De Gymnastica
Philostratus the Athenian
Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
σοφίαν ἡγώμεθα καὶ τὰ τοιαῦτα μέν, οἷον φιλοσοφῆσαι καὶ εἰπεῖν σὺν τέχνῃ, ποιητικῆς τε ἅψασθαι καὶ μουσικῆς καὶ γεωμετρίας, καί, νὴ Δία, ἀστρονομίας, ὁπόση μὴ περιττή· σοφία δὲ καὶ τὸ κοσμῆσαι στρατιάν, καὶ ἔτι τὰ τοιαῦτα, ἰατρικὴ πᾶσα καὶ ζωγραφία καὶ πλάσται καὶ ἀγαλμάτων εἴδη καὶ κοῖλοι λίθοι καὶ κοῖλος σίδηρος. βάναυσοι δὲ ὁπόσαι, δεδόσθω μὲν αὐταῖς τέχνη, καθʼ ἣν ὄργανόν τι καὶ σκεῦος ὀρθῶς ἀποτελεσθήσεται, σοφία δὲ ἐς ἐκείνας ἀποκείσθω μόνας, ἃς εἶπον. ἐξαιρῶ κυβερνήτην τῶν βαναύσων, ἐπειδὴ ἄστρων τε συνίησιν καὶ ἀνέμων καὶ τῶν ἀδήλων ἅπτεται. ταῦτα μὲν ὧν ἕνεκά μοι εἴρηται, δειχθήσεται, περὶ δὲ γυμναστικῆς, σοφίαν λέγωμεν οὐδεμιᾶς ἐλάττω τέχνης, ὥστε ἐς ὑπομνήματα ξυντεθῆναι τοῖς βουλομένοις γυμνάζειν· ἡ μὲν γὰρ πάλαι γυμναστικὴ Μίλωνας ἐποίει καὶ Ἱπποσθένας, Πουλυδάμαντάς τε καὶ Προμάχους καὶ Γλαῦκον τὸν Δημύλου, καὶ τοὺς πρὸ τούτων ἔτι ἀθλητάς, τὸν Πηλέα δήπου καὶ τὸν Θησέα καὶ τὸν Ἡρακλέα αὐτόν, ἡ δὲ ἐπὶ τῶν πατέρων ἥττους μὲν οἶδε, θαυμασίους δὲ καὶ μεμνῆσθαι ἀξίους· ἡ δὲ νῦν καθεστηκυῖα, μεταβέβληκεν οὕτω τὰ τῶν ἀθλητῶν,
ὡς καὶ τοῖς φιλογυμναστοῦσι τοὺς πολλοὺς ἄχθεσθαι.δοκεῖ δὴ μοι διδάξαι μὲν τὰς αἰτίας, διʼ ἃς ὑποδέδωκε ταῦτα, ξυμβαλέσθαι δὲ γυμνάζουσί τε καὶ γυμναζομένοις, ὁπόσα οἶδα, ἀπολογήσασθαί τε ὑπὲρ τῆς φύσεως ἀκουούσης κακῶς, ἐπειδὴ παρὰ πολὺ τῶν πάλαι οἱ νῦν ἀθληταί· λέοντάς τε γὰρ βόσκει καὶ νῦν φαυλοτέρους οὐδέν, τῶν τε κυνῶν καὶ ἵππων καὶ ταύρων ταὐτὸν χρῆμα, καὶ τὸ ἐς δένδρα δὲ αὐτῆς ἧκον ἄμπελοί τε ὅμοιοι ἔτι καὶ συκῆς δῶρα, χρυσοῦ τε καὶ ἀργύρου καὶ λίθων οὐδὲν παρήλλαξεν, ἀλλʼ ὡς αὐτὴ ἐνόμισε, τοῖς προτέροις ὅμοια φύει τὰ πάντα· ἀθληταῖς δέ, ὁπόσαι περὶ αὐτοὺς ἦσάν ποτε ἀρεταί, οὐχ ἡ φύσις ἀπηνέχθη αὐτῶν, φέρει γὰρ δὴ ἔτι θυμοειδεῖς εὐειδεῖς ἀγχίνους, φύσεως γὰρ ταῦτα, τὸ δὲ μὴ ὑγιῶς γυμνάζεσθαι, μηδὲ ἐῤῥωμένως ἐπιτηδεύειν ἀφείλετο τὴν φύσιν τὸ ἑαυτῆς κράτος. καὶ ὅπως μὲν ξυνέβη ταῦτα, δηλώσω ὕστερον, πρῶτον δὲ ἐπισκεψώμεθα δρόμου αἰτίας καὶ πυγμῆς καὶ πάλης καὶ τῶν τοιούτων, καὶ ἐξ ὅτου ἤρξατο ἕκαστα καὶ ἀφʼ ὅτου. παρακείσεται δὲ ἁπανταχοῦ τὰ Ἠλείων, δεῖ γάρ που τὰ τοιαῦτα ἐκ τῶν ἀκριβεστάτων φράζειν.
