De Gymnastica
Philostratus the Athenian
Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
Ἀρριχίωνα δὲ τὸν παγκρατιαστὴν δύο μὲν ἤδη Ὀλυμπιάδας νικῶντα, τρίτην δὲ ἐπʼ ἐκείναις Ὀλυμπιάδα μαχόμενον περὶ τοῦ στεφάνου καὶ ἤδη ἀπαγορεύοντα Ἐρυξίας ὁ γυμναστὴς ἐς ἔρωτα θανάτου κατέστησεν ἀναβοήσας ἔξωθεν ὡς καλὸν ἐντάφιον τὸ ἐν Ὀλυμπίᾳ μὴ ἀπειπεῖν.
Προμάχου δὲ τοῦ ἐκ Πελλήνης ξυνίει μὲν ὁ γυμναστὴς ἐρῶντος, ἀγχοῦ δὲ Ὀλυμπίων ὄντων ὦ Πρόμαχε, εἶπε δοκεῖς μοι ἐρᾶν· ὡς δὲ εἶδεν ἐρυθριῶντα ἀλλʼ οὐκ ἐλέγξων ἔφη ταῦτα ἠρόμην, ξυλληψόμενος δέ σοι τοῦ ἔρωτος· καὶ γὰρ ἂν καὶ διαλεχθείην ὑπὲρ σοῦ τῷ γυναίῳ. καὶ διαλεχθεὶς οὐδὲν ἀφίκετο πρὸς τὸν ἀθλητὴν ἀπάγων λόγον οὐκ ἀληθῆ, πλείστου δὲ ἄξιον τῷ ἐρῶντι· οὐκ ἀπαξιοῖ τοί σε ἔφη εἶναι τῶν ἑαυτῆς παιδικῶν νικῶντα Ὀλυμπίασι καὶ ὁ Πρόμαχος ἀναπνεύσας ὑφʼ ὧν ἤκουσεν, οὐκ ἐνίκα μόνον, ἀλλὰ καὶ Πουλυδάμαντα τὸν Σκοτουσσαῖον μετὰ τοὺς λέοντας, οὓς ὁ Πουλυδάμας ᾑρήκει παρʼ Ὤχῳ τῷ Πέρσῃ.
Μανδρογένους δὲ τοῦ Μάγνητος αὐτὸς ἤκουσα τὴν καρτερίαν, ᾗ ἐκέχρητο ἐφʼ ἡλικίας ἐς τὸ παγκράτιον, τῷ γυμναστῇ ἀνατιθέντος· τεθνάναι μὲν γὰρ τὸν πατέρα ἔλεγεν, ἐπὶ μητρὶ δὲ εἶναι τὸν οἶκον ἐρρωμένῃ τε καὶ γυναικὸς πρόσω, πρὸς ἣν γράψαι τὸν
γυμναστὴν ἐπιστολὴν τοιαύτην. τὸν υἱὸν εἰ μὲν τεθνεῶτα ἀκούσει, πίστευσον, εἰ δὲ ἡττώμενον, ἀπίστει. ταύτην δὲ ἔφασκεν ἀγάμενος τὴν ἐπιστολὴν εὐψυχίαν ἐνδείξασθαι πᾶσαν, ὡς μήτε ὁ γυμναστὴς ψεύσαιτο, μήτε ἡ μήτηρ ψευσθείη.Ἄτταλος δὲ ὁ Αἰγύπτιος ἐνίκησεν ἐν Πλαταίᾳ ἐς δεύτερον ἆθλον τοῦ γυμναστοῦ ἐπιῤῥώσαντος, κειμένου παρʼ αὐτοῖς νόμου δημοσίᾳ ἀποθνήσκειν τὸν μετὰ νίκην ἡττώμενον ἔκκριτόν τε νομίζεσθαι πρότερον ἢ ἐγγυητὰς καταστῆσαι τοῦ σώματος. οὐδενὸς δὲ ἐγγυωμένου τὸ οὕτω μέγα ὑπέθηκεν ἑαυτὸν ὁ γυμναστὴς τῷ νόμῳ καὶ τὸν ἀθλητὴν ἐπέῤῥωσεν ἐς νίκην δευτέραν· τοῖς γὰρ ἅπτεσθαι διανοουμένοις ἔργου μείζονος εὔελπι, οἶμαι, τὸ μὴ ἀπιστεῖσθαι.