ἐρωτικὰ μέλη πρὸς τὴν ἁρμονίαν ἦδεν. ἔχαιρον αἱ ἐπὶ τῆς πίδακος Νύμφαι. ἡνίκα δὲ ἀναστᾶσα κατοωρχήσατο καὶ τὴν ὀσφῦν ἀνεκίνησεν ἡ Πλαγγών, ὀλίγου ὁ Πὰν ἐδέησεν ἀπὸ τῆς πέτρας ἐπὶ τὴν πυγὴν αὐτῆς ἐξάλλεσθαι. αὐτίκα δὲ ἡμᾶς [ἔνδον] ἐδόνησεν ἡ μουσικὴ καὶ ὑποβεβρεγμένον εἴ- χομεν τὸν νοῦν· οἶδας ὅ τι λέγω. τὰς τῶν ἐραστῶν χεῖρας ἐμαλάττομεν τούς δακτύλους ἐκ τῶν ἁρμῶν ἠρέμα πως χαλῶσαι, καὶ πρὸς Διονύσῳ ἐπαίζομεν· καί τις ἐφίλησεν ὑσπτιάσασα καὶ μασταρίων ἐφῆκεν ἅψασθαι, καὶ οἷον ἀποστραφεῖσα ἀτεχνῶς τοῖς βουβῶσι τὸ κατ- όπιν τῆς ὀσφύος προσαπέθλιβε. διανίστατο δὲ ἤδη ἡμῶν μὲν τῶν γυναικῶν τὰ πάθη, τῶν ἀνδρῶν δὲ ἐκεἵνα· ὑπεκδυόμεναι δʼ οὖν μικρὸν ἄπωθεν συνηρεφῆ τινα λόχμην εὕρομεν, ἀρκοῦντα τῇ τότε κραιπάλη θά- λαμον. ἐνταῦθα διανεπαυόμεθα τοῦ πότου καὶ τοῖς κοιτωνίσκοις ἀπιθάνως εἰσεπαίομεν· κἄπειτα ἡ μὲν κλωνία μυρρίνης συνέδει ὥσπερ στέφανον ἑαυτῇ πλέ- κουσα καὶ ‘εἰ πρέπει μοι, φίλη, σκέψαι’, ἡ δʼ ἴων [*](x² (Vat. 2 Flor. ΠΔ)) [*](1 [σ] del. Seil. Cf. I 15,4 | Μεγάρας] Μεγάρα Π Δ, Μεγα- ρὶς Naehl., at cf. IV 7,2 | 2 Σιμμέχη] Σιμέχη Herch. | ἐρω- τικὰ μέλη Mein., πρὸς τὰ μέλη x2, πρέποντα μέλη Machl., del. Herch. | πρὸς τὴν Π Δ, καὶ πρὸς τὴν cet. | 5 Πὰν Dor- vill., πᾶν x2 | 6 πυγὴν] πηγὴν Vat. 2 Δ | 7 [ἔνδον] del. Herch. (ed.) | ὑποβεβρεγμένον Mein., ὑποβεβρεγμέναι x2 | 8 οἶ- δας] οἶσθ’ Cob. | τὰς] τὰς δὲ Herch. | 10 πρὸς Διονύσῳ] οὐκ ἀπροσδιονύσως Herch. | 11 ἐφίλησεν] ἐφίλησεν τὸν ἐραστὴν Mein. | 12 ἀτεχνῶς Seill. (ed.), ἀτέχνως x2| 14 ἡμῶν μὲν τῶν γυναικῶν] ἡμῖν μὲν ταῖς γυναιξὶ Seil. | πάθη — ἐκεἴνα] πλήθη ― ἔμεινεν Mein. (ed.) | 16 εὑρομεν] ηὕρομεν Herch. (ed.) | 18 κοιτωνίσκοις Mein., χιτωνίσκοις x², Totam § 14 post § 15 collocat Mein. | 20 καὶ] καὶ 〈εἶπεν〉 Seil.)
129
ἔχουσα κάλυκας ἐπανῄει ‘ὡς χρηστὸν ἀποπνεῖʼ λέγουσα, ἡ δὲ μῆλα ἄωρα ‘ἰδοὺ ταυτίʼ ἐκ τοῦ κόλπου προφέ- ρουσα ἐπεδείκνυτο, ἡ δὲ ἐμινύριζεν, ἡ δὲ φύλλα ἀπὸ τῶν κλωνίων ἀφαιροῦσα διέτρωγεν ὥσπερ ἀκκιζομένη· καὶ τὸ δὴ γελοιότατον, πᾶσαι γὰρ ἐπὶ ταὐτὸν ἀνιστά- μεναι ἀλλήλας λανθάνειν ἐβουλόμεθα· θατέρᾳ δὲ οἱ ἄνθρωποι ὑπὸ τὴν λόχμην παρήρχοντο. οὕτως μικρὰ παρεμπορευσαμέναι〈ς〉 τῆς ἀφροδίτης πάλιν συνειστή- κει πότος· καὶ οὐκέθʼ ἡμῖν ἐδόκουν προσβλέπειν ὡς πρότερον αἱ Νύμφραι, ἀλλʼ ὁ Πὰν [καὶ ὁ Πρίαπος] ἥδιον. ἐμφαγεῖν δʼ ἦν πάλιν ὀρνίθια ταυτὶ τὰ τοῖς δικτύοις ἁλισκόμενα καὶ πέρδικες, καὶ ἐκ τρυγὸς ἥδι- στοι βότρυες, καὶ λαγῳδίων νῶτα. εἶτα κόγχοι καὶ κήρυκες ἦσαν [οἱ] ἐξ ἄστεος κομισθέντες, καὶ ἐπιχώριοι κοχλίαι καὶ μύκητες οἱ ἀπὸ τῶν κομάρων, καὶ σισάρων εὐκάρδιοι ῥίζαι ὄξεῖ δεδευμέναι καὶ μέλιτι· ἔτι μέντοι ὃ μάλιστα ἡδέως ἐφάγομεν, θριδακῖναι καὶ σέλινα· 〈 π〉ηλίκαι δοκεῖς θριδακῖναι; πλησίον δὲ ἦν ὁ κῆπος, καὶ〉 ἑκάστη ‘ταύτην ἕλκυσονʼ ‘μὰ Δία ἀλλά μοι ταύτηνʼ ‘μὴ μὲν οὖν ἀλλὰ ἐκείνηνʼ ἐλέξαμεν ταῖς θεραπαινίσιν· ἦσαν δὲ αἱ μὲν εὔφυλλοι καὶ μακραί, αἱ δὲ οὖλαι 〈καὶ〉 βοστρύχοις ἐμφερεῖς, ἀλλὰ βραχεῖαι, [*](κ2 (Vat. 2 Flor. Π Δ)) [*](1 ἐπανῄει] ἐπῄνει deleto sq. λέγουσα Herch.(ed)., ἐπήνθει Maehl. | 4 ἀκκιζομένη] σχινιζομένη Mein. | 5 γὰρ] del. Herch. (ed.) | 7 ἄνθρωποι] ἄνδρες Cob. | παρήρχοντο Mein. (ed.) περι- ἠρχοντο x2 | 8 〈ς〉 add. Seil. | 9 ὡς] ὥσπερ Δ | 10 καὶ ὁ Πρίαπος] del. Mein. | 11 ἥδιον] ἠδη Herch. (ed.) | δʼ ἦν Mein. (ed.), δὴ x2, δὴ πάλιν 〈ἦν〉 Seil. | 14 οἱ] del. Seil. | ἄστεος] ἄστεως Herch. | 17 ὃ] ἃ Herw. | 18 〈π〉 add. Herch. | 19 〈καὶ〉 add. distinctis sq. Mein., ἑκάστη . . ‘ταύτην ἕλκυσον μὰ Δία— ταύτην μὴ—ἐκείνηνʼ Seil. | 22 〈καὶ〉 add. Herch. (ed., | ἀλλὰ Mein. (ed.), ἀλλʼ αἱ Π, ἄλλαι cet. )
130
ὑπόξανθος δέ τις τοῖς φύλλοις αὐτῶν 〈ἐν〉εκέχρωστο αὐγή· τὴν Ἀφροδίτην λέγουσι ταύτας φιλεῖν. ἐαρί- σασαι δʼ οὖν καὶ ἀναξανθεῖσαι τοὺς στομάχους ἐκραι- παλῶμεν μάλα νεανικῶς μέχρι 〈τοῦ〉 μηδὲ λανθάνειν ἀλλήλας θέλειν, μηδὲ αἰδουμένως τῆς ἀφροδίτης παρα- κλέπτειν· οὕτως ἡμᾶς ἐξεβάκχευσαν αἱ προπόσεις. μισῶ τὸν ἐκ γειτόνων ἀλεκτρυόνα· κοκκύσας ἀφείλετο τὴν παροινίαν. ἔδει ἀπολαῦσαί σε τῆς γοῦν ἀκοῆς τοῦ συμποσίου — τρυφερὸν γὰρ ἦν καὶ πρέπον ἐρωτικῇ ὁμιλίᾳ — εἰ καὶ μὴ τῆς παροινίας ἐδυνήθης· ἐβου- 10 | λόμην οὖν ἀκριβῶς ἕκαστα ἐπιστεῖλαι καὶ προὐτράπην· σὺ δὲ εἰ μὲν ὄντως ἔσχηκας μαλακῶς, ὅπως ἄμεινον ἕξεις σκόπει· εἰ δὲ τὸν ἐραστὴν προσδοκῶσα ἥξειν ἔνδον οἰκουρεῖς, οὐκ εὐλόγως οἰκουρεῖς. ἔρρωσο.

Σοὶ μόνῃ ἐραστὴς γέγονεν, ὃν φιλεῖς οὕτως ὥστε μηδʼἀκαρῆ πως αύτοῦ διαζευχθῆναι δύνασθαι. τῆς ἀηδίας, δέσποινα Ἀφροδίτη. κληθεῖσα ὑπὸ Γλυκέρας ἐπὶ θυ- [*](x² (Vat. 2 Flor. Π Δ)) [*](1 〈ἐν〉 add. Herch. (ed), ἐγκέχρωστο Mein. | 2 ἐαρίσα- σαι] ἐρανίσασαι Mein., ἐρείσασαι Haupt., ῥαἴσασαι Herw. | 4 μάλα Seil. (ed., ἀλλὰ x² | 〈τοῦ〉 add. Seil. | 5 τῆς ἀφροδί- της] τὴν ἀφροδίτην Seil. | παρακλέπτειν] περικλέπτειν Vat. 2 | 7 ἐκ Δ, ἐκ τῶν cet. Cf. IV 17, 4 | 10 ὁμιλίᾳ Mein. (ed.), φιλίᾳ x² | 11 οὖν] μὲν οὖν Π Δ | post προὐτράπην supplet ἐπὶ τοῦτο προθυμότατα Mein. | 12 ὄντως Mein., οὕτως x² | 14 ἔνδον] del. Herch. (ed.) | εὐλόγως Mein., ἀλόγως x²) [*](16 ὥστε mrg. Π, ὡς τὸ cet. (ὥστε τὸ Δ). ὥστε τοι Herel. | 17 μηδʼ] οὐδʼ Herel. | ἀκαρῆ πως Arnald., ἀκριβῶς x², ἄχρι βωμῶν vel γρὺ ὅσον Bergl., ἀκαριαίως Hiemst., defend. ἀκρι- βῶς Beaud. | 18 ἐπὶ θυσίαν] om. Π)