ἔστι τοίνυν ἀγωνίας ξυμπάσης τὰ μὲν κοῦφα ταῦτα· στάδιον, δόλιχος, ὁπλῖται, δίαυλος, ἅλμα, ἀκόντιον, τὰ βαρύτερα δὲ παγκράτιον, πάλη, πύκται, δίσκος. πένταθλος δὲ ἀμφοῖν συνηρμόσθη· τὸ παλαῖσαι μὲν γὰρ καὶ δισκεῦσαι βαρεῖς, τὸ δὲ ἀκοντίσαι καὶ πηδῆσαι καὶ δραμεῖν κοῦφοί εἰσι. πρὸ μὲν δὴ Ἰάσονος καὶ Πηλέως ἅλμα ἐστεφανοῦτο ἰδίᾳ καὶ δίσκος ἰδίᾳ, καὶ τὸ ἀκόντιον ἤρκει ἐς νίκην κατὰ τοὺς χρόνους, οὓς ἡ Ἀργὼ ἔπλει· Τελαμὼν μὲν
κράτιστα ἐδίσκευε, Λυγκεὺς δὲ ἠκόντιζεν, ἔτρεχον δὲ καὶ ἐπήδων οἱ ἐκ Βορέου, Πηλεὺς δὲ ταῦτα μὲν ἦν δεύτερος, ἐκράτει δὲ ἁπάντων πάλῃ· ὁπότʼ οὖν ἠγωνίζοντο ἐν Λήμνῳ, φασὶν Ἰάσονα Πηλεῖ χαριζόμενον συνάψαι τὰ πέντε καὶ Πηλέα τὴν νίκην οὕτω συλλέξασθαι, πολεμικώτατόν τε νομισθῆναι τῶν ἐφʼ ἑαυτοῦ διά τε τὴν ἀρετὴν, ᾗ ἐχρῆτο ἐς τὰς μάχας, διά τε τὴν εἰς τὰ πέντε ἐπιτήδευσιν οὕτω πολεμικὴν οὖσαν, ὡς καὶ ἀκοντίζειν ἐν τοῖς ἄθλοις.δολίχου δὲ αἰτία ἦν ἥδε· δρομοκήρυκες ἐξ Ἀρκαδίας ἐφοίτων ἐς τὴν Ἑλλάδα τῶν πολεμικῶν ἄγγελοι, καὶ ἀπείρητο αὐτοῖς μὴ ἱππεύειν, ἀλλʼ αὐτουργοῖς εἶναι τοῦ δρόμου. τὸ ἀεὶ οὖν ἐν βραχεῖ τῆς ἡμέρας διαδραμεῖν στάδια ὁπόσα ὁ δόλιχος, δολιχοδρόμους τοὺς δρομοκήρυκας εἰργάζετο καὶ ἐγύμναζε τῷ πολέμῳ.
στάδιον δὲ ὧδε εὕρηται· θυσάντων Ἠλείων ὁπόσα νομίζουσι, διέκειτο μὲν ἐπὶ τοῦ βωμοῦ τὰ ἱερά, πῦρ δὲ αὐτοῖς οὔπω ἐνέκειτο. στάδιον δὲ οἱ δρομεῖς ἀπεῖχον τοῦ βωμοῦ καὶ εἱστήκει πρὸ αὐτοῦ ἱερεὺς ξὺν λαμπαδίῳ βραβεύων, καὶ ὁ νικῶν ἐμπυρίσας τὰ ἱερὰ Ὀλυμπιονίκης ἀπῄει.
ἐπεὶ δὲ Ἠλεῖοι θύσειαν, ἔδει μὲν καὶ τοὺς ἁπάντων τῶν Ἑλλήνων θύειν θεωρούς, ὡς δὲ μὴ ἀργῶς ἡ πρόσοδος αὐτῶν γίγνοιτο, ἔτρεχον οἱ δρομεῖς ἀπὸ τοῦ βωμοῦ στάδιον, οἷον καλοῦντες τὸ Ἑλληνικόν, καὶ πάλιν ἐς ταὐτὸν ὑπέστρεφον οἷον ἀγγέλλοντες, ὅτι δὴ ἀφίξοιτο ἡ Ἑλλὰς χαίρουσα· ταῦτα μὲν οὖν περὶ διαύλου.
