Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Οὔπω μὲν εἶχον τούτων τι πέμπειν εἰς Συρακούνσας, ὧν ἔφης Ἀρχύταν δεηθῆναι λαβεῖν παρὰ σοῦ, θᾶττον δὲ καὶ οὐ διὰ μακροῦ πέμψομέν σοι. ἐμοὶ δὲ φιλοσοφία οὐκ οἶδ’ ὅ τι ποτὲ χρῆμα γέγονεν, ἆρά γε φλαῦρον ἢ καλόν, ὁπότε ἐγὼ μισῶ νῦν συνεῖναι τοῖς πολλοῖς. οἶμαι μὲν οὖν ὡς δικαίως διάκειμαι, ἀμαθαίνουσι δὲ κατ’ ἰδέαν πᾶσαν ἀφροσύνης οἵ τε ἰδίᾳ τι πονοῦντες καὶ οἱ τὰ κοινὰ πράττοντες. εἰ δὲ ἀλόγως τοῦτο πάσχω, οὕτω γε ἴσθι, ὅτι μόλις ἂν οὕτως ἐγένετό μοι ζῆν, ἄλλως δὲ οὐκ ἔνι μοι ψυχῆς λαμβάνειν.

(2) διὸ δὴ ἐκ τοῦ ἄστεος ἀπηλλάγην ὥσπερ εἰρκτῆς θηρίων, διατρίβω μέντοι οὐ μακρὰν Ἰφιστιαδῶν· κἂκ τούτων τῶν χωρίων συνέγνων ὅτι Τίμων οὐκ ἦν ἄρα μισάνθρωπος, μὴ εὑρίσκων μέντοι ἀνθρώπους οὐκ ἠδύνατο θηρία φιλεῖν, ὅθεν καθ’ ἑαυτὸν καὶ μόνος διεβίου. κινδυνεύω δὲ τυχὸν ἴσως μηδὲ ἐκείνως εὖ λογίζεσθαι. σὺ δὲ ἐκδέχου ὅπως βούλει· ἐμοὶ γὰρ ὧδε τὰ τῆς γνώμης ἔχει, ἄποθεν εἶναι τοῦ ἄστεος εἴς τε νῦν καὶ τὸν ἄλλον ἅπαντα χρόνον, ὅντινα ἂν ζῆν ὁ θεὸς ἡμῖν διδῷ.