131
σίον ἐκ τοσούτου χρόνου — ἀπὸ τῶν Διονυσίων γὰρ ἡμῖν ἐπήγγειλεν — οὐχ ἥκεις, οἶμαι, διʼ ἐκεῖνον, οὐδὲ τὰς φίλας ἰδεῖν γυναῖκας ἀνασχομένη. σώφρων γέγονας σύ καὶ φιλεῖς τὸν ἐραστήν, μακαρία τῆς εὐφη- μίας· ἡμεῖς δὲ πόρναι καὶ ἀκόλαστοι. ὑπῆρξε καὶ Φίλωνι συκίνη βακτηρία· ὀργίζομαι γὰρ νὴ τὴν μεγάλην θεόν. πᾶσαι επαρῆμεν, θεττάλη, Μοσχάριον, Θαΐς, Ἀνθράκιον, Πετάλη, θρυαλλίς, Μυρρίνη, Χρυσίον, Εὐξίππη· ὅπου καὶ Φιλουμένη, καίτοι γεγαμημένη προσφάτως καὶ ζηλοτυπουμένη, τὸ[ν] καλὸν κατακοιμίσασα τὸν ἄνδρα ὀψὲ μὲν ὅμως δὲ παρῆν. σὺ δʼ ἡμῖν μόνη τὸν Ἄδωνιν περιέψυυχες, μή που καταλειφθέντα αὐτὸν ὑπὸ σοῦ τῆς Ἀφροδίτης ἡ Περσεφόνη πσαραλάβη. οἷον ἡμῶν ἐγέ- νετο τὸ συμπόσιον — τί γὰρ οὐχ ἅψομαί σου τῆς καρδίας; — ὅσων χαρίτων πλῆρες. ᾠδαὶ σκώμματα πότος εἰς ἀλεκτρυόνων ὠδὰς μύρα στέφανοι τραγήματα. ὑπόσκιός τισι δάφναις ἦν ἡ κατάκλισις· ἓν μόνον ἡμῖν ἔλιπε, σύ, τὰ δʼ ἄλλα οὔ. πολλάκις ἐκραιπαλήσαμεν, οὕτω δὲ ἡδέως ὀλιγάκις. τὸ δʼ οὖν πλείστην ἡμῖν παρασκευάσαν τέρψιν, δεινή τις φιλονεικία κατέσχε Θρυαλλίδα καὶ Μυρρίνην ὑπὲρ τῆς πυγῆς ποτέρα [*](x² (Vat,2 Flor. ΠΔ)) [*](1 ἐκ τοσούτου χρόνου Cob., εἰς τοσοῦτον χρόνον x2, del. εἰς Bergl. | τῶν] τὴν Flor. | 2 οἶμαι διʼ ἐκεῖνον Bergl., εἰ μὴ διʼ ἐκείνην x2, οὐ μὴν διʼ ἐκείνην 〈μόνον, ἀλλ 〉 Mein., ἤδη διʼ ἐκεῖνον Herm., ἡμῖν, οὐδʼ ἐκείνην Beaud. | 7 παρῆμεν Bergl , γὰρ ἦμεν x2 | 8 Εῦξίππη] Ζευξίππη Herch. (ed), sed vid. IV 6 | ὅπου] ὀψὲ Iacobs., ἐπεὶ Pol. An delendum? | 10 [ν] del. Hemst. | κατακοιμίσασα Cob., ἀποκοιμίσασα x2 | 11 ἡμῖν] ἡμῶν Herel. | 13 ἡμῶν] ἡμῖν Wagn. | 17 ὑρπόσκιός τισι vir quidam doct., ὑποσκίοις τισὶ x2, ὑπὸ συσκίοις τισὶ Bergl., ὑπόσκιός τις Herch. (ed.) | 18 ἔλιπε] ἔλειπε Ald., ἐνέλειπε Herch. (ed.) | 18–19 τὰ—ὀλιγάκις.] τὰ δʼ ἄλλα οὐ πολλάκις ― ἡδέως ὀλιγάκις]. Nab. | 19 δʼ οὖν Seil. (ed), γοῦν x2 )
132
κρείττω καὶ ἁπαλωτέραν ἐπιδείξει. καὶ πρώτη Μυρ- ρίνη τὸ ζώνιον λύσασα — βόμβυξ δʼ ἦν τὸ χιτώνιον ― διʼ αὐτοῦ τρέμουσαν οἷόν τι μελίπηκτον γάλα τὴν ὀσφῦν ἀνεσάλευσεν, ἀποβλέπουσα εἰς τοὐπίσω πρὸς τὰ κινήματα τῆς πυγῆς· ἠρέμα δʼ οἷον ἐνεργοῦσά τι ἐρω- τικὸν ὑπεστέναξεν, ὥστε με νὴ τὴν Ἀφροδίτην κατα- πλαγῆναι. οὐ μὴν ἀπεῖπέ γε ἡ Θρυαλλίς, ἀλλὰ τῇ ἀκολασίᾳ παρευδοκίμησεν αὐτήν· ‘οὐ γὰρ διὰ παρα- πετασμάτων ἐγώʼ φησίν ‘ἀγωνιοῦμαι, οὐδὲ ἀκκιζομένη, ἀλλʼ οἷον ἐν γυμνικῷ· καὶ γὰρ οὐ φιλεῖ προφάσεις ἀγών’. ἀπεδύσατο τὸ χιτώνιον καὶ μικρὸν ὑποσιμώ- σασα τὴν ὀσφῦν ‘ἰδού, σκόπει τὸ χρῶμαʼ φησίν ‘ὡς ἄκρηβες, Μυρρίνη, ὡς ἀκήρατον, ὡς καθαρόν, τὰ παραπόρφυρα τῶν ἰσχίων ταυτί, [τὴν ἐπὶ τοὺς μηροὺς ἔγκλισιν,] τὸ μήτε ὑπέρογκον αὐτῶν μήτε τοὺς γελασίνους ἐπʼ ἄκρων. ἀλλʼ οὐ τρέμει νὴ Δίαʼ 〈φησὶν〉 ἅμʼ ὑπομειδιῶσα ‘ὥσπερ ἡ Μυρρίνης’. καὶ [*](x2 (Vat.2 Flor Π Δ)) [*](3 τι μελίπηκτον] τι νεόπηκτον Bergl., πιμελὴν ἢ πηκτὸν Arnald., sed IV 13,10 cfrt Beaud. | 4 ἀποβλέπουσα Hirsch., ὑποβλέπουσα x2 | 5 τι del. Herch. (ed.) | 6 ὥστε με Herch. (ed.), ὥστ’ ἐμὲ x² | 8 παρευδοκίμησεν] παρηυδοκίμησεν Herch. (ed.) | 9 ἀγωνιοῦμαι Mein. (ed.), ἀγωνίσομαι x2 | 11 ἀγῶν Seil., ἀγών x² | ἀπεδύσατο] ἀποδῦσα δὴ Cob., καὶ ἀποδῦσα Herch. (ed.) | ὑποσιμώσασα] ἀποσιμώσασα Schneider | 13 ἄκρηβες Nauck., ἀκριβῶς x2, ἀκριβές Ald., ἀκρα αιφνές Herch. (ed.) | 14 παραπόρφυρα] παραπορφυρᾶ Flor., om. παρα Ald., παρὰ πορφύραν πορφυρᾶ cl. Auth. Pal. V 54 Mein. | ἰσχίων] ἰσχύων Δ | 14—15[τὴν—ἔγκλισιν (ita Hemst., ἔγκρισιν x2)] del. Mein. | 15 αὐτῶν] αὐτῆς Herch. | 17 〈φησὶν〉 addidit distinctis sqq. Mein. (ed.), ὥσπερ ἡ Μυρρίνης, ἀλλʼ ὑπομειδιᾷʼ Bergl., νο- lebat jem 〈ἔφη〉 Seil. (ed). (In Π litt. ς vocis Μυρρίνης ex- puncta est, unde ἀλλʼ ὑπομειδιῶσα 〈καὶ ἐπιστρεφομένη〉 ὤσπερ ἡ Μυρρίνη Reisk., καὶ ἅμα ὑπομειδιῶσα ὥσπερ ἡ Μυρρίνη, τοσοῦτον Jacobs.))
133
τοσοῦτον παλμὸν ἐξειργάσατο τῆς πυγῆς, καὶ ἅπασαν αὐτὴν ὑπὲρ τὴν ὀσφῦν τῇδε καὶ τῇδε ὥσπερ ῥέουσαν περιεδίνησεν, ὥστε ἀνακροτῆσαι πάσας καὶ νικῶν ἀπο- φήνασθαι τὴν Θρυαλλίδα. ἐγένοντο δὲ καὶ περιάλλων συγκρίσεις καὶ περὶ μασταρίων ἀγῶνες . . . . τῇ μὲν γὰρ Φιλουμένης γαστρὶ ἀντεξετασθῆναι οὐδʼ ἡτισοῦν ἐθάρ- σησεν· ἄτοκος γὰρ ἦν καὶ σφριγῶσα. καταπαννυ- χίσασαι δʼ σῦν καὶ τούς ἐραστὰς κακῶς εἰποῦσαι καὶ ἄλλων ἐπιτυχεῖν εὐξάμεναι — ἀεὶ γὰρ ἡδίων ἡ πρόσ- φατος ἀφροδίτη — ᾠχόμεθα ἔξοινοι, καὶ πολλὰ κατὰ τὴν ὁδὸν κραιπαλήσασαι ἐπεκωμάσαμεν Δεξιμάχῳ κατὰ τὸν χρυσοῦν στενωπόν, ὡς ἐπὶ τὴν Ἄγνον κατῇμεν, πλησίον τῆς Μενέφρονος οἰκίας. ἐρᾷ γὰρ αὐτοῦ Θαῒς κακῶς, καὶ νὴ Δία εἰκότως· ἔναγχος γὰρ πλούσιον κεκληρονόμηκε πατέρα τὸ μειράκιον. νῦν μὲν οὖν συγγνώμην ἔχομέν σοι τῆς ὑπεροψίας, τοῖς Ἀδωνίοις δὲ ἐν Κολλυτῷ ἐστιώμεθα παρὰ τῷ Θεττάλης ἐραστῆ· τὸν γὰρ τῆς Ἀφροδίτης ἐρώμενον ἡ Θεττάλη 〈περι〉- στέλλει. ὅπως δʼ ἥξεις φέρουσα κηπίον καὶ κοράλλιον καὶ τὸν σὸν Ἄδωνιν ὃν νῦν περιψύχεις· μετὰ γὰρ τῶν ἐραστῶν κραιπαλήσομεν. ἔρρωσο.

[*](x2 (Vat.2 Flor. Π Δ))[*](2 ὥσπερ ῥέουσαν] ἀσπαίρουσαν Lennep. | 3 ἀνακροτῆσαι] ἀνασκιρτῆσαι Vind. | 3—4 νικᾶν— τὴν θρυαλλίδα Cob., νίκην ―τῆς θρυαλλίδος x2 | 4 περιάλλων Mein., περὶ ἄλλων x2, del. περὶ Cob. | 5 lac. sign. posuit Mein. supplens 〈οὐ μὴν περὶ γαστέρων ἠμφισβητοῦμεν· 〉 | τῆ Vind., τῆς x² | 6 ἐθάρσησεν] ἐθάρρησεν Herch. | 8 δʼ οὖν Seil. (ed), γοῦν x2, οὖν Herch. (ed.) | 12 κατῇμεν Seil. (ed.), κάτιμεν (sic) x2, κατιόντι Ald. 13 πλησίον] 〈τὴν〉 πλησίον Herw. | ἐρᾷ Ald., ἐρᾶν x2 | 14 κα- κῶς] διακαῶς Mein. | 16 Ἀδωνίοις Pierson., Ἀλώοις x² 17 ἐστιώμεθα] ἑστιασόμεθα Cob., at cf. v. c. II 37,2 | 18 〈περι〉 add. Hirsch. (qui περιστελεῖ) | 19 κηπίον Bast., κητίον x2, γήτειον Vind., νηττίον Reisk. | κοράλλιον] κουράλιον [καὶ] Waga., κοράλιον Seil. (ed.) | 20 σὸν] del, Vind,)
134

Τί πολλὰ γράφων ἀνιᾷς σαυτόν; πεντήκοντά μοι χρυσῶν δεῖ καὶ γραμμάτων οὐ δεῖ. εἰ μὲν οὖν φιλεῖς, δός· εἰ δὲ φιλαργυρεῖς, μὴ ἐνόχλει. ἔρρωσο.

Σῦ ταύτης τῆς παρρησίας αἴτιος, 〈ὃς〉 τοσοῦτος ὢν βασιλεὺς εἶτα ἐπέτρεψας καὶ ἑταίρᾳ γράφειν σοι, [καὶ] οὐχ ἡγησάμενος δεινὸν ἐντυγχάνειν τοῖς ἐμοῖς γράμ- μασιν ὅλῃ μοι ἐντυγχάνων. ἐγώ, δέσποτα Δημήτριε, ὅταν μὲν ἔξω σε θεάσωμαι καὶ ἀκούσω μετὰ τῶν δορυ- φόρων καὶ τῶν στρατοπέδων καὶ τῶν πρέσβεων καὶ τῶν διαδημάτων, νὴ τὴν Ἀφροδίτην, πέφρικα καὶ τα- ράττομαι καὶ ἀποστρέφομαι ὡς τὸν ἥλιον, μὴ ἐπικαῶ τὰ ὄμματα· καὶ τότε μοι ὄντως ὁ πολιορκητὴς εἶναι δοκεῖς Δημήτριος· οἷον δὲ καὶ βλέπεις τότε, ὡς πικρὸν καὶ πολεμικόν· καὶ ἀπιστῶ ἐμαυτῇ καὶ λέγω ‘Λάμια, σύ μετὰ τούτου καθεύδεις; σὺ διὰ νυκτὸς ὅλης αὐτὸν καταυλεῖς; σοὶ νῦν οὗτος ἐπέσταλκε; σοὶ Γνάθαιναν τὴν ἑταίραν συγκρίνει᾿; καὶ ἠλογημένη σιωπῶ καὶ εὔ- [*](x² (Vat. 2 Flor. Π Δ)) [*](1 Fort. ante hoc responsum excidit ep. quaedam Κρίτων Φιλουμένῃ | 2 μοι Arnald., σοι x² | 3 καὶ] del. Hirsch. 6 τῆς] om. ΠΔ | 6—7 〈ὃς〉 et ἐπέτρεψας Μein. (ed.), ἐπι- τρέψας x² | τοσοῦτος] om. ΠΔ | 7 [καὶ] del. Mein. (ed.) | 9 Δη- μήτριε] Δάματερ ΙΙ Δ | 10 καὶ ἀκούσω] del. Herch. (ed) | 1 post πέφρικα add. καὶ δέδοικα Δ | 15 Δημήτριος Π Δ, Δά- ματερ cet., del. Pol. | πικρὸν] μικρὸν Π Δ, φρικτὸν Bergl. | 16 Λάμια] ὦ Λάμια Jacobs. | 17 τούτου] τοῦδε Π | 19 ἠλογη- μένη] διηπορηκένη Cob. | εὔχομαί Mein. (ed), εὐχομένη x²)

