Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Οἱ ἀπ’ Αἰγύπτου ἀφικόμενοι ἀγαθοὶ ἄνδρες ἀπήγγελλον ἡμῖν ὅτι τὴν πᾶσαν Αἴγυπτον περισκεψάμενος νῦν διατρίβεις περὶ τὸν Σαϊτικὸν νομὸν λεγόμενον, ἐκπυνθανόμενος τῶν κεῖθι σοφῶν ὅ τι αὐτοῖς φαίνεται περὶ τοῦ σύμπαντος, ὅπως ἐγένετο καὶ ᾧ λόγῳ νῦν

τὴν πᾶσαν κίνησιν ἔχει κατά μέρος καὶ κατὰ τὸ ὅλον. δυσκόλως δέ φασιν αὐτοὺς τοῖς Ἕλλησι διαλέγεσθαι, ὅτῳ δήποτε οὖν παθήματι χρωμένους, εἰ μὴ ὅσον Πυθαγόρᾳ ἐκοινώνησαν τοὺς λόγους τοὺς περὶ φύσεως καὶ γεωμετρίας καὶ τοῦ ἀριθμοῦ οἱ περὶ Ἡλιούπολιν. καὶ τούτῳ γε οἶμαι τερατευσαμένῳ αὐτούς, ὥς τινες ἱστοροῦσι (ἐμέμνηντο γὰρ τῶν μύθων τῶν περὶ Πυθαγόραν, ἡνίκα τὰ περὶ Αἴγυπτον διηγοῦντο ἡμῖν, Τίμαιός τε καὶ Θεόδωρος ὁ Κυρηναῖος), ἢ καὶ ἄλλως ἐπελθὸν αὐτοῖς οἰκειωθῆναι.

(2) εἰ δὲ καὶ σοὶ νῦν, καὶ τὰ οἴκοι Ἀθήνησι πάντα κατὰ θεὸν ἔχει. ἐπίστελλε δὲ ἡμῖν καὶ πάλιν σὺ ὅπως διάκεισαι τοῦ σώματος, ὡς τά γε τῆς ψυχῆς ἑκάστοτε ἴσμεν ὑγιᾶ διά τε φρόνησιν καὶ ἀρετήν. καὶ εἴ του δέοιο τῶν σῶν, γράφε ἡμῖν· τὰ γὰρ ἐμά. ὦ Πλάτων, σά φημι εἶναι δίκῃ ἁπάσῃ, ὥσπερ καὶ Σωκράτους ἦν. σημανεῖς δ’ ἡμῖν περὶ τῶν ἐγχωρίων θεαμάτων καὶ τῆς περὶ ταῦτα μεγαλουργίας, τομάς τε λίθων εἰς ἄπλετόν τι μέγεθος ἐγηγερμένας καὶ ἐργασίας αὐτῶν ἀνδρεικέλους τε καὶ εἰς τὰ ἄλλα ζῷα ἀπεσχηματισμένας τέχνῃ τε παλαιᾷ καὶ οὐκ εἰς τὸν τρόπον τὸν Ἑλληνικόν, καὶ ἃ τῶν ἄλλων πάλιν τεχνημάτων πολυμόρφων ζῳδίων ἐπιδείκνυται τὴν ἰδίαν φύσιν καὶ ἄσκησιν ἀκεκτονοίαν τῆς ἐπινοίας τῆς ἐν τοῖς γενομένοις.

(3) ἄσμενος δ’ ἂν καὶ αὐτὸς τῶν πυραμίδων κατεῖδον τὸ μέγεθος καὶ τὴν Μέμφιν, καὶ αὐτήκοος ἐγενόμην τοῦ ἱεροῦ λόγου καὶ τῆς παγκάλης τοῦ Νείλου θέας αἱ διερχομένου δὲ τὴν Αἴγυπτον καὶ ἐπισχόμενα τῇ πλημμυρίδι κατὰ τὴν ἑτέραν ὥραν καὶ τὴν εἰς τοὔμπαλιν ἀπόρροιαν αὐτοῦ, ταῦτα γὰρ πάντα εἰς τὸ ἄπιστον λεχθῆναι νομίζω, ἃ παρὰ τοῖς πολλοῖς οὕτω μεγάλα ἐστὶ καὶ ἀξιέραστα τῆς ὄψεως.