οἱ δρόμοι δὲ οῖ ὁπλῖται ποικίλοι μέν, καὶ μάλιστα οῖ κατὰ Νεμέαν, οὓς ἐνόπλους τε καὶ ἱππίους ὀνομάζουσιν, ἀνάκειται δὲ τοῖς ἀμφὶ Τυδέα τοῖς ἑπτά. ὁ δέ γε Ὀλυμπιακὸς ὁπλίτης, ὡς μὲν Ἠλεῖοί
φασιν, ἐτέθη διὰ ταῦτα· πόλεμον Ἠλεῖοι Δυμαίοις ξυνῆψαν οὕτω τι ἀκήρυκτον, ὡς μηδὲ τὰ Ὀλύμπια ἀνοχὰς εἶναι, νικώντων δὲ αὐτῶν Ἠλείων κατʼ αὐτὴν τὴν τῶν ἄθλων ἡμέραν ὁπλίτης λέγεται τῶν ἀπὸ τῆς μάχης ἐσδραμεῖν ἐς τὸ στάδιον εὐαγγέλια ἀπάγων τῆς νίκης. ταυτὶ δὲ πιθανὰ μέν, ἀκούω δʼ αὐτὰ καὶ Δελφῶν, ἐπειδὴ πρὸς ἐνίας τῶν Φωκίδων πόλεων ἐπολέμησαν, καὶ Ἀργείων, ἐπειδὴ πολέμῳ συνεχεῖ πρὸς Λακεδαιμονίους ἐτρίβοντο, καὶ Κορινθίων, ἐπειδὴ καὶ ἐν αὐτῇ τῇ Πελοποννήσῳ καὶ ὑπὲρ τὰ ὅρια τοῦ Ἰσθμοῦ ἐπολέμουν· ἐμοὶ δὲ ἕτερα περὶ τοῦ ὁπλίτου δοκεῖ· φημὶ γὰρ νενομίσθαι μὲν αὐτὸν ἐκ πολεμικῆς αἰτίας, παριέναι δὲ ἐς τοὺς ἀγῶνας πολέμου ἀρχῆς ἕνεκα, δηλούσης τῆς ἀσπίδος, ὅτι πέπαυται ἐκεχειρία, δεῖ δὲ ὅπλων. εἰ δὲ μὴ ῥᾳθύμως ἀκούεις τοῦ κήρυκος, ὁρᾷς ὡς ἐπὶ πάντων τελευτῆς κηρύττει λήγειν μὲν τὸν τῶν ἄθλων ταμίαν ἀγῶνα, τὴν σάλπιγγα δὲ τὰ τοῦ Ἐνυαλίου σημαίνειν προκαλουμένην τοὺς νέους ἐς ὅπλα. κελεύει δὲ τουτὶ τὸ κήρυγμα καὶ τοὔλαιον ἀραμένους ἐκποδὼν ποι φέρειν, οὐχ ὡς ἀλειψομένους, ἀλλʼ ὡς πεπαυμένους τοῦ ἀλείφεσθαι.ἄριστος δὲ ὁ κατὰ Βοιωτίαν καὶ Πλάταιαν ὁπλίτης ἐνομίζετο διά τε τὸ μῆκος τοῦ δρόμου διά τε τὴν ὅπλισιν ποδήρη οὖσαν καὶ σκεπάζουσαν τὸν ἀθλητήν, ὡς ἂν εἰ καὶ μάχοιτο, διά τε τὸ ἐπʼ ἔργῳ λαμπρῷ κεῖσθαι τῷ Μηδικῷ, διά τε τὸ νομίσαι ταῦτα Ἕλληνας κατὰ βαρβάρων, καὶ μὴν καὶ διὰ τὸν νόμον τὸν ἐπὶ τοῖς ἀγωνιουμένοις κείμενον, ὡς νενόμικεν ἡ Πλάταια· τὸν γὰρ ἤδη παρʼ αὐτοῖς ἐστεφανωμένον, εἰ ἀγωνίζοιτο αὖθις, ἐγγυητὰς ἔδει καταστῆσαι τοῦ σώματος, θάνατος γὰρ ἡττωμένῳ προσετέτακτο.
ὥπλιστο δὲ ἡ ἀρχαία πυγμὴ τὸν τρόπον τοῦτον· ἐς στρόφιον οἱ τέτταρες τῶν δακτύλων ἐνεβιβάζοντο, καὶ ὑπερέβαλλον τοῦ στροφίου τοσοῦτον, ὅσον εἰ συνάγοιντο, πὺξ εἶναι, ξυνείχοντο δὲ ὑπὸ σειρᾶς, ἣν καθάπερ ἔρεισμα ἐβέβληντο ἐκ τοῦ πήχεος. νυνὶ δὲ αὖ μεθέστηκε, ῥινοὺς γὰρ τῶν πιοτάτων βοῶν δέψοντες ἱμάντα ἐργάζονται πυκτικὸν ὀξὺν καὶ προεμβάλλοντα, ὁ δέ γε ἀντίχειρ οὐ ξυλλαμβάνει τοῖς δακτύλοις τοῦ πλήττειν ὑπὲρ συμμετρίας τῶν τραυμάτων, ὡς μὴ πᾶσα ἡ χεὶρ μάχοιτο. ὅθεν τοὺς ἱμάντας τοὺς ἀπὸ τῶν συῶν ἐκκρίνουσι τῶν σταδίων, ὀδυνηρὰς ἡγούμενοι τὰς ἀπʼ αὐτῶν πληγὰς καὶ δυσιάτους.
