De Gymnastica

Philostratus the Athenian

Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.

τὸ δὲ οὕτω τρυφᾷν δριμὺ μὲν καὶ ἐς ἀφροδισίων ὁρμήν, ἦρξε δὲ ἀθληταῖς καὶ τῆς ὑπὲρ χρημάτων παρανομίας καὶ τοῦ πωλεῖν τε καὶ ὠνεῖσθαι τὰς νίκας· οἱ μὲν γὰρ καὶ ἀποδίδονται τὴν ἑαυτῶν εὔκλειαν, δι’ οἶμαι, τὸ πολλῶν δεῖσθαι, οἱ δὲ ὠνοῦνται τὸ μὴ ξὺν πόνῳ νικᾷν διὰ τὸ ἁβρῶς διαιτᾶσθαι. καὶ ἀργυροῦν· μὲν ἢ χρυσοῦν περισπῶντι ἀνάθημα ἢ διαφθείροντι ὀργὴν οἱ νόμοι ὡς ἐνόχῳ ἱεροσυλίᾳ ὄντι φαίνουσι, στέφος δὲ Ἀπόλλωνος ἢ Ποσειδῶνος, ὑπὲρ οὗ καὶ αὐτοὶ οἱ θεοὶ μέγα ἤθλησαν, ἄδεια μὲν ἀποδίδοσθαι, ἄδεια δὲ ὠνεῖσθαι, πλὴν ὅσα Ἠλείοις ὁ κότινος ἄσυλος μένει κατὰ τὴν ἐκ παλαιοῦ δόξαν, οἱ δὲ ἄλλοι τῶν ἀγώνων ἐπηρώθησαν· ἓν ἐκ πολλῶν εἰρήσθω μοι, ἐν ᾧ πάντα· παῖς ἐνίκα πάλην Ἴσθμια τρισχιλίας ἑνὶ τῶν ἀντιπάλων ὁμολογήσας ὑπὲρ τῆς νίκης. ἥκοντες οὖν τῆς ὑστεραίας ἐς τὸ γυμνάσιον ὁ μὲν ἀπῄτει τὰ χρήματα, ὁ δὲ οὐκ ὀφείλειν ἔφη, κεκρατηκέναι γὰρ δὴ ἄκοντος. ὡς δὲ οὐδὲν ἐπέραινεν, ὅρκῳ ἐπιτρέπουσι καὶ παρελθὼν ἐς τὸ τοῦ Ἰσθμίου ἱερὸν ὤμνυε δημοσίᾳ καὶ ταῦτα κατʼ ὀφθαλμοὺς τῆς Ἑλλάδος ὁ τὴν νίκην ἀποδόμενος ἦ μὴν πεπρακέναι τοῦ θεοῦ τὸν ἀγῶνα, τρισχιλίας γὰρ ὡμολογῆσθαί οἱ, καὶ ὤμνυε ταῦτα λαμπρᾷ τῇ φωνῇ, μὴ δή τι ἀσαφὲς εἴη δείσας. τί μὲν οὐκ ἂν ἐν Ἰωνίᾳ, τί δὲ οὐκ ἂν ἐν Ὀλυμπίᾳ γένοιτο ἐπʼ αἰσχύνῃ τοιαύτῃ ἀγῶνος; ὅσῳ γὰρ ἀληθεστέρα, εἰ οὐδʼ ἄνευ μαρτύρων, τοσῷδε ἀνιερωτέρα καὶ ἐπιρρητοτέρα. οὐκ ἀφίημι τοὺς γυμναστὰς καὶ ἀθλητὰς ἐπὶ τῇ διαφθορᾷ ταύτῃ, πάρεισι μὲν γὰρ μετὰ χρημάτων ἐπὶ τὸ

γυμνάζειν, καὶ δανείζοντες τοῖς ἀθληταῖς ἐπὶ τόκοις μείζοσιν ἢ ὧν ἔμποροι θαλαττεύοντες δανείζονται, τῆς μὲν τῶν ἀθλητῶν δόξης ἐπιστρέφονται οὐδέν, τοῦ δὲ πωλεῖν τε καὶ ὠνεῖσθαι ξύμβουλοι γίγνονταί σφισι προνοοῦντες τοῦ ἑαυτῶν κέρδους. καὶ ταυτὶ μὲν κατὰ καπηλευόντων εἰρήσθω μοι, καπηλεύουσι γάρ που τὰς τῶν ἀθλητῶν ἀρετὰς τὸ ἑαυτῶν εὖ τιθέμενοι.