135
χομαί σε θεάσασθαι παρʼ ἑαυτῇ. καὶ ὅταν ἔλθῃς, προσκυνῶ σε· καὶ ὅταν περιπλακείς με καταφιλῇς, πάλιν πρὸς ἐμαυτὴν τἀναντία λέγω ‘οὗτός ἐστιν ὁ πολιορκητής; οὗτός ἐστιν ὁ ἐν τοῖς στρατοπέδοις; τοῦ- τον φοβεῖται 〈ἡ〉  Μακεδονία, τοῦτον ἡ Ἑλλάς, τοῦτον ἡ Θρᾴκη; νὴ τὴν Ἀφροδίτην, σήμερον αὐτὸν τοῖς αὐ- λοῖς ἐκπολιορκήσω καὶ ὄψομαι τί με διαθήσειʼ. . . . . . . μᾶλλον εἰς τρίτην, παρʼ ἐμοὶ γὰρ δειπνήσεις, δέομαι. τὰ Ἀφροδίσια ποιῶ ταῦτα 〈τὰ〉  κατʼ ἔτος, καὶ ἀγῶνα ἔχω ἀεὶ τὰ πρότερα τοῖς ὑστέροις νικῶν. ὑποδέξομαι δή σε ἐπαφροδίτως καὶ ὡς ἔνι μάλιστα ἐπιφανῶς, ἄν μοι περιουσιάσαι γένηται ὑπὸ σοῦ, μηδὲν ἀνάξιον τῶν σῶν ἀγαθῶν ἐξ ἐκείνης τῆς ἱερᾶς νυκτὸς ἔτι πεποιη- κυίᾳ, καίτοι σοῦ γε ἐπιτρέποντος ὅπως ἄν βούλωμαι χρῆσθαι τῷ ἐμῷ σώματι· ἀλλὰ κέχρημαι καλῶς καὶ ἀμίκτως πρὸς ἑτέρους. οὐ ποιήσω τὸ ἑταιρικὸν οὐδὲ ψεύσομαι, δέσποτα, ὡς ἄλλαι ποιοῦσιν. ἐμοὶ γὰρ ἐξ [*](x² (Vat. 2 Flor. Π Δ)) [*](1 ἑαυτῇ] ἐμαυτῇ Herch. | 2 προσκυνῶ σε Ald., προσκυ- νοῦσα x2 | με καταφιλῇς Hirsch., μέγα φιλῆς x2, 〈ἐμὲ〉  μέγα φιλῇς Gloss. Eichst., με φιλῆς Mein. (ed.) | 5 〈ἡ〉 add. Mein. (ed.) | 6 αὐτὸν] αὐτοῖς Π ∠ | 7 τί με διαθήσει (διαθήσειν Π ∠)] εἰ μειδιάσει Herm., πῶς με διαθήσει Herw. | 8 Ante μᾶλλον (ita x2, μεῖνον Ald.) lac. sign. posuit Mein. opinatus aliquid de instante Demetrii profectione excidisse, Lamiamque deinde scripsisse μὴ σύ γε, ἀλλὰ μεῖνον εἰς τὴν ἐπιοῦσαν ἢ μᾶλλον Proponit ἢ μᾶλλον μεῖνον Pol. | 9 ταῦτα 〈τὰ〉  Mein., τὰ Herch. (ed.) | 10 ἀεὶ—νικᾶν Cob., εἰ—νικᾷ x2, εἰ—νικᾶ- ται Bergl., εἰ—νικῶ Reisk., [εἰ]—νικᾶν Hemst. | 11 ἐπα- φροδίτως] ἐπαφρίτως Vat. 2, ἐπαφρ . . . τως Π | ἐπιφανῶς Reisk., πιθανῶς x2, quod defend. Herm. mutato sq. περιουσιάσαι in παρρησιάσαι | 11–12 ἄν—γένηται] ἁρμοῖ 〈γὰρ〉  ἐν περιουσίαις γεγένημαι Reisk., καὶ γάρ μοι—γεγένηται Seil., idem sed περιουσία Herch. (ed.) requirens παρὰ pro ὑπὸ | 13 ἀγαθῶν] ἀγκαλῶν Fried. | πεποιηκυίᾳ Bergl., πεποιηκυῖα x2 | γε Bergl., τε x2)
136
ἐκείνου, μὰ τὴν Ἄρτεμιν, οὐδὲ προσέπεμψαν ἔτι πολλοὶ [οὐδὲ ἐπείρασαν] αἰδούμενοί σου τὰς πολιορκίας. ὀξύς ἐστιν Ἔρως, ὦ βασιλεῦ, καὶ ἐλθεῖν καὶ ἀναπτῆναι. ἐλπίσας πτεροῦται, καὶ ἀπελπίσας ταχύ πτερορρυεῖν εἴωθεν ἀπογνωσθείς. διὸ καὶ μέγα τῶν ἑταιρουσῶν ἐστι σόφισμα, ἀεὶ τὸ παρὸν τῆς ἀπολαύσεως ὑπερτι- θεμένας ταῖς ἐλπίσι διακρατεῖν τούς ἐραστάς. [πρὸς ὑμᾶς δὲ οὐδὲ ὑπερτίθεσθαι ἔξεστιν, ὥστε φόβον εἶναι κόρου.] λοιπὸν ἡμᾶς δεῖ τὰ μὲν ποιεῖν, τὰ δὲ μαλα- κίζεσθαι, τὰ δὲ ᾄδειν, τὰ δὲ αὐλεῖν, τὰ δὲ ὀρχεῖσθαι, τὰ δὲ δειπνοποιεῖν, τὰ δὲ κοσμεῖν [σοι] τὸν οἶκον, τὰς [δὲ] ὁπωσοῦν ἄλλως ταχύ μαραινομένας μεσολα- βούσας χάριτας, ἵνα μᾶλλον ἐξάπτωνται τοῖς διαστή- μασιν εὐαλέστεραι αὐτῶν αἱ ψυχαί, φοβουμένων μὴ ἄλλο πάλιν γένηται τῆς ἐν τῷ παρόντι τύχης κώλυμα. ταῦτα δὲ πρὸς μὲν ἑτέρους τάχα ἂν ἐδυνάμην, βασιλεῦ, [*](x² (Vat. 2 flor. Ππ Δ)) [*](1 προσέπεμψαν] προσέβλεψαν mrg. Π et Δ | 2 [οὐδὲ ἐπείρασαν] del. Cob., οὐδεὶς οὐδὲν προσέπεμψεν [ἔτι πολλοὶ] οὀδ᾿ ἐπείρασεν Hirscb., οὔτε—οὔτε Herch. | 3 ἀναπτῆναι] ἀποπτῆναι Herch. (ed.), at cf. sqq. et Aristaen. II 1 | 4 καὶ] del. Herch. (ed.) | 4 ἀπελπίσας] del. Maehl. | 5 ἀπογνωσθείς] del. Cob. | 7 διακρατεῖν] διάγειν Cob. | 7—9 [πρὸς— κόρου] del. acobs. (Pro ὥστε—κόρου voluit ὡς πεφοβημέναι κόρον Bergl., φοβουμέναις κόρον Reisk.) | 9 λοιπὸν] λοιπὸν 〈οὖν〉 Herch. (ed.) | ποιεῖν] πονεῖν Arnald., ἑερὰ ποιεῖν Reisk., τι ποιεῖν Mein., σκώπτειν Herch. (ed.) posito τὰ δὲ μαλα- κίζεσθαι post ὀρχεῖσθαι | 10 τὰ δὲ ᾄδειν—ὀρχεῖσθαι] om. Δ, del. Jacobs., haec et sqq. usque ad οἶκον del. Mein. | 11 [σοι] del. Bergl., conjecit κοσμῆσαι Jacobs. | τὸν οἶκον] addubitat Pol. | 12 δὲ] del. Bergl. | 13 χάριτας Ruhnk., χρήσεις x², χρείας vel προφάσεις vel ἐγχειρήσεις Reisk. | τοῖς διαστήμασιν] τοῖς διαστήμασιν) [*](τοῦ διαστήματος Δ | 14 εὐαλέστεραι Mein. (ed.), εὐαλούστεραι x², εὐαλωτότεροι vel νεαλέστεραι Lobeck., ἁπλούστεραι Herch. (ed.) | 16 ἑτέρους] ἑταίρους Δ)
137
πλάττεσθαι καὶ τεχνιτεύειν· πρὸς δὲ σέ, ὃς οὕτως ἤδη αὐχεῖς ἐπʼ ἐμοὶ ὡς ἐπιδεικνύναι με καὶ ἀγάλλεσθαι πρὸς τὰς ἄλλας ἑταίρας ὅτι πασῶν ἐγὼ πρωτεύω, μὰ τὰς φίλας Μούσας, οὐκ ἂν ὑπομείναιμι [πλάττεσθαι]· οὐχ οὕτως εἰμὶ λιθίνη. ὥστε ἀφεῖσα πάντα καὶ τὴν ψυχὴν ἐμαυτῆς εἰς τὴν σὴν ἀρέσκειαν ὀλίγον ἡγήσομαι δε〉 δαπανῆσ〈θ〉αι. 〈ἀλλ᾿ 〉εὖ  οἶδα γὰρ ὅτι οὐ μόνον ἐν τῇ Θηριππίδου οἰκίᾳ, ἐν ᾗ μέλλω σοι τὸ τῶν Ἀφροδισίων εὐτρεπίζειν δεῖπνον, ἔσται διαβόητος ἡ παρασκευή, ἀλλὰ καὶ ἐν ὅλῃ τῇ Ἀθηναίων πόλει, νὴ τὴν Ἄρτεμιν, καὶ ἐν τῇ Ἑλλάδι πάσῃ. καὶ μάλιστα οἱ μισητοὶ Λακε- δαιμόνιοι, ἵνα δοκῶσιν ἄνδρες εἶναι οἱ ἐν Ἐφέσῳ ἀλώπεκες, οὐ παύσονται τοῖς Ταϋγέτοις ὄρεσι καὶ ταῖς ἐρημίαις ἑαυτῶν διαβάλλοντες ἡμῶν τὰ δεῖπνα καὶ καταλυκουργίζοντες τῆς σῆς ἀνθρωποπαθείας. ἀλλʼ οὗτοι μὲν χαιρόντων, δέσποτα, σύ δέ μοι μέμνησο φυ- λάξαι τὴν ἡμέραν τοῦ δείπνου καὶ τὴν ὥραν ἣν ἂν ἓλῃ· ἀρίστη γὰρ ἣν 〈σὺ〉  βούλει. ἔρρωσο.

[*](x² (Vat. 2 Flor. Π Δ))[*](1 πλάττεσθαι Bergl., φυλάττεσθαι x2, φυλάττειν Jacobs., del. Keil. | 2 αὐχεῖς Maehl., ἔχεις Ο, οὕτως ἀφειδῆ ἐκχεῖς ἐπʼ ἐμὲ 〈τὸν σὸν πλοῦτον〉  Reisk. | ὡς] ὥστʼ Cob. | 4 [πλάττεσθαι] del. Hirsch. | 5 λιθίνη] ἠλιθία Nab. | ἀφεῖσα] ἀφ . . σα Flor., ἀφεῖσα 〈σοι〉  Reisk. | 6 τὴν σὴν] om. Π ∠] 7 〈δε〉  et 〈θ〉  add. Mein., δαπανήσασα βλάπτεσθαι Reisk. | 〈ἀλλ᾿〉  add. Pol. | 8 Θηριππίδου Bergl., Θηριππιδίου x² | 9 ἔσται Π ∠, ἔστε cet. | 10 Ἀθηναίων] del. Cob. | 11 πάσῃ] om. Π ∠ | οἱ] οἱ 〈θεοῖς〉  Reisk. | 13 τοῖς] ἐν τοῖς Seil. | ὄρεσι] del. Reisk. | 16 οὗτοι Cob., αὐτοὶ x2 | μοι Herch. (ed.), ἐμοὶ x² | 17 τοῦ] αὐτοῦ Π ∠ | 18 〈σὺ〉  add. Cob.)
138

θὐόεν δυσαρεστότερον, ὡς ἔοικεν, ἐστὶν ἄρτι πάλιν μειρακευομένου πρεσβύτου. οἷά με Σπίκουρος οὗτος διοικεῖ πάντα λοιδορῶν, πάντα ὑποπτεύων, ἐπιστολὰς ἀδιαλύτους μοι γράφων, ἐκδιώκων ἐκ τοῦ κήπου. μὰ τὴν Ἀφροδίτην, εἰ σδωνις ἦν, ἤδη ἐγγὺς ὀγδοήκοντα γεγονὸς ἔτή, οὐκ ἂν αὐτοῦ ἠνεσχόμην φθειριῶντος καὶ φιλονοσοῦντος καὶ καταπεπιλημένου εὖ μάλα πό- κοις ἀντὶ πίλων. μέχρι τίνος ὑπομενεῖ τις τὸν φιλό- σοφον τοῦτον; ἐχέτω τὰς περὶ φύσεως αὐτοῦ κυρίας δόξας καὶ τοὺς διεστραμμένους κανόνας, ἐμὲ δὲ ἀφέτω τὴν φυσικῶς κυρίαν ἐμαυτῆς ἀστομάχητον καὶ ἀνύ- βριστον. ὄντως ἐγὼ πολιορκητὴν ἔχω τ[οι]οῦτον, οὐχ οἷον σὺ Δάμια Δημήτριον. μὴ γὰρ ἔστι σωφρονῆσαι διὰ τὸν ἄνθρωπον τοῦτον; καὶ σωκρατίζειν καὶ στω- μύλλεσθαι θέλει καὶ εἰρωνεύεσθαι, καὶ Ἀλκιβιάδην [*](x² (Vat.2 Flor. Π Δ)) [*](2 ἄρτι] del. Ald., ἄρα Cob. | πάλιν] del. Pol. 4 διοικεῖ] διώκει Maehl., διοχλεῖ vel διέθηκε Cob., ἀδικεῖ Herch. (ed.) | 5 ἀδιαλύτους] ἀδιαλείπτους Arnald., διωλυγίους Cob., ἀδιανύτους Herm., ἀδιαπαύστους Herw. | 6 ἤδη] μήδʼ Nab. | 7 γεγονὼς] om. Vat. 2 | 9 ὑπομενεῖ] ὑπομένει Herch. (ed.) | 11 ἀφέτω] ἐφετω ΙΙ | 12 ἀστομάχητον] ἀνενόχλητον Lennep., ἀστόβαστον Hemst., αὐτομάχητον Mein. (ed.), ἀστονάχητον | Machl., ἐραστομάχητον Nah., ἀπροσμάχητον Herw. | φυσικῶς] μουσικῶς Π | 13 ἐγὼ πολιορκητὴν Herch.(ed.), ἐπιπολιορκητὴν x², Επίκουρον πολιορκητὴν Lennep., [ἐπι]πολιορκητὴν vel τι πο- λιορκητὴν Reisk., ἐπιπόλιον πολιορκὴτην Seil., εἰπεῖν πολιορ- κητὴν Metr., ὄντως . . ἐπεὶ πολιορκητὴν Mein. | [οι] del. Maehl., οὐ τοιοῦτον οἷον Gloss. Eichst. | 14 ἔστι] ἔσται Pol. | σωφρονῆσαι] σωφρονίσαι Π Δ | 15 στωμύλλεσθαι Cob., στωμυλεύεσθαι x²)