πάλη δὲ καὶ παγκράτιον ὡς ἐς τό πρόσφορον τῷ πολέμῳ εὕρηται, πρῶτον μὲν δηλοῖ τὸ Μαραθῶνι ἔργον διαπολεμηθὲν οὕτως Ἀθηναίοις, ὡς ἀγχοῦ πάλης φαίνεσθαι, προσόντος τούτου τῷ ἔργῳ, δεύτερον δὲ τὸ ἐν Θερμοπύλαις, ὅτε Λακεδαιμόνιοι κλασθέντων αὐτοῖς ξιφῶν τε καὶ δοράτων πολλὰ ταῖς χερσὶ γυμναῖς ἔπραξαν. ὁπόσα δέ ἐστιν ἐν
ἀγωνίᾳ, προτετίμηται πάντων τὸ παγκράτιον, καίτοι συγκείμενον ἐξ ἀτελοῦς πάλης καὶ ἀτελοῦς πυγμῆς, προτετίμηται δὲ παρʼ ἑτέροις, ὡς Ἠλεῖοί γε τὴν πάλην καρτερὰν νενομίκασι καὶ ἀλεγεινὴν κατὰ τοὺς ποιητάς, οὐ μόνον ἐπὶ ταῖς διαπλοκαῖς τῶν παλαισμάτων, αἷς δεῖ τοῦ σώματος ὑγροῦ καὶ εὐκόλου, ἀλλὰ καὶ τῷ ἐν προαγῶνι ἀγωνίζεσθαι τρίς, ἐπεὶ δεῖ τοσούτων δὴ πτωμάτων. παγκράτιον γοῦν καὶ πυγμὴν καὶ πάλην ἀκονιτὶ στεφανοῦν δεινὸν ἡγούμενοι τὸν παλαιστὴν οὐκ ἀπελαύνουσιν, ἐπειδὴ ὁ νόμος τὴν τοιάνδε νίκην μόνῃ ξυγχωρεῖν φησι τῇ γυρῷ καὶ ταλαιπώρῳ πάλῃ, καὶ σαφὴς ἐμοὶ γοῦν ἡ αἰτία, διʼ ἣν ὁ νόμος οὕτω προστάττει· τοῦ γὰρ δὴ ἀγωνίσασθαι ἐν Ὀλυμπίᾳ δεινοῦ ὄντος χαλεπώτερον ἔτι τὸ γυμνάζεσθαι δοκεῖ. τὰ μὲν οὖν τῶν κούφων γυμνάζεται ὁ δολιχοδρόμος ὀκτώ που ἢ δέκα στάδια καὶ ὁ πένταθλος τι τῶν τριῶν, οἱ δρομεῖς δίαυλον ἢ στάδιον ἢ ἄμφω· τί δεινὸν ἀπὸ τῶν τοιούτων; οὐδέν· ὁ γὰρ τρόπος τῶν γυμνασίων ὁ αὐτός, ἤν τε Ἠλεῖοι γυμνάζωσιν, ἤν τε ἕτεροι· ὁ δὲ βαρύτερος ἀθλητὴς γυμνάζεται μὲν ὑπὸ Ἠλείων κατὰ τὴν ὥραν τοῦ ἔτους, ὅτε μάλιστα ὁ ἥλιος τὴν ἰλὺν ἐν κοίλῃ Ἀρκαδίᾳ αἴθει, κόνιν δὲ ἀνέχεται θερμοτέραν τῆς Αἰθιόπων ψάμμου, καρτερεῖ δὲ ἐκ μεσημβρίας ἀρξάμενος. καὶ τούτων οὕτω ταλαιπώρων ὄντων τὸ ἐπιπονώτατον οἱ παλαισταί εἰσιν· ὁ μὲν γὰρ πύκτης, ἐπειδὰν ὁ τοῦ σταδίου καιρὸς ἥκῃ, τρωθήσεται καὶ τρώσει καὶ προσβήσεται ταῖς κνήμαις, γυμναζόμενος δὲ σκιὰν τῆς ἀγωνίας ἐπιδείξεται, καὶ ὁ παγκρατιαστὴς ἀγωνιεῖται μὲν πάντα τρόπον, ὁπόσοι ἐν παγκρατίῳ εἰσίν, γυμνάζεται δὲ ἄλλοτε καὶ ἄλλον, πάλη δὲ ταὐτὸν μὲν ἐν προαγῶνι, ταὐτὸν δὲ καὶ ἐν ἀγῶνι· παρέχεται γὰρ ἑκατέρα πεῖραν, ὁπόσα οἶδε καὶ ὁπόσα δύναται, γυρά τε εἰκότως εἴρηται· γυρὸν γὰρ πάλης καὶ τὸ ὀρθόν, ὅθεν Ἠλεῖοι στεφανοῦσι τὸ γυμναστικώτατον κἀκ μόνου τοῦ γεγυμνάσθαι.