Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἄγοντες τὴν ἔτειον ἑορτὴν τῇ Ἀρτέμιδι τῇ ὑφ’ ἡμῶν καθιδρυμένῃ περὶ τὴν Λακωνικὴν ἐπέμψαμεν παρ’ ὑμᾶς ἵνα ἵκοισθε, καλὸν μέν, εἰ πάντες, εἰ δὲ μὴ οἷόν τε, συνθύτας τινὰς ἐξ ὑμῶν πέμψαιτε· τοῦτο γὰρ κεχαρισμένον ἡμῖν ἐστίν. ἐγένετο δὲ Ἀρίστιππος ἐνθάδε καὶ ἔτι πρότερον Φαίδων, καὶ ἐγανύσκοντο τοῦ τόπου καὶ τῆς ἄλλης δημιουργίας τῶν οἰκοδομιῶν καὶ τῶν φυτῶν, ἅτινα αὐτὸς ταῖς ἐμαυτοῦ χερσὶν ἐφυτευσάμην. ἔχει γὰρ ὁ τόπος καὶ θήραν, ὥστε ἔνι ἡμῖν καὶ κυνηγετεῖν ἵνα μετ’ ἀνδρείας, ὅπερ καὶ φίλον τῇ θεῷ, θαλίας ἄγωμεν καὶ χάριν εἰδῶμεν αὐτῇ ὅτι με ἀνεσώσατο ἄρα ἀπὸ βασιλέως τοῦ βαρβάρου καὶ τῶν ἔπειτα περί τε τὸν Πόντον καὶ τὴν Θρᾴκην κακῶν σχεδόν τι μειζόνων, ὅτε δὴ ἐδοκοῦμεν ἤδη σεσῶσθαι ἀπὸ τῆς τοσαύτης πολεμίας γῆς.

(2) εἰ δὲ μὴ ἴητε, ἡμῖν μὲν ἦν ἀναγκαῖον γράφειν ὑμῖν. πεποίημαι δέ τινα ἀπομνημονεύματα Σωκράτους. ὅταν οὖν μοι δόξῃ εὖ ἔχειν παντελῶς, διαπέμψομαι αὐτὰ καὶ ὑμῖν· Ἀριστίππῳ μὲν γὰρ καὶ Φαίδωνι ἐδόκει ἁρμόδιά τινα εἶναι. προσαγορεύσατε Σίμωνα τὸν σκυτοτόμον καὶ ἐπαινέσατε αὐτόν, ὅτι διατελεῖ προσέχων τοῖς Σωκράτους λόγοις

καὶ οὔτε πενίαν οὔτε τὴν τέχνην πρόφασιν ποιεῖται τοῦ μὴ φιλοσοφεῖν, καθάπερ τινὲς τῶν ἄλλων μὴ βουλόμενοι λόγους καὶ τὰ ἐν λόγοις ἐξειδέναι τε καὶ θαυμάζειν.