De Gymnastica

Philostratus the Athenian

Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.

ὁπλίτην δὲ καὶ σταδίου ἀγωνιστὴν καὶ διαύλου διακρίνει μὲν οὐδεὶς ἔτι ἐκ τῶν χρόνων, οὓς Λεωνίδας ὁ Ῥόδιος ἐπʼ Ὀλυμπιάδας τέτταρας ἐνίκα τὴν τριττὺν ταύτην, διακριτέοι δὲ ὅμως οἵ τε καθʼ ἓν ἀγωνιζόμενοι ταῦτα καὶ οἱ ὁμοῦ πάντα. τὸν μὲν δὴ ὁπλιτεύοντα πλευρά τε εὐμήκη παραπεμπέτω καὶ ὦμος εὐτραφὴς καὶ σιμὴ ἐπιγουνίς, ἵνʼ εὖ φοροῖτο ἡ ἀσπὶς ἀνεχόντων αὐτὴν τούτων· σταδιοδρόμοι δέ, τὸ κουφότατον τῶν ἐν ἀγωνίᾳ, κράτιστοι μὲν καὶ οἱ ξύμμετροι, βελτίους δὲ τούτων οἱ μὴ ὑπερμήκεις, ἀλλὰ μικρὸν τῶν ξυμμέτρων εὐμηκέστεροι, τὸ γὰρ ὑπερβάλλον μῆκος ἁμαρτάνει τοῦ βεβαίου, καθάπερ τῶν φυτῶν τὰ ὑπερανεστηκότα. συγκείσθων δὲ εὐπαγεῖς, ἀρχὴ γὰρ τοῦ εὖ δραμεῖν τὸ εὖ στῆναι. ἁρμονία δὲ αὐτῶν ἥδε· τὰ σκέλη ἰσόῤῥοπα εἶναι τοῖς ὤμοις, τὸν θώρακα εἶναι μείω συμμέτρου καὶ εὔσπλαγχνον, ἐλαφρὰν ἐπιγουνίδα, κνήμην ὀρθήν, χεῖρας ὑπὲρ τὸν λόγον, ἔστω δὲ αὐτοῖς καὶ τὸ μυῶδες σύμμετρον, οἱ γὰρ περιττοὶ μύες δεσμοὶ τοῦ τάχους. διαύλου δὲ ἀγωνισταὶ κατεσκευάσθων ἐῤῥωμενέστεροι μὲν ἢ οἱ τοῦ σταδίου, κουφότεροι δὲ τῶν ὁπλιτευόντων. οἱ δὲ τῶν τριῶν ἀγωνισταὶ δρόμων ἀριστίνδην συντετάχθων, συγκείμενοι ἐκ πλεονεκτημάτων, ὧν οὗτοι κατὰ ἕνα. τουτὶ δὲ μὴ τῶν ἀπόρων ἡγείσθω τις, δρομεῖς γὰρ καὶ ἐφʼ ἡμῶν τοιοῦτοι ἐγένοντο.

ὁ δὲ πυκτεύων μακρόχειρ ἔστω καὶ εὔπηχυς καὶ τὸν βραχίονα μὴ ἄνω σφριγῶν καὶ τοὺς ὤμους καὶ εὔλοφος καὶ ὑψαύχην. καρποὶ δὲ πήχεων οἱ μὲν παχεῖς βαρύτεροι ἐς τὸ πλήττειν, οἱ δὲ ἧττον παχεῖς

ὑγροί τέ εἰσι καὶ σὺν ῥᾳστώνῃ παίοντες. ἐρειδέτω δὲ αὐτὸν καὶ ἰσχίον εὐπαγές, ἡ γὰρ προβολὴ τῶν χειρῶν ἀποκρεμάννυσι τὸ σῶμα, εἰ μὴ ἐπὶ βεβαίου ὀχοῖτο τοῦ ἰσχίου. παχυκνήμους δὲ οὔτʼ ἄλλου μὲν οὐδενὸς τῶν ἐν ἀγωνίᾳ ἀξιῶ, πυγμῆς δὲ ἥκιστα· καὶ γὰρ δὴ καὶ προσβῆναι ταῖς τῶν ἀντιπάλων κνήμαις ἀργοὶ καὶ εὐάλωτοι τῷ προσιόντι. ἐχέτω δὴ κνήμην μὲν ὀρθὴν καὶ ξυμμέτρως τῶν μηρῶν ἀπηλλαγμένων τε καὶ ἀφεστηκότων, ὁρμητικώτερον γὰρ τὸ σχῆμα τοῦ πυκτεύοντος, ἢν μὴ ξυμβαίνωσιν οἱ μηροί, γαστὴρ δὲ ἀρίστη μὲν ἡ ὑπεσταλμένη, κοῦφοι γὰρ δὴ οἱ τοιοίδε καὶ τὸ πνεῦμα ἀγαθοί. ἔστι δὲ ὅμως τι καὶ παρὰ τῆς γαστρὸς ὄφελος τῷ πυκτεύοντι, τὰς γὰρ τοῦ προσώπου πληγὰς ἡ τοιάδε γαστὴρ ἐρύκει προεμβάλλουσα τῇ φορᾷ τοῦ πλήττοντος.