παρελθεῖν δὲ ταῦτα οὐχ ὁμοῦ πάντα φασὶν ἐς τοὺς ἀγῶνας, ἐπʼ ἄλλῳ δὲ ἄλλο εὑρισκόμενόν τε ὑπὸ τῆς γυμναστικῆς καὶ ἀποτελούμενον. ἦν μὲν γὰρ τὰ πάλαι Ὀλύμπια ἐς τὴν τρίτην ἐπὶ δέκα Ὀλυμπιάδα σταδίου μόνου, καὶ ἐνίκων ἐν αὐτοῖς Ἠλεῖοι τρεῖς, ἑπτὰ Μεσσήνιοι, Κορίνθιος, Δυμαῖος, Κλεωναῖος, ἄλλος ἄλλην Ὀλυμπιάδα, δύο δὲ οὐδεὶς ὁ αὐτός. ἐπὶ δὲ τῆς τετάρτης ἐπὶ δέκα δίαυλος μὲν ἤρξατο, Ὑπήνου δὲ ἐγένετο Ἠλείου ἡ ἐπʼ αὐτῷ νίκη. κατὰ δὲ τὴν μετʼ ἐκείνην δολίχου ἀγὼν καὶ ἐνίκα Σπαρτιάτης Ἄκανθος. ἀνδρῶν δὲ πένταθλον καὶ ἀνδρῶν πάλην ἤσκησεν ἡ ὀγδόη ἐπὶ δέκα Ὀλυμπιάσιν· ἐνίκα δὲ πάλην μὲν Εὐρύβατος Λουσιεύς, τὰ δὲ πέντε Λάμπις Λάκων. εἰσὶ δὲ οἳ καὶ τὸν Εὐρύβατον Σπαρτιάτην γράφουσιν. ἡ δὲ τρίτη καὶ εἰκοστὴ Ὀλυμπιὰς ἄνδρα ἤδη ἐκάλει πύκτην, καὶ ἐκρατίστευσεν ὁ Σμυρναῖος Ὀνόμαστος πυκτεύσας ἐνίκησεν ἐπιγράψας τὴν Σμύρναν ἔργῳ καλῷ· ὁπόσαι γὰρ πόλεις Ἰωνικαί τε καὶ Λύδιοι καὶ καθʼ Ἑλλήσποντόν τε καὶ Φρυγίαν, καὶ ὁπὸσα ἔθνη ἀνθρώπων ἐν Ἀσίᾳ εἰσί, ταῦτα ὁμοῦ ξύμπαντα ἡ Σμύρνα ὑπερεβάλετο καὶ στεφάνου Ὀλυμπικοῦ πρώτη ἔτυχεν. καὶ νόμους ἔγραψεν ὁ ἀθλητὴς οὗτος πυκτικούς, οἷς ἐχρῶντο οἱ Ἠλεῖοι διὰ σοφίαν τοῦ πύκτου, καὶ οὐκ ἤχθοντο οἱ Ἀρκάδες, εἰ νόμους ἔγραψεν αὐτοῖς ἐναγωνίους ἐξ Ἰωνίας ἥκων τῆς ἁβρᾶς. κατὰ δὲ τὴν τρίτην καὶ τριακοστὴν Ὀλυμπιάδα παγκράτιον μὲν ἐτέθη,
μήπω τεθὲν Λύγδαμις δὲ ἐνίκα Συρακούσιος. μέγας δὲ οὕτω τις ὁ Σικελιώτης ἦν, ὡς τὸν πόδα ἰσόπηχυν εἶναι· τὸ γοῦν στάδιον ἀναμετρῆσαι λέγεται τοσούτοις ἑαυτοῦ ποσίν, ὅσοι τοῦ σταδίου πήχεις νομίζονται.