ἁμαρτάνουσι δὲ κἀκεῖνο· παῖδα ἀθλητὴν ἀποδύσαντες γυμνάζουσιν ὡς ἤδη ἄνδρα τήν τε γαστέρα προβαρύνειν κελεύοντες καὶ βαδίζειν μεταξὺ τοῦ γυμνάζεσθαι καὶ ἐρεύγεσθαι, διʼ ὧν ὥσπερ οἱ κακῶς παιδεύοντες ἀφαιροῦνται τὸν παῖδα τὸ νεοτήσιον σκίρτημα, ἀργίαν γυμνάζοντες καὶ ἀναβολὰς καὶ νωθροὺς εἶναι καὶ ἀτολμοτέρους τῆς αὑτῶν ἀκμῆς. ἄνεσιν ἐχρῆν γυμνάζειν, ὡς ἡ παλαίστρα· ἄνεσιν δὲ λέγω τήν τε ἀπὸ τῶν σκελῶν, ὁπόση ἐκ μαλαττόντων, τήν τε ἀπὸ τῶν χειρῶν, ὁπόση ἐκ τριβόντων, καὶ παρακροτείτω ὁ παῖς, ἐπειδὴ ἀγερωχότερα τὰ τούτων γυμνάσια. τὸν Φοίνικα Ἕλικα ἥδε ἡ ἰδέα ἐγύμναζεν οὐκ ἐν παισὶ μόνον, ἀλλὰ καὶ ἐς ἄνδρας ἥκοντα, καὶ λόγου θαυμασιώτερος ἐγένετο παρὰ πάντας, οὓς οἶδα τὴν ῥᾳστώνην ἐκμελετῶντας ταύτην.

Προσεκτέα δὲ οὐδὲ ταῖς τῶν γυμναστῶν τετράσιν, ὑφʼ ὧν ἀπόλωλε τὰ ἐν γυμναστικῇ πάντα. ἡγώμεθα δὲ τὴν τετράδα κύκλον ἡμερῶν τεττάρων ἄλλο ἄλλην πράττουσαν· ἡ μὲν γὰρ παρασκευάζει τὸν ἀθλητήν, ἡ δὲ ἐπιτείνει, ἡ δὲ ἀνίησιν, ἡ δὲ μεσεύει. ἔστι δὲ τὸ μὲν παρασκευάζον γυμνάσιον σύντονος πρὸς βραχὺ καὶ ταχεῖα κίνησις ἐγείρουσα τὸν ἀθλητὴν καὶ ὀξὺν τῷ μέλλοντι μόχθῳ ἐφιστᾶσα, τὸ δὲ ἐπιτεῖνον ἔλεγχος ἀπαραίτητος τῆς ἐναποκειμένης ἰσχύος τῇ ἕξει, ἡ δὲ ἀνέσεως ἡμέρα κίνησις ἀκμὴν

ξὺν λόγῳ ἀνακτωμένη, ἡ δὲ μεσεύουσα τῶν ἡμερῶν διαφεύγειν μὲν τὸν ἀντίπαλον, ὑποφεύγοντα δὲ μὴ ἀνιέναι διδάσκει. καὶ τὴν τοιάνδε ἰδέαν πᾶσαν ἁρμονικῶς γυμνάζοντες καὶ τὰς τετράδας ταύτας ὧδε ἀνακυκλοῦντες ἀφαιροῦνται τὴν ἐπιστήμην τὸ ξυνιέναι τοῦ ἀθλητοῦ τοῦ γυμνοῦ, καὶ ὅσα ἀνιᾷ μὲν σιτία, λυπεῖ δὲ οἶνος, βλάπτει δὲ ἡ ἀπʼ ἀφροδισίων καὶ τοῦ ὀνειρώττειν ἕξις καὶ ἀγωνίαι καὶ κόποι καὶ πλείω ἕτερα τὰ μὲν ἑκούσια, τὰ δὲ ἀκούσια. πῶς ἰασόμεθα τοῦτον τετράζοντες καὶ κληροῦντες;

τοὺς μὲν δὴ ὑπερσιτήσαντας ὀφρύς τε δηλώσει βαρεῖα καὶ κοῖλον ἆσθμα καὶ κύαθοι κλειδῶν ἀνεστηκότες καὶ οἱ πλάγιοι κενεῶνες ὄγκου τι ἐνδεικνύμενοι, τοὺς δὲ ὑποίνους γαστήρ τε ἑρμηνεύσει περιττὴ καὶ αἷμα ἱλαρώτερον καὶ ἰκμὰς ἡ μὲν κενεῶνος, ἡ δὲ ἐπιγουνίδος, τοὺς δὲ ἐξ ἀφροδισίων ἥκοντας γυμναζομένους μὲν πλείω ἐλέγξει, τὴν ἰσχύν τε γὰρ ὑποδεδωκότες καὶ στενοὶ τὸ πνεῦμα καὶ τὰς ὁρμὰς ἄτολμοι καὶ ἀπανθοῦντες ὑπὸ τῶν πόνων καὶ τὰ τοιαῦτα ῥᾴδιοι ἁλίσκεσθαι, ἀποδύντας δὲ κλείς τʼ ἂν ἐνδείξαιτο κοίλη καὶ ἰσχίον ἄναιμον καὶ πλευρὰ ὑποχαράττουσα καὶ ψυχρότης αἵματος, ὧν εἰ ἐφαπτοίμεθα, οὐκ ἂν εἴη στεφανηφόρος ἀγωνία. λεπτὰ μὲν τούτοις ὑπώπια, λεπτὴ δὲ πήδησις καρδίας, λεπτοὶ δὲ ἱδρώτων ἀτμοὶ, λεπτοὶ δὲ ὕπνοι ἰθύνοντες τὰ σιτία βολαί τε ὀφθαλμῶν πεπλανημέναι καὶ τὸ ἐρᾶσθαι δοκούντων ἀποσημαίνουσαι.