139
τινὰ τὸν Πυθοκλέα νομίζει καὶ Eανθίππην ἐμὲ οἱεται ποιήσειν. [καὶ] πέρας ἀναστᾶσα ὁποίποτε γῆν πρὸ γῆς φεύξομαι μᾶλλον ἢ τὰς ἐπιστολὰς αὐτοῦ τὰς ἀδια- παύστους ἀνέξομαι. ὅ δὲ πάντων δεινότατον ἥδη καὶ ἀφορητότατον τετόλμηκεν, ὑπὲρ οὖ καὶ γνώμην βου- λομένη λαβεῖν τί μοι ποιητέον ἐπέσταλκά σοι· Σίμαρ- χον τὸν καλὸν οἶσθα τὸν Κηφισιᾶθεν. οὐκ ἀρνοῦμαι πρὸς τὸν- νεανίσκον οἰκείως ἔχειν ἐκ πολλοῦ — πρὸς σέ μοι τἀληθῆ Ἀάμια — καὶ τὴν πρώτην ἀφροδίτην ἄμαθον παρʼ αὐτοῦ σχεδόν· οὗτος γάρ με διεπαρθέ- νευσεν ἐκ γειτόνων οἰκοῦσαν. ἐξ ἐκείνου τοῦ χρόνου πάντα μοι τἀγαθὰ πέμπων οὐ διαλέλοιπεν, ἐσθῆτα〈ς〉 χρυσία, θεραπαίνας θεράποντας, Ινδὰς νδούς. τἆλλα σιωπῶ. ἀλλὰ τὰ μικρότατα προλαμβάνει τῆς ὥρας, ἵνα μηδεὶς φθάσῃ με γευσάμενος. τοιοῦτον οὖν ἐρα- στὴν 0145‘ἀπόκλεισονʼ φησὶ ‘καὶ μὴ προσίτω σοιʼ, ποίοις [*](x2 (Vat.2 Flor. Π Λ)) [*](1 τὸν Cob., ἢ x2, del. Medenb.-Wack., [τινα] τὸν de- leto νομίζει Hirsch | 2 [καὶ] expunxi, nonnulla hic excidisse censet Mein. | ἀναστᾶσα] ἀναπτᾶσα Nab. | ὁποίποτε] ὅπη ποτὲ Flor. | 3 ἀδιαπαύστους] διαπαύστους Δ | 4—6 ὃ — σοι· Pol., ὃ —σοι. vulg., ὁ— σοι. Mein. (ed.) | 5 τετόλμηκεν Flor., τετόλ- μηκας Vat. 2, τετόλμηκεν Π, ἐτόλμησεν Δ | γνώμην] γνώμην σου Mein. (ed.), τὴν σὴν γνώμην Herch. (ed.) | 6 λαβεῖν] μαθεῖν Hirsch. | 7 Κηφισιᾶθεν Seil., Κηφισιάθεν x² | 8 οἰκείως] οὐκ οἰκείως Π Δ, οὐκ ἀνοικείως Mein. | 9 post τἀληθῆ (τάλη Flor.) add. λέγειν εἰκὸς Ald. | 9—10 καὶ—σχεδόν] aut delenda aut transponenda post οἰκοῦσαν censet Herch., καὶ—ἐμυήθην — σχεδὸν [οὖτος—διεπαρθένευσεν] ἐκ- οίκοῦσα (vel οἰκοῦντος) N auck., del. σχεδόν Pol., ἥκουσαν pro οἰκοῦσαν Metr. | 12 〈ς〉 addidi | 13 χρυσία Mein. (ed.), χρυσεῖα x² | ʼνδὰς ʼνδούς Mein. (ed.), ord. inv. χ² | 14 τῆς Machl. (qui σιωπῶ τὰ μικρό- τατα ἅ), τὰς x2, σιωπῶ τἆλλα τὰ μικρότερα. προλαμβάνει τὰς ὥρας Nauck., σιωπῶ. ἄμα δὲ τὰ μικρότατα Herw., mavult τὰ ἀκρότατα Pol. | 15 με] με 〈τῆς ὀπώρας〉 Reisk. | οὖν] νῦν Π Δ)
140
δοκεῖς αὐτὸν ἀποκαλῶν ὀνόμασιν; οὔτε ὡς Ἀττικὸς οὔτε | ὡς φιλόσοφος, ... ἢ Καππαδοκίας πρῶτος εἰς τὴν Ἐλλάδα ἥκων. ἐγὼ μὲν εἰ καὶ ὅλη γέμοι ἡ Ἀθηναίων πόλις Ἐπικούρων, μὰ τὴν Ἄρτεμιν, οὐ ζυγοστατήσω πάντας αὐτούς επρὸς τὸν ιμάρχου βραχίονα, μᾶλλον δὲ οὐδὲ πρὸς τὸν δάκτυλον. τί σὺ λέγεις Λάμια; οὐκ ἀληθῆ ταῦτα; οὐ δίκαιά φημι; καὶ μὴ δή, δέομαί σου. πρὸς τῆς Ἀφροδίτης, μή σοι ταῦτα ἐπελθέτω· ‘ἀλλὰ φιλόσοφος, ἀλλὰ ἐπιφανής, ἀλλὰ πολλοῖς φίλοις κεχρη- μένος’. λαβέτω καὶ ἀγὼ ἔχω, διδασκέτω δʼ ἄλλους. ἐμὲ γὰρ οὐδὲν θάλπει ἡ δόξα, ἀλλʼ ὃν θέλω δὸς τί. μαρχον, Δάματερ. ἀλλὰ καὶ διʼ ἐμὲ πάντα ἠνάγκασται ὁ νεανίσκος καταλιπών, τὸ Ἀύκειον καὶ τὴν ἑαυτοῦ νεότητα καὶ τούς συνεφήβους καὶ τὴν ἑταιρείαν, μετʼ αὐτοῦ ζῆν καὶ κολακεύειν αὐτὸν καὶ καθυμνεῖν τὰς ὑπηνέμους αὐτοῦ δόξας. ὁ 〈δ〉 Ἀτρεὺς οὗτος ‘ἔξελθεʼ φησίν ‘ἐκ τῆς ἐμῆς μοναγρίας καὶ μὴ πρόσιθι Δεοντίῳ’. ὡς οὐ δικαιότερον ἐκείνου ἐροῦντος ‘σύ μὲν οὖν μὴ πρόσιθι τῇ ἐμῇ᾿. καὶ ὁ μὲν νεανίσκος ὤν ἀνέχεσαι [*](x² (Vat.2 Flor. Π Λ)) [*](2 lac. sign. posui. Pro ἢ conj ἐκ Ald., 〈ἀλλʼ ὡς φορτη- γὸς (vel ὀνηλάτης)〉 ἐκ Reisk., ἐκ Καππαδοκίας 〈δὲ〉 Hemst., 〈ἀλλʼ οἷον ἐκ Φρρυγίας〉 ἢ Pol. | πρῶτος] πρόην Reisk., πρῶ- τον Hemst., προσφάτως Stang. | εἰς] om. Flοr. Π Δ | 3 μὲν] δὲ Ald. | γέμοι Mein. (ed.), γένοιτο x2 | 5 αὐτοὺς Π Δ, ταὐτοῖς cet. | 6 σὺ] σοὶ Π Δ | 7—9 καὶ—ἀλλὰ—κεχρημένοςʼ Pol., ‘καὶ μῆν’, φής, δέδοικά σου— κεχρημένοςʼ Reisk., [κάὶ] ‘μὴ — ἐπελθέτω· ἀλλὰ— κεχρημένοςʼ Mein. (ed.) | 8 ἐπελθέτω Cob., ὑπελθέτω x² | 10 καὶ ἀγὼ ἔχω Cob., καὶ ἃ ἔχω x2, κατεχέτω Lennep., προσλαβέτω καὶ οἷς ἔχει Hirsch. | 11 γὰρ scripsi, δὲ x2, γε Seil. | ἡ Reisk., τι x2, del. Herch. (ed.) | ὃν Π Δ, ὅ cet. | δὸς Ald., δὲ x², Poesis etiam [ἀλλʼ| ὃν θέλω δὲ | 14 νεότητα] σεμνότητα Metr. | 16 〈δ〉 add. Mein. (ed) | Ατρεὺς] ἀγρεὺς M aehl. | 17 μοναγρίας] μοναρχίας Βergl. | καὶ] ἢ Mein.)
141
τὸν ὕστερον ἀντεραστὴν γέροντα, ὁ δὲ τὸν δικαιότε- ρον οὐχ ὑπομένει. τί ποιήσω, πρὸς τῶν θεῶν ἱκετεύω σε Λάμια. νὴ τὰ μυστήρια, νὴ τὴν τούτων τῶν κακῶν ἀπαλλαγήν, ὡς ἐνθυμηθεῖσατοῦ ιμάρχου τὸν χωρισμὸν ἄρτι ἀπέψ-υγμαι καὶ δρωκα τὰ ἄκρα καὶ ἡ καρδία μου ἀνέστραπται. δέομαί σου, δέξαι με πρὸς σεαυτὴν ἡμέρας ὀλίγας, καὶ ποιήσω τοῦτον αἰσθάνεσθαι πηλί- κων ἀπέλαυεν ἀγαθῶν ἔχων ἐν τῇ οἰκίᾳ ἐμέ. καὶ οὐ- κέτι φέρει τὸν κόρον, εὖ οἶδα· πρεσβευτὰς εὐθύς πρὸς ἡμᾶς διαπέμψεται Μητρόδωρον καὶ Ἕρμα〈ρ〉ὼχον καὶ Πολύαινον. ποσάκις οἴει με, Λάμια, πρὸς αὐτὸν Ἰδίᾳ παραγενομένην εἰπεῖν ‘τί ποιεῖς ʼΣπίκουρε; οὐκ οἰσθα ὡς διακωμῳδεῖ σε ιμοκράτης ὁ Μητροδώρου 〈ἀδελφὸςὰ〉 ἐπὶ τούτοις ἐν ταῖς ἐκκλησίαις, ἐν τοῖς θεάτροις, παρὰ τοῖς ἄλλοις σοφισταῖςʼ; ἀλλὰ τί ἔστιν αὐτῷ ποιῆσαι; ἀναίσχυντός ἐστι τῷ ἐρᾶν. καὶ ἐγὼ ἔσομαι τοίνυν ὁμοία τις αὐτῷ [ἀναίσχυντος] καὶ οὐκ ἀφήσω τὸν ἐμὸν μαρχον. ἔρρωσο.