φασὶ καὶ παίδων πένταθλον παρελθεῖν ἐκεῖ κατὰ τὴν ὀγδόην καὶ τριακοστήν, ὅτε νικῆσαι μὲν Εὐτελίδαν Λακεδαιμόνιον, τὴν δὲ ἰδέαν ταύτην μηκέτι ἀγωνίσασθαι παῖδα ἐν Ὀλυμπίᾳ. ὁ δὲ νικήσας τὸ τῶν παίδων στάδιον κατὰ τὴν ἕκτην καὶ τεσσαρακοστὴν Ὀλυμπιάδα — τότε γὰρ πρῶτον ἐτέθη — παῖς ἦν καλὸς Πολυμήστωρ ὁ Μιλήσιος, ὃς τῇ ῥύμῃ τῶν ποδῶν λαγὼν ἔφθανε. πυγμὴν δὲ παίδων οἱ μὲν φασὶν ἐπὶ τῆς πρώτης καὶ τεσσαρακοστῆς ἄρξασθαι Ὀλυμπιάδος, καὶ Φιλητᾶν Συβαρίτην νενικηκέναι, οἱ δὲ ἐπὶ τῆς ἑξηκοστῆς λέγουσι Κριὸν ἐκ Κέω τῆς νήσου. Δαμάρετος δὲ κατὰ τὴν ἑξηκοστὴν πέμπτην πρῶτος ὁπλίτου λέγεται τυχεῖν Ἡραιεύς, οἶμαι, ὤν. ἑκατοστῇ καὶ τεσσαρακοστῇ καὶ πέμπτῃ Ὀλυμπιάδι παῖδα παγκρατιαστὴν ἐνέγραψαν οὐκ οἶδα ἐξ ὅτου βραδέως αὐτὸν ἐννοήσαντες εὐδοκιμοῦντα ἤδη παρʼ ἑτέροις· ὀψὲ γὰρ τῶν Ὀλυμπιάδων Αἰγύπτου ἤδη στεφανουμένης ἤρξατο, κἀκείνη δὲ ἡ νίκη Αἰγυπτίου ἐγένετο· Ναύκρατις γοῦν ἀνερρήθη νικῶντος Αἰγυπτίου Φαιδίμου. ταῦτα οὐκ ἄν μοι δοκεῖ καθʼ ἓν οὑτωσὶ παρελθεῖν ἐς ἀγῶνας, οὐδὲ ἂν σπουδασθῆναί ποτε Ἠλείοις τε καὶ Ἕλλησι πᾶσιν, εἰ μὴ γυμναστικὴ ἐπεδίδου καὶ ἤσκει αὐτά· καὶ γὰρ αὐταὶ τῶν ἀθλητῶν αἱ νῖκαι καὶ τοῖς γυμνασταῖς οὐ μεῖον ἢ τοῖς ἀθληταῖς πρόσκεινται.
τί οὖν χρὴ περὶ γυμναστικῆς γινώσκειν; τί δʼ ἄλλο ἢ σοφίαν αὐτὴν ἡγεῖσθαι ξυγκειμένην μὲν ἐξ ἰατρικῆς τε καὶ παιδοτριβικῆς, οὖσαν δὲ τῆς μὲν
τελεωτέραν, τῆς δὲ μόριον; ὁπόσον δὲ ἀμφοῖν μετέσχηκεν, ἐγὼ δηλώσω· παλαισμάτων εἴδη ὁπόσα ἐστί, δηλώσει ὁ παιδοτρίβης καιρούς τε ὑποτιθέμενος καὶ ὁρμὰς καὶ μέτρα καὶ ὅπως ἄν τις ἢ φυλάττοιτο ἢ φυλαττομένου κρατοίη, διδάξει δὲ καὶ ὁ γυμναστὴς εἰδότα μήπω τὸν ἀθλητὴν ταῦτα· ἀλλʼ ἔστιν ὅπου δεῖ εὖ μεταχειρίσασθαι πάλην ἢ παγκράτιον ἢ καὶ πλεονέκτημα ὑπάρχον ἀντιπάλων διαφυγεῖν ἢ ἐκκροῦσαι, ὧν οὐδὲν ἂν ἐς ἐπίνοιαν ἴοι τῷ γυμναστῇ μὴ καὶ τὰ τῶν παιδοτριβῶν εἰδότι. κατὰ μὲν τοῦτο δὴ ἴσαι αἱ τέχναι, χυμοὺς δὲ ἀποκαθῆραι καὶ τὰ περιττὰ ἀφελεῖν καὶ λεᾶναι τὰ κατεσκληκότα καὶ πιᾶναί τι ἢ μεταβαλεῖν ἢ θάλψαι αὐτῶν γυμναστικῆς ἐν σοφίᾳ. ἐκεῖνα γὰρ ἢ οὐκ ἐπιστήσεται ὁ παιδοτρίβης ἤ, εἰ γιγνώσκοι τι, πονήρως ἐπὶ τοὺς παῖδας χρήσεται βασανίζων ἐλευθερίαν ἀκραιφνοῦς αἵματος. τῆς