De Gymnastica

Philostratus the Athenian

Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.

ἡ μὲν οὖν γενναία σπορὰ καὶ νεᾶνις ὁποίους ἀνήσει δεδήλωκα, ἡ δὲ ἐκ τῶν προηκόντων ὧδε ἐλεγκτέα· λεπτὸν μὲν τούτοις τὸ δέρμα, κυαθώδεις δὲ αἱ κλεῖδες, ὑπανεστηκυῖαι δὲ αἱ φλέβες, καθάπερ τοῖς πεπονηκόσι, καὶ ἰσχίον τούτοις ἄναιμον καὶ τὰ μυώδη ἀσθενῆ. γυμναζομένων δὲ πλείους ἔλεγχοι· καὶ γὰρ νωθροὶ καὶ ὠμοὶ τὸ αἷμα ὑπὸ ψυχρότητος καὶ οἱ ἱδρῶτες ἐπιπολάζοντες μᾶλλον ἢ τῶν κυρτῶν τε καὶ κοίλων ἀνίσχοντες, καὶ οὐδὲ ἐπανθοῦσιν οὗτοι τοῖς πόνοις, εἰ μὴ ἀπαντλοῖμεν τοὺς ἱδρῶτας. τινὲς οὐδὲ ἐπιτήδειοι ἐς ῥᾳστώνην, ἀλλὰ ἀνοχῶν δέονται, ἀναλίσκονται δὲ καὶ πόνοις ὑπὲρ τὰ πονηθέντα. ἐγὼ δὲ τούτους πάντων ἀπαξιῶ τῶν ἐν ἀγωνίᾳ — τοῦτο γὰρ ἐς ἄνδρα οὐ βεβαιοῖ — παγκρατίου δὲ καὶ πυγμῆς μάλιστα, εὐάλωτοι γὰρ πληγαῖς τε καὶ τραύμασιν οἱ μηδὲ τὸ δέρμα ἐῤῥωμένοι. γυμναστέοι δὲ ὅμως, μᾶλλον δὲ κολακευτέοι τῷ γυμνάζοντι, ἐπειδὴ δέονται τούτου καὶ πονοῦντες καὶ γυμναζόμενοι. εἰ δὲ κατὰ τὸν ἕτερον τῶν τοιούτων ἡ σπορὰ παρηβηκυῖα φαίνεται, τὰ μὲν ἐλαττώματα ἔσται ὅμοια, ἧττον δὲ ἐπίδηλα. τὰς δὲ νοσώδεις τῶν ἕξεων ἐξελέγξει τὸ αἷμα, θολερὸν γάρ που ἀνάγκη αὐτὸ φαίνεσθαι καὶ βεβυθισμένον ὑπὸ τῆς χολῆς. τὸ δὲ τοιοῦτον αἷμα κἂν ἔμπνουν ποτὲ ὑπὸ γυμναστοῦ γίγνηται, μεθίσταται αὖ καὶ θολοῦται, χαλεπὰ γὰρ συμβαίνει τὰ μὴ εὖ φύντα.

δηλοῖ τέ τι καὶ προπαλὴς φάρυγξ καὶ ὤμων πτέρυγες καὶ αὐχὴν ἀνεστηκὼς καὶ ἄγαν ὑπολισθάνων καθʼ ὃ ξυμβάλλουσιν αἱ κλεῖδες. καὶ μὴν καὶ αἱ ξυγκεκλῃμένοι τὰ

πλευρὰ καὶ οἱ ἀναπεπταμένοι ὑπὲρ τὸ μέτριον πολλὰ τοῦ νοσώδους ἐπισημαίνουσι· τοῖς μὲν γὰρ πεπιέσθαι ἀνάγκη τὰ σπλάγχνα καὶ μὴ εὔρουν τὸ πνεῦμα ἐκφέρειν, μηδὲ ἐσφέρειν ἐν τοῖς πόνοις, φθορᾷ τε σιτίων συνεχεῖ ἁλίσκεσθαι, τοῖς δὲ βαρέα τε εἶναι τὰ σπλάγχνα καὶ ἀπηρτημένα, ὥστε καὶ ἀμβλὺ τὸ ἀπʼ αὐτῶν εἶναι πνεῦμα καὶ ὁρμῇ ὕπτιον, καὶ τὰ σιτία ἧττον διαδοθήσεται τούτοις ἐς γαστέρα χωροῦντα μᾶλλον ἢ ἐς τροφὴν τοῦ σώματος. ταυτὶ μὲν περὶ γονῆς τῶν ἀγωνιουμένων, τὸν δὲ ἑκάστῳ τῶν ἀγωνισμάτων πρόσφορον ὧδε χρὴ ἐξετάζειν·

ἔστω ὁ μὲν τὰ πέντε ἀγωνιούμενος βαρὺς μᾶλλον ἢ οἱ κοῦφοι, καὶ κοῦφος μᾶλλον ἢ οἱ βαρεῖς, εὐμήκης εὐπαγὴς ἀνεστηκώς, ἀπέριττος τὰ μυώδη καὶ μὴ κεκολασμένος. ἐχέτω καὶ τοῖν σκελοῖν μακρῶς μᾶλλον ἢ ξυμμέτρως καὶ τῆς ὀσφύος ὑγρῶς τε καὶ εὐκόλως διά τε τὰς περιστροφὰς τοῦ ἀκοντίου ἢ καὶ τοῦ δίσκου διά τε τὸ ἅλμα· ἀλυπότερον γὰρ πηδήσει καὶ ῥήξει οὐδὲν τοῦ σώματος, ἢν ὑποκαθεὶς τὸ ἰσχίον ἐγκατερείσῃ τῇ βάσει. καὶ μακρόχειρα χρὴ εἶναι αὐτὸν καὶ εὐμήκη τοὺς δακτύλους, δισκεύσει γὰρ πολλῷ ἄμεινον, ἢν διὰ μέγεθος τῶν δακτύλων ἐκ κοιλοτέρας τῆς χειρὸς ἀναπέμπηται ἡ ἴτυς τοῦ δίσκου, καὶ εὐκολώτερον κινήσει τὸ ἀκόντιον, ἢν τοῦ μεσαγκύλου ἄνω ψαύωσιν οἱ δάκτυλοι μὴ σμικροὶ ὄντες.

ὁ δὲ ἄριστα δολιχοδρομήσων τοὺς μὲν ὤμους καὶ τὸν αὐχένα κεκρατύνθω παραπλησίως πεντάθλῳ, σκελῶν δὲ λεπτῶς ἐχέτω καὶ κούφως, ὥσπερ οἱ τοῦ σταδίου δρομεῖς· ἐκεῖνοι μὲν γὰρ σκέλη χερσὶ κινοῦσιν ἐς τὸν ὀξὺν δρόμον, οἷον πτερούμενοι ὑπὸ τῶν χειρῶν, δολιχοδρόμοι δὲ τουτὶ μὲν περὶ τέρμα πράττουσι, τὸν δὲ ἄλλον χρόνον σχεδὸν οἷον διαβαίνουσιν,

ἀνέχοντες ἐν προβολῇ τὰς χεῖρας, ὅθεν ἐῤῥωμενεστέρων τῶν ὤμων δέονται.