[*](x2 (Vat.2 Flοr. Π Δ))[*](1 ὕστερον] ἕτερον ΠΔ, γεραίτερον Herch. (ed.) | γέροντα] del. Herch. (ed.) | 3 τὴν] om. Π | 4 ὡς ἐνθυμηθεῖσα] παρεν- θυμηθεῖσα Reisk. | 5 ἵδρωκα τὰ ἄκρα Mein. (ed.), ἱδρῶ καὶ τὰ ἄκρα x2, ἵδρωκε τὰ ἄκρα Reisk., ἱδρῶ κατάκρας Porson., ἱδρῶ κατὰ τὰ ἄκρα vel ἱδρῶ [καὶ] τὰ ἄκρα Lennep., ἱδρῶ δει- λάκρα Hemst., ἄρτι δρῶ καὶ ἀπέψυγμαι τὰ ἄκρα Majus, ἰδίω τὰ ἄκρα Cob., ἱδρὼς καταρρεῖ Herm. | 8 ἀπέλαυεν Cob. , ἀπήλαυεν x2 | ἐμέ scripsi, με x2 | καὶ] om. Ald. | 9 φέρει—οἶδα·] φέρων—οἶδα, Hirsch. | κόρον] χωρισμόν Mein., κόπον Pol. | 10 〈ρ〉 add. Κlotz | 13 ὡς] ὅτι Π Δ | διακωμῳδεῖ— Μητρο- δώρου] om. Flor. posito lac. sign. | 14 〈ἀδελφὸς〉 addidi. In x² est lac. eign. | 15 ἔστιν Seil. (ed.), ἐστιν x2 | 16 αὐτῷ] αὐτὸν Mein. | τῷ ἐρᾶν Pol., τὸ ἐρᾶν x2, ὁ ἐρῶν Reisk., ὁ γέρων Mein. | 17 ἔσομαι] γενήσομαι Hirsch. | τοίνυν] del. Mein., inducto etiam |ἀναίσχυντος, quo servato Ald. scripsit ὁμοίως, 2eil. ὅμοια.)
142

Ἐγὼ μὰ τὰς Ἐλευσινίας θεάς, μὰ τὰ μυστήρια αὐ- τῶν, ἅ σοι καὶ ἐναντίον ἐκείνων ὥμοσα πολλάκις, Γλυ- κέρα, μόνος μόνη, ὡς οὐδὲν ἐπαίρω τἀμὰ οὐδὲ βού- λομαι σου χωρίζεσθαι, ταῦτα καὶ λέγω καὶ γράφω. τί γὰρ ἐμοὶ χωρὶς σοῦ γένοιτʼ ἂν ἥδιον; τί〈νιο〉 δʼ ἐπαρ- θῆναι μεῖζον 〈ἄνο〉 δυναίμην τῆς σῆς φιλίας; ἐπεὶ καὶ τὸ ἔσχατον ἡμῶν γῆρας διὰ τούς σοὺς τρόπους καὶ τὰ 〈κὰ〉 ἤθη νεότης ἀεὶ φανεῖταί μοι. καὶ συννεά- σαιμεν ἀλλήλοις καὶ συγγηράσαιμεν, καὶ νὴ τούς θεοὺς συναποθάνοιμεν, ἀλλʼ αἰσθανόμενοι, Γ λυκέρα, ὅτι συν- αποθνήσκομεν, ἵνα μηδετέρῳ ἡμῶν ἐς Ἅίδου συγκατα- βαίη τις ζῆλος, εἴ τινων ἄλλων ὁ σωθεὶς πειράσεται ἀγαθῶν. μὴ δὴ γένοιτό μοι πειραθῆναι σοῦ μηκέτʼ οὕσης· τί γὰρ ἂν ἔτι καταλείποιτο ἀγαθόν; ἃ δὲ νῦν ἥπειξέ με ἐν Πειραιεῖ μαλακιζόμενον — οἶσθα γάρ μου τὰς συνήθεις ἀσθενείας, ἂς οἱ μὴ φιλοῦντές με τρυφὰς καὶ σαλακωνίας καλεῖν εἰώθασιν — ἐπιστεῖλαί σοι ἐν ἄστει μενούσῃ διὰ τὰ Ἁλῷά τῆς θεοῦ, ταῦτʼ ἐστίν· ἐδεξάμην ἀπὸ τολεμαίου τοῦ βασιλέως [*](Φ x² (Vat.2 Flοr. Π Δ)) [*](4 ὡς] del. Cob. | ἐπαίρω] ἐπαίρων Φ | βούλομαι scripsi, βουλόμενος Ο | 5 σου χορίζεσθαι Bergl., σοι χαρίζεσθαι 0 | λέγω—γράφω] λέγοων—γράφων Φ | 6 σοῦ Cob., σου Ο | ἥδιον] ἠδῦ aut ἴδιον Mein. | 〈νι〉 add. Mein. | 7 μεῖζον] μείζονι Mein. | 〈ἄν〉 add. Iein. | ἐπεὶ Seil., εἰ 0 | 9 〈κὰ〉 add. Dorvill. | 11 συναποθνήσκομεν] om. Π Δ | 12 ἡμῶν] ἡμῖν Φ | ἔς Reisk., ἐν Ο | 13 ζῆλος εἴ] ἢλος ἢ x² (. . . . . ἢ Flor), ζῆλος τίνων Reisκ., ζῆλος μή τινων Mein. | 14 μὴ δὴ] μὴ δὲ x2 ὧν μηδὲ Heysius | 15 καταλείποιτο] καταλίποιτο Φ Vat.2 | 19 ἄστει] ἄστυ Vat. 2, ἄστυ mut. in ἄστει Φ | 20 ἀπὸ] παρὰ Cob.)

143
γύπτου γράμματα, ἐν οἷς δεῖταί μου πάσας δεήσεις, καὶ προτρέπεται βασιλικῶς ὑπισχνούμενος τὸ δὴ λεγό- μενον τοῦτο τὰ τῆς γῆς ἀγαθὰ καὶ ἐμὲ καὶ Φιλή- μονα· καὶ γὰρ ἐκείνῳ γράμματα κεκομίσθαι φησί· καὶ αὐτὸς δὲ ὁ Φιλήμων ἐπέστειλέ μοι τὰ ἴδια δῆλον ὅτι ἐλαφρότερα καὶ ὡς οὐ Μενάνδρῳ γεγραμμένα ἧττον λαμπρά. ἀλλʼ ὄψεται καὶ βουλεύσεται τὰ ἴδια οὗτος. ἐγὼ δὲ οὐ περιμενῶ βουλάς, ἀλλὰ σύ μοι, λυκέρα, καὶ γνώμη καὶ βρεοπαγῖτις βουλὴ καὶ Ἡλιαία, 〈καὶ〉 ἅπαντα νὴ τὴν Ἀθηνᾶν ἀεί 〈τε〉 γέγο- νας καὶ νῦν ἔση. τὰς μὲν οὖν ἐπιστολὰς τοῦ βασι- λέως σοι διεπεμψάμην, ἵνα μὴ κόπτω σε δὶς καὶ τοῖς ἐμοῖς καὶ τοῖς ἐκείνου γράμμασιν ἐντυγχάνουσαν· ἃ δὲ ἐπιστέλλειν αὐτῷ ἔγνωκα, βούλομαί σε εἰδέναι. πλεῖν μὲν καὶ εἰς Αἴγυπτον ἀπιέναι μακρὰν οὕτως καὶ ἀπῳ- κισμένην βασιλείαν οὖσαν, μὰ τοὺς δώδεκα θεούς, οὐδὲ ἐνθυμοῦμαι. ἀλλʼ οὐδὲ εἰ ἐν Αἰγίνῃ ταύτη γε τῇ πλησίον ἔκειτο Ἀῖγυπτος, οὐδʼ οὕτως ἐν νῷ ἂν [*](Φ x² (Vat.2 Flοr. Π Δ)) [*](2 καὶ προτρέπεται] post ἀγαθὰ colloc. Herch., ubi mavult addere διαβῆναιπρὸς αὑτὸν Μein., ἥκειν Pol. | 4 φησί] Hirsch., φασί Ο, κεκόμισται [φασί] Herel., σαφές Maehl., del. καὶ γὰρ —φασί Herw. | 5 δῆλον ὅτι Mein., δηλῶν Ο, δῆλα δὴ Mein. altera conj. | 6 ὡς οὐ] οὐχ ὡς deleto sq. ἧττον λαμπρά Nab. | 8 ante οὐ suppl. 〈αὐτοὸ〉 Seil., 〈ἄλλων〉 Reisk. | 10 〈καὶ〉 add. Cob. Cf. IV 19,6 | 〈τε〉 add. Cob. | 11—12 βασιλέως -μὴ] βασιλέως σοι 〈οὐ〉—μὴ Reisk. (sed cf. ep. sq. § 2), βασιλέως —δὴ Mein., βασιλέως 〈ψιλῶς〉 -μὴ Pol. | 12 δὶς] δὶς 〈τοῖς αὐτοῖς〉 Jacobs. | 14 ἔγνωκα βούλομαι] ἔγνωχα βούλομαι Π, ἔγνων κἂν βούλομαι Δ | σε] δὲ Vat. 2 | 14—15 πλεῖν-οὕτως καὶ] πλεῖν μὲν γὰρ εἰς Αίγυπτον [ἀπιέναι] μακρὰν οὕτως [καὶ] Cob. | 17 οὐθὲ] οὐδὲν Π Δ | ἐνθυμοῦμαι] ἐνδεθυμοῦμαι Φ | οὐδὲ] οὐδὲν Δ | ταύτῃ γε] ταυτηῖ Cob. addubitans τῇ τπλησίον)
144
ἔσχον ἀφεὶς τὴν ἐμὴν βασιλείαν τῆς σῆς φιλίας μόνος ἐν τοσούτῳ ὄχλῳ Ἀιγυπτίων χωρὶς λυκέρας ἐρημίαν πολῦάνθρωπον ὁρῶν. ἥδιον γὰρ καὶ ἀκινδυνότερον τὰς σὰς θεραπεύω μᾶλλον αὐλάς, ἢ τὰς ἀπάντων τῶν σατραπῶν καὶ βασιλέων, 〈ἔνʼ〉 ἐτικίνδυνον μὲν τὸ ἄγαν ἐλεύθερον, εὐκαταφρόνητον δὲ τὸ κολακεῦον, ἄπιστον δὲ τὸ εὐτυχούκενον. ἐγὼ δὲ καὶ τὰς θηρι- κλείους καὶ τὰ καρχήσια καὶ τὰς χρυσίδας καὶ πάντα τὰ ἐν ταῖς αὐλαῖς ἐπίφθονα παρὰ τούτοις ἀγαθὰ φυ- όμενα, τῶν κατʼ ἔτος Χοῶν καὶ τῶν ἐν τοῖς θεά- τροις Ληναίων καὶ τῆς χθιζῆς ὁμολογίας καὶ τῶν τοῦ Λυκείου γυμνασίων καὶ τῆς ἱερὰς Ἀκαδημ〈ε〉ίας οὐκ ἀλλάττομαι, μὰ τὸν Διόνυσον καὶ τοὺς βακχικοὺς αὐ- τοῦ κισσούς, οἷς στεφανωθῆναι μᾶλλον ἢ τοῖς Πτολε- μαίου βούλομαι διαδήμασιν, ὁρώσης καὶ καθημένης ἐν τῶ θεάτρῳ λυκέρας. ποῦ γὰρ ἐν Ἀίγύπτῳ ὄψομαι ἐκκλησίαν καὶ ψῆφον ἀναδιδομένην; ποῦ δὲ δημοκρα- [*](Φ x² (Vat. 2 FIοr. Π Δ)) [*](4 μᾶλλον] μιᾶς Ηerm. | αὐλάς Cob., ἀγκάλας Ο. Mavult ἢ τὰς 〈αὐλὸὰς〉 Bergl., ἢ τὰς 〈ὁμιλίαςο〉 Machl. | 5 〈ἵν᾿〉 add. Cob. | μὲν] μὲν 〈οὖν〉 Ald. | 6 ἄγαν ἐλεύθερον scripsi. ἀνελεύθερον O, del. ἀν Cob., ἐλευθεριάζον Mein., λίαν ἐλεύ- θερον Machl. | 7 εὐτυχούμενον] εὐτυχοῦν Berg1. | θηρικλείους Bergl., ἡρακλείους 0 | 9 ἐπίφθονα] ἄφθονα Cob. | παρὰ τούτοις] addubitat Mein., sed recte cum ἐπίφθονα jungit Büch. | φυόμενα] καλούμενα vel ὑμνούμενα Mein., φαινόμενα Metr. | 11 ὁμολογίας φ, ἀμαλογίας x2, ἀνολογίας Δ. Conjecit χύτρους (χύτρων?) ὁμολογίας Bergl., σῆς ὁμιλίας Irmisc., χθιζῆς ὁμιλίας Wagn. (ed.), νττικῆς στωμυλίας Reisk., idem sed ἀστικῆς acobs., σχολικῆς ὁμολογίας G. Herman., ἡδί- στης οἰνοφλυγίας Maetl., χρυσῆς βαωμολοχίας Mein., χθιζῆς ἀμαξολογίας Herm. (qui deinde vulg. vertit cena heri con- ducta᾿), χθιζῆς πιθοιγίας Herch. (ed.) χθιζῆς σεμνολογίας Pol. Defend. αμα(vel ἀμα) λογίας Βüch. | 12 〈ε〉add. Mein. (ed) | 14 τοῖς] τοῦ Φ- | 15 ὁρώσης] παρούσης Νab.)
145
τικὸν ὄχλον οὕτως ἐλευθεριάζοντα; ποῦ δὲ θεσμοθέτας ἐν ταῖς ἱεραῖς κόμαις κεκισσωμένουςς ποῖον περισχοί- νισμα; ποίαν αἰρεσιν; ποίους ύτρους; Κεραμεικόν, ἀγοράν, δικαστήρια, τὴν καλὴν ἀκρόπολιν, τὰς σεμνὰς θεάς, τὰ μυστήρια, τὴν γειτνιῶσαν αλαμῖνα, τὰ στενά, τὴν Ψυττάλ〈ε〉ιοιαν, τὸν Μαραθῶνα, ὅλην ἐν ταῖς Ἀθή- ναις τὴν Ἐλλάδα, τὴν Ἰωνίαν, τὰς Κυκλάδας πάσας; ἀφεὶς ταῦτα καὶ λυκέραν μετʼ αὐτῶν εἰς Ἀίγυπτον ἀπέλθω χρυσὸν λαβεῖν καὶ ἄργυρον καὶ πλοῦτον; ᾆ μετὰ τίνος χρήσομαι; μετὰ λυκέρας τοσοῦτον διατε- θαλασσευμένης; οὐ πενία δέ μοι ἔσται χωρὶς αὐτῆς ταῦτα; ἐὰν δὲ ἀκούσω τοὺς σεμνοὺς ἔρωτας εἰς ἄλλον αὐτὴν μετατεθεικέναι, οὐ σποδός μοι πάντες οἱ θησαυ- ροὶ γενήσονται; καὶ ἀποθνήσκων τὰς μὲν λύπας ἐμαυ- τῷ συναποίσω, τὰ δὲ χρήματα τοῖς ἰσχύουσιν ἀδικεῖν ἐν μέσῳ κείσεται. ἢ μέγα τὸ συμβιοῦν Πτολεμαίῳ καὶ σατράπαις καὶ τοιούτοις ψόφοις, ὧν οὕτε τὸ φιλι- κὸν βέβαιον οὔτε τὸ διεχθρεῦον ἀκίνδυνον; ἐὰν δὲ διοργισθῇ τί μοι 7 λυκέρα, ἅπαξ αὐτὴν ἁρπάσας κατε- φίλησα· ἂν ἔτι ὀργίζηται, μᾶλλον αὐτὴν ἐβιασάμην· κἂν βαρυθύμως ἔχη, δεδάκρυκα· καὶ πρὸς ταῦτʼ,οὐκέθ [*](Φ x2 (Vat.2 Flor. Π Δ)) [*](2 ἐν—κόμαις] ἐν—κώμαις φ, ἐν τοῖς ἱεροῖς κώμοις Reisk., defend. κώμαις Βergk., defend. κόμαις Mein. et Büch. (qui proponit etiam πομπαῖς) | 3 αἵρεσιν] ἀρχαιρεσίαν Seil., ἵδρυσιν Mein. | 4—6 τὴν—μυστήρια] om. Π Δ | 6 τὰ στενά] om. Π Δ, τὰ στήνια Dorvill., τὰ λιλῆνια Mein. | 6 〈ε〉add. Mein. τὸν] τὴν Π Δ | 7 τὴν Ἰωνίαν] ὅλην τὴν Ἰωνίαν x2 | 9 ἀπέλθω scrpsi, διέλθω 0 | καὶ επλοῦτον] πλοῦον δέ Φ, χρυσῦ—νάρ- γυροῦν πλοῦτον cl. Plat. Legg. VII 801b Cob., κενὸν πλοῦ- τον Pol. | 10 χρήσομαι; μετὰ] χρήσομαι τῆς Bergl. | 12 σεμνοὺς] ἐφοὺς Machl. | 19 διοργισθῇ] ὀργισθὴ Δ, δὴ ὀργισθῇ Μein. | ἁρπάσας] ἀρπάξοας Flor. ΠΔ)
146
ὑπομείνασα τὰς ἐμὰς λύπας, δεῖται λοιπὸν οὔτε στρατιώτας ἔχουσα οὕτε δορυφόρους οὔτε φύλακας· ἐγὼ γὰρ αὐτῇ εἰμι πάντα. ἦ μέγα καὶ θαυμαστὸν δεῖν τὸν καλὸν Νειλον· οὐ μέγα δὲ καὶ τὸν Εὐφρά- την ἰδεῖν; οὐ μέγα δὲ καὶ τὸν στρον; οὐ τῶν μεγτά- λων καὶ ὁ θερμώδων, ὁ ιγρις, ὁ Ἅλυς [ὸ ‘Ρονος]; εἰ μέλλω πάντας τούς ποταμούς ὁρᾶν, καταβαπτισθῇ- σεταί μοι τὸ ζῆν μὴ βλέποντι [μοι] Γλυκέραν. ὁ δὲ Νειλος οὗτος καίπερ ὤν καλός, ἀλλʼ ἀποτεθηρίωται, καὶ οὐκ ἐστιν οὐδὲ ροσελθεῖν αὐτοῦ ταῖς δίναις ἐλλ– χαμένου τοσούτοις κακοῖς. ἐμοὶ γένοιτο, ὅασιλεῦ τολεμαῖε, χώματος καὶ τάφου πατρῴου τυχεῖν. ἐμοὶ γένοιτο τὸν Ἀττικὸν ἀεὶ στέφεσθαι κισσὸν καὶ τὸν ἐπʼ ἐσχάρας ὑμνῆσαι κατʼ ἔτος Διόνυσον, τὰς μυστηριώτι- δας ἄγειν τελετάς, δραματουργεῖν τι καινὸν ταῖς ἐτη- σίοις θυμέλαις [δρᾶμα], γελῶντα καὶ χαίροντα καὶ ἀγω- νιῶῶντα καὶ φοβούμενον καὶ νικῶντα. Φιλήμων δὲ εὐτυ- χείτω καὶ τἀμὰ 〈ἐχέτω〉 ἀγαθὰ γενόμενος ἐν Ἀίγύπτῳ. οὐκ ἔχει Φψιλήμων λυκέραν τινά, οὐδὲ ἄξιος ἦν ἴσως τοιούτου ἀγαθοῦ. σὺ δὲ ἐκ τῶν Ἀλῷων δέομαι, λυ- κέριον, εὐθὺς πετομένη επρὸς ἡμᾶς ἐπὶ τῆς ἀστράβης [*](Φ x2 (Vat. 2 Flor. Π Δ)) [*](1 λύπας] λιτάς Jacobs. | δεῖται] αἰδεῖται Jacobs., κεῖται | vel ἀνεῖται Reisk., κηλεῖται Herch. (ed.), ἵεται Pol. | post | λοιπὸν nonnulla excidisse credit Mein. | 3 αὐτῇ Irmisc., αὐ- τῆς O | ἦ Flor., ἢ cet. | 5 οὐ τῶν] οὕτω πΔ| 6 [ὸ] Ρῆνος] del. Mein. (ed.) | τοὺς] τοὺς 〈μεγάλους〉 Nab. | 8 [μοι] del. Ald. | 10 οὐδὲ Seil., οῦτε 0 | 12 χώματος —τυχεῖν] hic colloc. Mein., post γένοιτο (vrs. 13) hab. O, ubi τὸν- κισσὸν post Πτολεμαῖε legitur | 13 ἐπʼ ἐσχάρας] ἐπʼ ἐσχατιαῖς Mein., ἐπίχαριν Naehl. | 15 ἐτησίοις] ἐτησίαις Φ | 16 [δρᾶμα] delevi | 17 καὶ φοβούμενον] del. Cob. | 18 〈ἐχέτωὸ〉 add. Mein., mavult καὶ τἆλλο ἀγαθα γευόμενος Βeaud. | 20 τοιούτου] τοσούτου Cob.)
147
φέρου. μακροτέραν ἑορτὴν οὐδέποτε ἔγνων οὐδὲ ἀκαι- ροτέραν. Δήμητερ, ἵλεως γενοῦ.