μὲν δὴ προειρημένης ἐπιστήμης ἡ γυμναστικὴ τοσούτῳ τελεωτέρα, πρὸς δέ γε ἰατρικὴν ὧδε ἔχει· νοσήματα, ὁπόσα κατάῤῥους καὶ ὑδέρους καὶ φθόας ὀνομάζομεν, καὶ ὁπόσαι ἱεραὶ νόσοι, ἰατροὶ μὲν παύουσιν ἐπαντλοῦντές τι ἢ ἀποκλύζοντες ἢ ἐπιπλάττοντες, γυμναστικὴ δὲ τὰ τοιαῦτα διαίταις ἴσχει καὶ τρίψει. ῥήξαντα δέ τι ἢ τρωθέντα ἢ θολωθέντα τὸ ἐν ὀφθαλμοῖς φῶς ἢ ὀλισθήσαντά τινα τῶν ἄρθρων ἐς ἰατροῦ χρὴ φέρειν, ὡς οὐδὲν ἡ γυμναστικὴ πρὸς τὰ τοιαῦτα.ἀρκούντως μὲν οἶμαι ἀποδεδεῖχθαί μοι, ὁπόση πρὸς ἑκατέραν ἐπιστήμην ἡ γυμναστική ἐστι, δοκῶ δέ μοι κἀκεῖνο ἐν αὐτῇ ὁρᾷν· ἰατρικὴν πᾶσαν ὁ αὐτὸς οὐδεὶς ἂν ξυλλαμβάνειν δύναιτο, ἀλλʼ ὁ μὲν ῥηγμάτων ἐπαίειν, ὁ δὲ ξυνιέναι πυρεττόντων, ὁ δὲ ὀφθαλμιώντων, ὁ δὲ φθισικῶν ὑγιῶς ἁπάντων, καὶ
μεγάλου ὄντος τοῦ κἂν σμικρόν τι αὐτῆς ἐξεργάσασθαι ὀρθῶς φασὶν οἱ ἰατρικοὶ πᾶσαν γιγνώσκειν· γυμναστικὴν δὲ οὐκ ἂν ἐπαγγείλαιτό τις ὁμοῦ πᾶσαν, ὁ γὰρ τὰ δρομικὰ εἰδὼς τὰ τῶν παλαιόντων καὶ τῶν παγκρατιαζόντων οὐκ ἐπιστήσεται, καὶ ὁ τὰ βαρύτερα γυμνάζων ἀμαθῶς τῆς ἄλλης ἐπιστήμης ἅψεται.Ξυμμετοχὴ μὲν σοφίας τῇ τέχνῃ ἥδε, γένεσις δὲ αὐτῆς τὸ φῦναι τὸν ἄνθρωπον παλαῖσαί τε ἱκανὸν καὶ πυκτεῦσαι καὶ δραμεῖν ὀρθόν· καὶ γὰρ οὐδʼ ἓν ἂν γένοιτό τι τῶν τοιούτων μὴ προυπάρχοντος τοῦ, διʼ ὃ γίγνεται, καὶ ὥσπερ χαλκευτικῆς γένεσις ὁ σίδηρος καὶ ὁ χαλκός, καὶ γεωργίας γῆ καὶ τὰ ἐκ τῆς γῆς, καὶ ναυτιλίας τὸ εἶναι θάλατταν, οὕτως ἡγώμεθα καὶ τὴν γυμναστικὴν ξυγγενεστάτην τε εἶναι καὶ συμφυᾶ τῷ ἀνθρώπῳ. καὶ λόγος δὲ ᾅδεταί τις, ὡς γυμναστικὴ μὲν οὔπω εἴη, Προμηθεὺς δὲ εἴη καὶ γυμνάσαιτο μὲν ὁ Προμηθεὺς πρῶτος, γυμνάσειε δὲ αὖ ἑτέρους Ἑρμῆς, ἀγασθείη τε αὐτὸν τοῦ εὑρήματος, καὶ παλαίστρα γένοιτο Ἑρμοῦ πρώτη, καὶ οἱ πλασθέντες δὲ ἐκ πηλοῦ ὑπὸ Προμηθέως ἄνθρωποι οἵδε ἄρα οὗτοι εἶεν οἱ ἐν τῷ πηλῷ γυμνασάμενοι ἐν ᾧ ἦσαν, οὓς πλάττεσθαι ὑπὸ τοῦ Προμηθέως ᾤοντο, ἐπειδὴ τὰ σώματα αὐτοῖς ἡ γυμναστικὴ ἐπιτήδειά τε καὶ ξυγκείμενα ἐποίει.
Πυθοῖ μὲν οὖν καὶ Ἰσθμοῖ καὶ ὅπου ποτὲ τῆς γῆς ἐτέθησαν ἀγῶνες, τρίβωνα ὁ γυμναστὴς ἀμπεχόμενος ἀλείφει τὸν ἀθλητὴν καὶ οὐδεὶς ἀποδύσει ἄκοντα, ἐν Ὀλυμπίᾳ δὲ γυμνὸς ἐφέστηκεν, ὡς μὲν δόξα ἐνίων, διελέγχοντες Ἠλεῖοι τὸν γυμναστὴν ὥρᾳ ἔτους, εἰ καρτερεῖν οἶδε καὶ θέρεσθαι, ὡς δὲ Ἠλεῖοί φασι, Φερενίκη ἡ Ῥοδία ἐγένετο Διαγόρου θυγάτηρ τοῦ πύκτου, καὶ τὸ ἦθος ἡ Φερενίκη οὕτω
τι ἔῤῥωτο, ὡς Ἠλείοις τὰ πρῶτα ἀνὴρ δόξαι. περιῄει γοῦν ὑπὸ τρίβωνι ἐν Ὀλυμπίᾳ καὶ Πεισίροδον τὸν ἑαυτῆς υἱὸν ἐγύμναζε. πύκτης δὲ ἄρα κἀκεῖνος ἦν, εὔχειρ τὴν τέχνην καὶ μείων οὐδὲν τοῦ πάππου. ἐπεὶ δὲ ξυνῆκαν τῆς ἀπάτης, ἀποκτεῖναι μὲν τὴν Φερενίκην ὤκνησαν ἐνθυμηθέντες τὸν Διαγόραν καὶ τοὺς Διαγόρου παῖδας — ὁ γὰρ Φερενίκης οἶκος Ὀλυμπιονῖκαι πάντες — νόμος δὲ ἐγράφη τὸν γυμναστὴν ἀποδύεσθαι καὶ μηδὲ τοῦτον ἀνέλεγκτον αὐτοῖς εἶναι.φέρει δὲ καὶ στλεγγίδα ὁ γυμναστὴς ἐκεῖ διὰ τοῦτο ἴσως· ἐγκονίεσθαι παλαίστρᾳ τὸν ἀθλητὴν ἐν Ὀλυμπίᾳ καὶ ἡλιοῦσθαι ἀνάγκη· ἵνʼ οὖν μὴ λυμαίνοιντο τὴν ἕξιν, ἡ στλεγγὶς ἀναμιμνήσκει τὸν ἀθλητὴν ἐλαίου καί φησι δεῖν ἐπάγειν αὐτὸ οὕτως ἀφθόνως, ὡς καὶ ἀποστλεγγίζειν ἀλείψαντα. εἰσὶ δὲ οἵ φασιν ὡς γυμναστής τις ἐν Ὀλυμπίᾳ τεθηγμένῃ τῇ στλεγγίδι τὸν ἀθλητὴν ἀπέκτεινε μὴ καρτερήσαντα ὑπὲρ τῆς νίκης, καὶ ξυγχωρῶ τῷ λόγῳ, βέλτιον γὰρ πιστεύεσθαι ἢ ἀπιστεῖσθαι. ξίφος μὲν δὴ ἐπὶ τοὺς πονηροὺς τῶν ἀθλητῶν στλεγγὶς ἔστω, καὶ ἐχέτω δή τι ὑπὲρ τὸν Ἑλλανοδίκην ὁ γυμναστὴς ἐν Ὀλυμπίᾳ.
Λακεδαιμόνιοι δὲ καὶ τακτικὴν ἐβούλοντο τοὺς γυμναστὰς εἰδέναι μελέτην τῶν πολεμικῶν καὶ αὐτοὺς τοὺς ἀγῶνας ἡγούμενοι, καὶ οὐ χρὴ θαυμάζειν, ὅπου καὶ τὴν ὄρχησιν, τὸ ῥᾳθυμότερον τῶν ἐν εἰρήνῃ, Λαικεδαιμόνιοι πάντως ἐς τὰ πολεμικὰ ἀνέφερον ὀρχούμενοι τρόπον, ὃν φυλάξεταί τις βέλος ἢ ἀφήσει ἢ ἀρθήσεται ἀπὸ τῆς γῆς καὶ τῇ ἀσπίδι εὐμεταχειρίστως χρήσεται.
ὁπόσα δὲ γυμνασταὶ ξυνεβάλοντο ἀθληταῖς ἢ παρακελευσάμενοί τι ἢ ἐπιπλήξαντες ἢ ἀπειλήσαντες
ἢ σοφισάμενοι, πολλὰ μὲν ταῦτα καὶ πλείω λόγου, λεγέσθω δὲ τὰ ἐλλογιμώτερα. Γλαῦκον μὲν τοίνυν τὸν Καρύστιον πύκτην ἀπιστούμενον ἐν Ὀλυμπίᾳ τῷ ἀντιπάλῳ Τισίας ὁ γυμναστὴς ἐς νίκην ἤγαγε παρακελευσάμενος τὰν ἀπʼ ἀρότρου πλῆξαι· τουτὶ δὲ ἄρα ἦν ἡ τῆς δεξιᾶς ἐς τὸν ἀντίπαλον φορά· τὴν γὰρ χεῖρα ἐκείνην ὁ Γλαῦκος οὕτω τι ἔῤῥωτο, ὡς ὕνιν ἐν Εὐβοίᾳ ποτὲ καμφθεῖσαν ὀρθῶσαι σφυρηδὸν τῇ δεξιᾷ πλήξας.