Ἅς διεπέμψω μοι τοῦ βασιλέως ἐπιστολὰς εὐθὺς ἀνέγνων. μὰ τὴν Χαλλιγένειαν ἐν ἧς νῦν εἰμι κατευ- χαῖς ἔχαιρον, Μένανδρε, ἐκπαθὴς ὑπὸ ἡδονῆς γινομένη, καὶ τὰς παρούσας οὐκ ἐλάνθανον. ἦν δὲ ἢ τε μήτηρ μου καὶ ἡ ἑτέρα ἀδελφὴ Σὐφρόνιον καὶ τῶν φίλων ῆν οἶσθα· καὶ 〈γὰρ〉 παρὰ σοὶ ἐδείπνησε πολλάκις, καὶ ἐπῄνεις αὐτῆς τὸν ἐπιχώριον ἀττικισμόν, ἀλλʼὡς φοβού- μενος αὐτὴν ἐπαινεῖν, ὅθεν καὶ μειδιάσασα θερμότερόν σε κατεφίλησα. οὐ μέμνησαι, Μένανδρε; θεασάμεναι δέ με παρὰ τὸ εἰωθὸς καὶ τῷ προσώπῳ καὶ τοῖς ὀφθαλ- μοῖς χαίρουσαν ‘ὦ λυκέριονʼ ἤροντο, ‘τί σοι τηλι- κοῦτον γέγονεν ἀγαθόν, ὅτι καὶ ψυχῇ καὶ σώματι καὶ πᾶσιν ἀλλοιοτέρα νῦν ἡμῖν πέφηνας; καὶ τὸ σῶμα γεγάνωσαι καὶ διαλάμπεις ἐπιχάριτόν τι καὶ εὐκταῖον᾿, [*](Φ x2 (Vat.2 Flor. Π Δ)) [*](1 ἀκαιροτέραν Ald., ἀκεραιοτέραν Ο) [*](4 ἃς—ἐπιστολὰς] ὡς—τὰς ἐπιστολὰς Π Δ | 5 ἐν—εἰμι κατευχαῖς, ἔχαιρον Pol., ἐν ἦς (ita 7, ἡ cet.) νῦν εἰμι, κατέχαι- ρον Ο, ἐγεγανώμην καὶ ἔχαιρον Reisk., ἐν ὴς νῦν εἰμι τελεταῖς, κατέχαιρον vel [ἐν-είμι] κατέχαιρον Mein. | 6 ἐκπαθὴς Ald., ἐκπάλης 9, ἐκπλαγὴς Mein. (ed.) | γινομένη] γενομένη Mein. | 8 Εὐφρόνιον Mein., Σῦφόριον Ο. Cf. IV 8,2 | 9 〈γὰρ〉 add. Mein. 10 ἐπιχώριον] ἐπίχαριν Nab. | 11 ὅθεν Reisk., ὅτε Ο, ὅτου Jacobs., ὅτι Sei1. | 12 θεασάμεναι δέ Ald., θεασάμενος Ο| 14 τί] τί οσια τί (sic) 4, τί ἄρα τί Mein. (ed.), τί ἄρα Cob. | 16 πᾶσιν] πάθεσιν Lennep., πᾶσι τρόποις vel παντά- πασιν Maehl., μέλεσι πᾶσιν Pol. | 16 τὸ σῶμα] τὸ σὸν ὄμμα lacobs., τὸ σχῆμα Erfurdt., τὸ στόμα Jacobitz., τὸ ὄμμα Mein. (qui deinde vocem delet), τοσαῦτα Machl. | 17 τι] del. Herch. (ed.))

148
κἀγώ Μένανδρονʼ ἔφην ‘τὸν ἐμὸν [ὃν] ὁ Αἰγύπτου βασιλεὺς τολεμαῖος ἐπὶ τῷ ἡμίσει τῆς βασιλείας τρό- πον τινὰ μεταπέμπεταιʼ μείζονι τῇ φωνῇ φθεγξαμένη καὶ σφοδροτέρᾳ, ὅπως πᾶσαι ἀκούσωσιν αἱ παροῦσαι. καὶ ταῦτα ἔλεγον ἐγὼ διατινάσσουσα καὶ σοβοῦσα ταῖς χερσὶν ἐμαυτῆς τὰς ἐπιστολὰς σύν τῇ βασιλικῇ σφρα- γῖδι. ‘χαίρεις οὖν ἀπολειπομένη’; ἔφ[ρ]ασαν. τὸ δὲ οὐκ ἦν, Μένανδρε. ἀλλὰ τοῦτο μὲν οὐδενὶ τρόπῳ μὰ τὰς θεάς, οὐδʼ εἰ βοῦς μοι τὸ 〈δὴ〉 λεγόμενον φθέγ- ξαιτο, πεισθείην ἂν ὅτι βουλήσεταί μέ ποτε ἢ δυνή- σεται Μένανδρος ἀπολιπὼν ἐν Ἀθήναις λυκέραν τὴν ἑαυτοῦ μόνος ἐν Ἀίγύπτῳ βασιλεύειν μετὰ πάντων τῶν ἀγαθῶν. ἀλλὰ καὶ τοῦτό γε εἰδὼς ἐκ τῶν ἐπιστο- λῶν ὧν ἀνέγνων 〈δῆλος〉 ἦν ὁ βασιλεύς, τἀμὰ πεπυσ- μένος ὡς ἔοικε περὶ σέ, καὶ ἠρέμα διʼ ὑπονοιῶν Αἰ- γυπτίοις θέλων ἀστεισμοῖς σε διατωθάζειν. χαίρω διὰ τοῦτο, ὅτι πεπλεύκασι καὶ εἰς Αἴγυπτον πρὸς αὐτὸν οἱ ἡμέτεροι ἔρωτες· καὶ πείθεται πάντως ἐξ ὧν ἤκουσεν ἀδύνατα σπουδάζειν ἐπιθυμῶν Ἀθήνας πρὸς αὐτὸν δια- βῆναι. τί γὰρ Ἀθῆναι χάρις Μενάνδρου; τί δὲ Μέναν- δρος χωρὶς Γλυκέρας; ἥτις αὐτῷ καὶ τὰ προσωπεῖα δια- σκευάζω καὶ τὰς ἐσθῆτας ἐνδύω, κἀν τοῖς παρασκηνίοις [*](Φ x² (Vat.2 Flor. ΠΔ)) [*](1 [ὃν] del. Ald. | 2 τρόπον τινὰ] del. Herch. (ed.) | 6 τὰς ἐπιστολὰς scripsi (cl. ep. praec. § 7), τῆς ἐπιστολῆς Φ, τὴν ἐπιστολὴν x² | σὺν τῇ] ἑαυτῇ Vat. 2, οὖν τῆ Flor., σὺν αὐτῇ τῇ Wagn. | 7 [ρ] exp. Bergl., ἔφρασεν Flor. Vat. 2 | 9 βοῦς] δρῦς cl. ΙΙΙ 16, 1 Mein. | 〈δὴ〉 add. Mein. recte: Alc. nun- quam omittit | 10 δυνήσεται] διανοήσεται Nab. | 13 εἰδὼς Mein., δῆλος Ο, δῆλον Reisk., δὴ Jacobs., δεδιὼς Κeil., δὴ ὅλος Metr. | 14 〈δῆλος〉 add. Ald. | 15 σέ Reisk., σοῦ Ο | ἠρέμα Mein., ἄτρεμα Ο | 16 ἀστεϊσμοῖς Hemst., ἀττικισμοῖς Ο, ἀκ- κισμοῖς Herm. | 17 πρὸς αὐτὸν] del. Pol. | 22 παρασκηνίοις Mein., προσκηνίοις Ο, καὶ ἐπὶ τοῖς προσκηνέυσ Bergl.)
149
ἕστηκα τοὺς δακτύλους ἐμαυτῆς πιέζουσα καὶ τρέ- μουσα, ἕως ἂν κροταλίσῃ τὸ θέατρον· τότε νὴ τὴν Ἄρ- τεμιν ἀναψψύχω καὶ περιβάλλουσά σε τὴν ἱερὰν [τῶν δραμάτων] ἐκείνην κεφαλὴν ἐναγκαλίζομαι. ἀλλʼ ὅ γε ταῖς φίλαις τότε χαίρειν ἔφην, τοῦτʼἦν Μένανδρε, ὅτι οὐκ ἄρα λυκέρα μόνον ἀλλὰ καὶ βασιλεῖς ὑπερ- θαλάσσ(ιροι ἐρῶσί σου, καὶ διαπόντιοι φῆμαι τὰς σὰς ἀρετὰς κατηγγέλκασι. καὶ Ἀῖγυπτος καὶ Vειλος καὶ Πρωτέως ἀκροωτήρια καὶ αἱ Φάριαι σκοπιαὶ επάντα μετέωρα νῦν ἐστι, βουλόμενα ἰδεῖν Μένανδρον καὶ ἀκοῦσαι φιλαργύρων καὶ ἐρώντων καὶ δεισιδαιμόνων καὶ ἀπίστων [καὶ πατέρων καὶ υἱῶν 〈καὶ γραῶν〉 καὶ θεραπόντων] καὶ παντὸς 〈τοῦ〉[ἐν]σκηνοβατουμένου· ὧν ἀκούσονται μέν, οὐκ ὄψονται δὲ Μένανδρον, εἰ μὴ ἐν ἄστει παρὰ λυκέρᾳ γένοιντο καὶ τὴν ἐμὴν εὐδαιμο- νίαν ἴδοιεν, τὸν πάντη διὰ τὸ κλέος αὐτοῦ Μένανδρον καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν ἐμοὶ προσκείμενον. οὐ μὴν ἀλλʼ εἴγε ἄρα πόθος αἱρεῖ σέ τις καὶ τῶν ἐκεῖ ἀγαθῶν καὶ εἰ μηδενὸς ἄλλου τῆς γε Αἰγύπτου, χρή- μάτος μεγάλου, καὶ τῶν αὐτόθι πυραμίδων καὶ τῶν ἠχούντων ἀγαλμάτων καὶ τοῦ περιβοήτου λαβυρίνθου [*](Φ (Vat. 2 Flor. ΠΔ)) [*](1 ἐμαυτῆς] ἐμαυτῇ Φ, ἐμαυτὸν Vat.2, ἐμαυτῇ Flor. | καὶ τρέμουσα] hic colloc. Hirsch., post ἌΑρτεμιν hab. 0 | 2 ἕως] ἢ (sic) II Δ, ἔστʼ 7acobs. | 3 τῶν δραμάτων] del. Herch. (ed), τῶν χαρίτων Mein., post praec. προσωπεῖα colloc. Pol. | 5 ἔφην] ἐφάνην Nab. | 7 add. Herch. | 9 Πρωτέως] Πραωλέως Flor. II Δ | 10 βουλόμενα] βουλόμεναι Δ | 12—13 [καὶ-θεραπόντων] delevi (〈καὶ γραῶν〉 add. Reisk., pro θεραπόντων hab. θερα- πευόντων φ | 13 〈τοῦ〉 addidi | [ἐν] del. Cob. | 15 γένοιντο Π Δ, γένοιτο cet. | 16 πάντη] πάνυ deleto διὰ- αὐτοῦ Ηerch (ed.) | 17 προσκείμενον Mein., περικείμενον 0 | 19 χρήματος] καὶ ῥεύματος cl. § 6 Machl. | 21 ἠχούντων] . . ηχούντων σ nec non Π ubi man. rec. add. περι)
150
καὶ τῶν ἄλλων ὅσα ὑπὸ χρόνου ἢ τέχνης παρʼ αὐτοῖς τίμια, δέομαί σου Μένανδρε, μὴ ποιήσῃ με πρόφασιν· μηδέ με Ἀθηναῖοι διὰ ταῦτα μισησάτωσαν ἥδη τούς μεδίμνους ἀριθμοῦντες, οθς αὐτοῖς ὁ βασιλεὺς πέμψει διὰ σέ. ἀλλʼ ἄπιθι πᾶσι θεοῖς, ἀγαθῇ τύχς, δεξιοῖς πνεύμασι, Διὶ οὐρίῳ. ἐγὼ γάρ σε οὐκ ἀπολείψω. μὴ τοῦτο δόξης με λέγειν, οὐδʼ αὐτὴ δύναμαι κἂν θέλω· ἀλλὰ παρεῖσα τὴν μητέρα καὶ τὰς ἀδελφὰς ναυτὶς ἔσο- μαι συμπλέουσά σοι· καὶ σφόδρα τῶν εὐθαλάσσων γεγένημαι, εὖ [δʼ] οἶδα, κἂν ἐκκλωμένης κώπης ναυ- τιᾷς ἐγὼ [θεραπεύσω] θάλψύω σου τὸ ἀσθενοῦν τῶν πελαγισμῶν, ἄξω δέ σε ἄτερ μίτων Ἀριάδνη [|είς Ἀῖ- γυπτον], οὐ Διόνυσον ἀλλά Διονύσου θεράποντα καὶ | προφήτην. οὐδὲ ἐν Vάξῳ καὶ ἐρημίαις ναυτικαῖς ἀπολειφθήσομαι τὰς σὰς ἀπιστίας κλαίουσα καὶ ποτνιω- μένη. χαιρέτωσαν οἱ Θησεῖς ἐκεῖνοι καὶ τὰ ἄπιστα τῶν πρεσβυτέρων ἀμπλακήματα. ἡμῖν δὲ βέβαια πάντα, καὶ τὸ ἄστυ καὶ ὁ Πειραιεύς καὶ ἡ Ἀἴγυπτος. οὐδὲν [*](Φ x² (Vat. 2 Flor. Π Δ)) [*](1 ὑπὸ] ἀπὸ Ald. | 5 πᾶσι] πράεσι Machλ., ἐπʼ αἰσίοις Herch. 7 θέλω] θέλων Φ | 8 ναυτὶς ἔσομαι Hemst., αὐτῆς ἔσομαι 9 (αὐτῇ Φ), αὐτῇ σοῦ ἕξομαι Reisk., αὐτὰς ἔσομαι | Wagn.(ed.), αὐτὴ ἔκ. Sei1.(ed.), αὐτῆς ἔς. Perizοn., αὐτῆς ἔκ. σύμπλους Cob.,αὐτίκα ἔκ, Hirsch., αὐτῆς συμπλεύσομαι Pried. 10 γεγένημαι] γεγενήσομαι Hemst. | δʼ] del. Ald. | χἀν-ναυ- | τιᾷς Herm., καὶυναυτίας .9, καὶ--ναύταις Ω aga., del. ναυτίας | Mein. | ἐκκλωμένης] ἑλκομένης vel ἐλαυνομένης βerg1., κεκακω- | μένῃς Mein. | 11 [θεραπεύσω] del. Herm. Post hoc verb. in | vulg. plene interp. | τῶν] ἐκ τῶν Hemst. | 12 μίτων 3ergὶ., | μύθων Ο|Ἀριάδνη]Ἀριάδνρ Ρίοr,Ἀριάδνης ΠΔ] [εῖςἈἴγυπτον] | del. Pol., scripsit Ἀριάδνη 〈οὐκ εἰς τὸν ἐν Κρήτρ λαβύρινθον, | ἀλλʼ εἰς Ἀγυπτον, (καὶ δεξιώσομαιD οὐ Mein. | 13 οὐ- προ- φήτην] del. Mach1. | 14 ναυτικαῖς]]Vαξιακαῖςvel ἀκταίοις Mein., ποντικαῖς Maehi., νησιωτικοῖς Herch. (ed.), νυστακτὶς Pol. | 16 ἄμιστα],ἄμισ16ἄπιδταθασ] 18 ants οὐδὲν hab.lac.sign Vat.2)
151
χαρίον ἡμῶν τοὺς ἔρωτας οὐχὶ δέξεται πλήρεις· κἂν πέτραν οἰκῶμεν, εὖ οἶδα ἀφροδίσιον αὐτὴν τὸ εὔνουν ποιήσει. πέπεισμαι μήτε χρημάτων σε [μήτε] περιου- σίας μήτε πλούτου τὸ καθάπαξ ἐπιθυμεῖν, ἐν ἐμοὶ καὶ τοῖς δράμασι τὴν εὐδαιμονίαν κατατιθέμενον· ἀλλʼ οἱ συγγενεῖς, ἀλλʼ οἱ πατέρες, ἀλλʼ οἱ φίλοι, σχεδὸν οἰσθα πάντη ἐπάντες πολλῶν δέονται, πλουτεῖν θέλουσι καὶ χρηματίζεσθαι. σύ μὲν οὐδέποτε περὶ οὐδενὸς αἰτιάσῃ με οὕτε μικροῦ οὔτε μεγάλου, τοῦτο εὖ οἶδα, πάλαι μὲν ἡττημένος μου πάθει καὶ ἔρωτι, νῦν δὲ ῆδη καὶ κρίσιν προστεθεικὸς αὐτοῖς, ἦς μᾶλλον περιέχομραι, Μένανδρε, φοβουμένη τῆς ἐμπαθοῦς φιλίας τὸ ὀλιγο- χρόνιον· ἔστι γὰρ ὡς βίαιος ἡ ἐμπαθὴς φιλία οὕτω καὶ εὐδιάλυτος· οἷς δὲ παραβέβληή[ν]ται καί 〈τι〉 βου- λῆς, ἀρραγέστερον ἐν τούτοις ἥδη τὸ ἔργον 〈ὅν〉 οὕτε ἀμιγὲς ἡδονῆς ἔσται διὰ τὸ πάθος] οὔτε περιδεές. θήσει δὲ σὺ τὴν 〈αὐτὴν〉 γνώμην, ὅς γε πολλάκις περὶ τούτων αὐτὸς νουθετῶν με διδάσκεις. ἀλλʼ εἰ καὶ σὺ [*](Φ x² (Vat.2 Flor. ΠΔ)) [*](1 χορίον] χρὶ (sic) Φ | πλήρεις] εὐμενές Cob., πλῆρες scripto τοῦ ἔρωτος Pol. | κὲν] χαὶ Φ | 2 πέτρταν] τροίαν Φ | 3 [μήτε] del. Mein. | 6 οἱ πατέρες Mein., οἱ πατρίς Φ, ἡ πατρίς x². Fort. ἀλλʼ οἱ πατέρες, ἀλλʼ οἱ συγγενεῖς | 7 θέλουσι] θέλουσι Δ| 10 πάθει Βergl., πᾶσι O, πάθεσι Lennep. | 13 ἡ—φιλία] del. Pol. | 14 [ν] delet addito 〈τι〉 Mein., βσβἐιηνται Π, περιβέβληνται Φ Vat. 2 Flor, παραβέβληνται καὶ βουλαὶ Ald., idem sed προβέβληνται Reisk. | 15 ἤδη] ἔτι Seil., del. Mein. | 〈ὄν〉 hic add. Mein., post ἀμιγὲς scripto ἡδοναῖς γε Jacobs. | 16 ἔσται Mein., τε καὶ O, [τε] καὶ Bergl. | [διὰ τὸ πάθος (ita Mein., πλῆθος O, ἠθος Bergl.)] expunxi. Defendit sup- pleto περιδεὲς 〈διὰ τὸ ἠθοςὸ〉 Mein. | 17 θήσει Mein., λύσει O, λύσεις Ald. | 〈αὐτὴν〉 add. Machl., καὶ σὸ ταύτρ Pol. ὅς γε Mein., ὥς με 0 | 18 με] om. x² | διδάσκεις] ἐδίδασκες Machl.)
152
μή μέ τι μέμψῃ μηδὲ αἰτιάσῃ, δέδοικα τοὺς Ἀττικούς σφῆκας, οίτινες ἄρξονται πάντῃ μεπεριβομβεῖν ἐξιοῦσαν ὡς αὐτὸν ἀφρρημένην τῆς Ἀθηναίων πόλεως τὸν πλοῦ- τὸν. ὥστε δέομαί σου Μένανδρε, ἐπίσχες, μηδέ πω τῷ βασιλεῖ μηδὲν ἀντεπιστείλῃς. ἔτι βούλευσαι, περί- μεινον ἕως 〈ἃν〉 κοινῇ γενώμεθα [καὶ] μετὰ τῶν φίλων [καὶ] θεοφράστου καὶ Σπικούρου. τάχαγὰρ ἀλλοιότερα κἀκείνοις καὶ σοὶ φανεῖται ταῦτα. μᾶλλον δὲ [καὶ] θυσώμεθα καὶ ἴδωμεν τί λέγει τὰ ἱερά, εἴτε λῶον εἰς Ἀίγυπτον ἡμᾶς ἀπιέναι εἴτε μένειν. καὶ χρηστηριασ- θῶμεν εἰς Δελφοὺς πέμψαντες· πάτριος ἡμῖν ἐστι〈ν〉 ὁ〉 θεός. ἀπολογίαν ἕξομεν [καὶ πορευόμενοι καὶ μέ- νοντες] πρὸς ἀμφότερα τοὺς θεούς. μᾶλλον δὲ ἐγὼ τοῦτο ποιήσω· καὶ γὰρ ἔχω τινὰ νεωστὶ γυναῖκα ἀπὸ Φρυγίας ἥκουσαν εὖ μάλα τούτων ἔμπειρον, γαστρο- μαντεύεσθαι δεινὴν τῇ τῶν σπαρτῶν διατάσει νύκτωρ καὶ τῇ τῶν θεῶν δείξει· καὶ οὐ δεῖ λεγούσῃ πιστεύειν, ἀλλʼ ἰδεῖν, ὡς ἔφη. διαπέμψομαι πρὸς αὐτήν. καὶ [*](Φ x² (Vat. 2 Flor. Π Δ)) [*](1 μή μέ] μήτε Π Δ| 3 ἀφρρημένην] ἀφρρημένον Φ, ἀφρρη- μένῃς Π Δ | 4 Μένανδρε] Ἀένανδρος Φ | 6 〈ἄν〉 addidi | [καὶ] ante μετὰ del. Machl. (qui postea καὶ—φίλων 〈βουλευσώ- μεθα〉) | 7 [καὶ] post φίλων delevi | ἀλλοιότερα] ἀλλοιώτερα Π Δ | 8 [καὶ] del. Herch. (ed.) | 9 ἴδωμεν Flor. Π, εἴδωμεν cet., εἰδῶμεν Mein. | 10 χρηστηριασθῶμεν] χρηστηριασώμεθα Hercb. (ed.) | 11 πέμψαντες] del. Hemst. | ἡμῖν Flor, ἡμῶν cet. | 〈ν δο〉 add. Ald. | 12 [καὶ—μένοντες] del. Cob. | 14 ἔχω] ἔγνωκαόacobs. | νεωστὶ γυναῖκα] inv. ord. Hirsch. | 15 γαστρο- μαντεύεσθαι] ἀστρομαντεύεσθαι Schneid. Fort. [γαστρο] vid. | sqq. | 16 τῆ] 〈καὶ μαντεύεσθαι〉 τἦ Seil., 〈καὶ〉 τὴ Mein. (ed.) | σπαρτῶν διατάσει] ἄστρων διαθέσει Arnald. fort. recte | νύκτωρ] νύκτωρ 〈δὲ〉 Mein. (ed.) | 17 θεῶν] νεκρῶν Herch. (ed.) fort. recte. Mulier fuisse videtur ἀστρόμαντις καὶ νεκρό- μαντις | 18 ὡς ἔφη Sei1., ἄς φασι O, ὥς φησι W agn. ἄμμασιν vel ὀφθαλμοῖς Jacobs.)
153
γάρ, ὥς φασε, καὶ κάθαρσίν τινα δεῖ προτελέσαι τὴν γυναῖκα καὶ παρασκευάσαι τινὰ ζῶα [ίερεῦσαι] καὶ λιβανωτὸν ἄρρενα καὶ στύρακα μακρὸν καὶ πέμματα σελήνης καὶ ἄγρια φύλλα τῶν ἄγνων. οἶμαι δὲ καὶ σὲ φθήσεσθαι Πειραιόθεν ἐλθεῖν. ἢ δήλωσόν μοι σα- φῶς μέχρι τίνος οὐ δύνασαι λυκέραν ἰδεῖν, ἵνʼ ἐγὸ μὲν καταδράμω πρὸς σέ, τὴν δὲ Φρυγίαν ταύτην ἑτοι- μάσωμαι ἥδη. καὶ εἰ μελετῶν πειράζεις ἀπὸ σαυτοῦ 〈ἐ〉μὲ καὶ〉 τὸν ειραιᾶ καὶ τὸ[ν] ἀγρίδιον καὶ τὴν έουνυχίαν καὶ πάνταγ κατʼ ὀλίγον ὅπως ἐκπέσωσι τῆς ψυχῆς - οὐ δύναμαι ταῦτα ποιεῖν μὰ τούς θεούς, οὐδὲ σύ δύνασαι διαπεπλεγμένος ὅλως ἥδη μοι. κἂν οἱ βασιλεῖς ἐπιστείλωσι πάντες, ἐγὼ πάντων εἰμὶ παρὰ σοὶ βασιλικωτέρα καὶ εὐσεβεῖ σοι κέχρημαι ἐραστῇ καὶ ὅρκων ἐρῶν μνήμονι. ὥστε πειρῶ μᾶλλον, ἐμὴ φιλό- της, θᾶσσον εἰς ἄστυ παραγενέσθαι, ὅπως εἷ γε μετα- [*](Φ x2 (Vat. 2 Flor. ΠΔ)) [*](1 φασι Seil., ἔφη O, ἔοικε Jacobs. | 2 ζῷα Π Δ, . . . . α cet. | [ἱερεῦσαι] cancellari, ερὰ Mein. | 3 στύρακα Π Δ, στύραν cet. (στύρραν Vat. 2) | πέμματα σελήνης] σελήνας Μein. Malim πέμματα σεληναῖα | 4 φύλλα Mein., γθλλα Π Δ, φῦλα Vat 2, φύλα Flor., φύλοι Φ | ἄγνων Cob., ἀνών Φ, ἀνθρώπων x2, ἀν- υῶν Horrens, δρυῶν Βergl., ἀνθρύσκων Hemst., ἀνθερί- κων vel ἀδιάντων vel ἀνθερίσκων Triller., ἀκανθῶν Gacobs., ἀνδραχνῶν Lacroz., θρόνων Arnald., ἀχράδων Mein., ἀγριν ὀφυλλον καὶ ἀνθρωπόμορφον Seil. | 5 δήλωσόν] δηλῶσαί (sic) Π Δ| σαφῶς] σαφὲς M | 6 ἰδεῖν] ἰδεῖναι Φ | 7 post ἑτοιμάσαμαι plene interp. ante Gacobs. | 8 καὶ εἰ Jacobs., καὶ ἄ Ο,. καὶ δὴ vel εἰ δὲ καὶ Mein., καὶ 〈γὰργ〉 ἃ Maehl. | 9 ἐμὲ Jacobs., με O, μὰ Ald. | (καὶγ add. Jacobs. | [ν] del. Ald., τὸν Ἀγρίππειον Meursius | 10 〈πάνταγ〉 add. Jacobs. | 11 ταῦτα ποιεῖν Seil., πάντα ποιεῖν O, πάντα παρεῖναι Bergl. | 12 οὐδὲ σὸ Gacobs., σὺ δὲ οὐ O, σύ τε οὐ vel σὸ δʼ ἐμὲ οὐ Bergl. 13 ἐπιστείλωσι] ἐπεὶ στείλωσι Φ | 15 ἷερῶν μνήμονι Φ Flor., ἱερομνήμονι cet. | ἐμὴ Π Δ, ἐμοὶ cet. | 16 εἴ γε] εἴ τε x2, εἴ τι Mein.)
154
βουλεύσαιο περὶᾳ. τῆς πρὸς βασιλέα ἀρίξεως,. ἄχς εὐτρεπισμένα τὰ δράματα (καὶοο ἐξ αὐτῶν ἃ μάλιστα ὀνῆσαι δύναται τολεμαῖον καὶ τὸν αὐτοῦ Διόνυσον — οὐ δημοκρατικόν, ὡς οἶσθα — εἴτε θαῖδα εἴτε Μισούμενον εἴτε ὑρασυλέοντα ἕτε Ἐπιτρέποντας εἴτε Ῥπιζομένην εἴτε ικυών〈ιον, εἴθ’ ὅτι〉οῦν ἄλλο. τί δέ; ἐγὼ θρασεῖα καὶ τολμηρά τίς εἰμι τὰ Μενάνδρου διακρίνειν ἰδιῶτις οὖσα; ἀλλὰ σοφὸν ἔχω σου τὸν ἔρωτα καὶ ταῦτʼείδέναι δόνασθαι. σύ γάρ με ἐδίδαξας εὐφυᾶ γυναῖκα ταχέως παρʼ ἐρώντων μανθάνειν· ἀλλʼ εἰ κοινωνοῦσιν οἱ ἔρωτες σπεύδοντες, αἰδούμεθα 〈μὰ〉 τὴν Ἄρτεμιν ἀνάξιοι ὑμῶν εἶναι μὴ θᾶττον μανθά- νουσαι. πάντως 〈δέο〉 δέομαι, Μένανδρε, κἀκεῖνο παρα- σκευάσασθαι τὸ δρᾶμα ἐν ᾧ ἐμὲ γέγραφας, ἵνα κἄν μὴ παραγένωμαι σύν σοί, διὰ σοῦ πλεύσω πρὸς Πτολε- [*](Φ x²(Vat. 2 Ριοr. Π Δ)) [*](1 〈περὶρ〉 add. Reisk. | ἔχες Ald., ἔχοις 9 (ἔχεις Δ) | ʼ 2 εὐτρεπισμένα] ηὐτρεπισμένα Herch. (ed.) | (καὶD add. Reisk. (qui deinde τῶν δραμάτων 2) | 3 ὀνῆσαι) ἡσαι Cob., κνῆσαι Pol. | αὐτοῦ] σαυτοῦ Herch. (ed.) | 4 θαῖδα Mein., θiίδης (sic) d, θαίδης Voι. 9, θαῖδες cet., θαῖδας Ald. | 5 Χπιτρέ- I πόντος] Χπιτρέποντος 4, Ἐπιτρέποντες Pior. | 6 (ιον, εἴθʼ ὁτιὸ suppl. Mein. (ed.) distinctis sqq.; lacunam novem (IΔ viginti) litt. hab. 9, (ιονγ ]am add. 3ergὶ., volebat (ιον) εἴτʼ ἄλλο τι. ἢ ἐγὼ-ούσα; Seil. | 9 ἔρωτα] ἔρωτα ὥστε Iaehl. | 10 παρʼ ἐρώντων] περὶ ἐρῶν τῶ (sic) M, παρʼ ἐρώτων Δ, παρʼ I ἀνδρῶν Metr., περέεργον γίγνεσθαι τῷ Herm. (ingens versum | Menandreum εὐφυὴς γυνή | ταχέως περίεργος γίγνεται τῷ μαν– θάνεῖν), idem omisso γίγνεσθαι τῷ Pol | 10—11 ἀλλʼ εἰ κοι- | νωνοῦσιν sublata plen. interp. post σπεύδοντες Herm., ἀλλʼ οἰκονομοῦσιν 9, ἀλλὰ κοινωνοῦσιν Maehl. | 11 οἱ ἔρωτες Metr., δρᾶτε O, ἔρωτες jam Ald. | 〈μὰγ〉 add. Herel. | 12 ὑμῶν Ald., ἡμῶν O | 13 πάντως] πάντα Φ | 〈δέ〉 add. Mein. ) 14 ἐμὲ γέγραφας scripsi. με γέγραφας Δ, μεταγέγραφας cet. (τα exp. in Π | 15 διὰ σοῦ Jacobs., διʼ ἄλίου Ο, διʼ αὐτοῦ Bergl.)
155
μαῖον, καὶ μᾶλλον αἴσθηταί ὁ βασιλεὺς ὅσον ἰσχύει καὶ παρὰ σοὶ γεγραμμένους φέρειν ἑαυτοῦ τοὺς ἔρω- τας ἀφεὶς ἐν ἄστει τοὺς ἀληθινούς. ἀλλ᾿ οὐδὲ τού- τους ἀφήσεις, εὖ ἴσθι· κυβερνᾶν ἢ πρῳρατεύειν, ἕως δεῦρο παραγίνῃ πρὸς ἡμᾶς Πειραιόθεν, μαθήσομαι, ἵνα σε ταῖς ἐμαῖς χερσὶν ἀκύμονα ναυστολήσω πλέουσα, εἰ τοῦτο ἄμεινον εἶναι φαίνοιτο. φανείη δέ, ὦ θεοὶ πάντες, ὃ κοινῇ λυσιτελήσει, καὶ μαντεύσαιτο ἡ Φρυγία τὰ συμφέροντα κρεῖσσον τῆς θεοφορουμένης σου κόρης. ἔρρωσο.

[*](Φ x² (Vat. 2 Flor. Π Δ))[*](1 καὶ Seil., κἂν Ο | ὅσον—σοὶ] ὅσον ἰσχύω [καὶ] παρά σοι 〈ὥστε〉 Pol. Malim ὅτι τοσοῦτον—ὥστε | 4 ἀφήσεις (ἀφίεις Φ) εὖ ἴσθι·] ἀφήσεις. εὖ ἴσθι, Mein. (ed.) ⌈ 5 Πειραιόθεν Π Δ, Πειραιάθεν cet. Vid. § 17 | μαθήσομαι Cob., μυηθήσομαι Ο | 6 ἀκύμονα] ἀπήμονα Bergl. | πλέουσα] 〈συμ〉πλέουσα Pol. | 8 λυσιτελήσει Mein., λυσιτελὲς εἶ Ο (ᾖ Π Δ) | 9 θεοφορουμένης] θεοφορουμένου Φ, θεοφορήτου Π Δ. Glyceram hic jocari de fab. Menandr. Θεοφορουμένη, jam Bergl. vidit)